- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:213.18-215.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德提出并批判从“在某方面”、“在某时”、“在某处”推演至“径直地”的立论论题。他指出,依据对偶换位只能推得“可能径直属于”而非“径直属于”,并通过反例以及亚里士多德对自身例证的修正性重构阐释了该论题的适用边界。
" Τὸν αὐτὸν δὲ τρόπον σκεπτέον καὶ ἐπὶ τοῦ κατά τι καὶ ποτὲ καὶ πού." Εἰπὼν τόπον τὸν ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον κατασκευαστικόν (ὃ γάρ τι μᾶλλον καὶ ἧττόν ἐστί τινος, τοῦτο καὶ ἁπλῶς ἐστιν), ὡς ὁμοιότητά τινα ἔχοντα τῷ προειρημένῳ τόπῳ παρατίθεται τόν τε ἀπὸ τοῦ κατά τι καὶ τὸν ἀπὸ τοῦ ποτὲ καὶ τὸν ἀπὸ τοῦ πού· ὡς γάρ, ὃ μᾶλλόν τινι ὑπάρχει, καὶ ἁπλῶς ἐκείνῳ ὑπάρχει, οὕτως καὶ ὃ κατά τι ὑπάρχει τινὶ ἢ ποτὲ ἢ πού, δοκεῖ καὶ ἁπλῶς ὑπάρχειν ἐκείνῳ. κατά τι γὰρ βλέπον τὸ ζῷον καὶ ἁπλῶς βλέπει· ὁμοίως καὶ κατά τι ἀκοῦον καὶ κατά τι ὀσφραινόμενον ἢ γευόμενον. ἀλλὰ καὶ ἕκαστον τῶν γενητῶν σωμάτων ποτὲ ὂν καὶ ἁπλῶς ἐστιν· ἀλλὰ καὶ εἴ πού ἐστιν Ἱπποκένταυρος ἢ Σκύλλα, καὶ ἁπλῶς ἂν εἴη· ἀλλὰ καὶ τὸ θέρους ὑγιαῖνον καὶ ἁπλῶς ὑγιαίνει, καὶ τὸ ἐν Ἑλλάδι ὑγιαῖνον καὶ ἁπλῶς ὑγιαίνει, καὶ τὸ σῶμά που ὂν καὶ ἁπλῶς ἐστιν. ἐπὶ μὲν οὖν τῶν τοιούτων παραδειγμάτων συνᾴδουσιν οἱ τόποι, οὐ μὴν ἐπὶ πάντων εἰσὶν ἀληθεῖς· διὸ χρὴ ὡς πιθανοῖς αὐτοῖς ἀλλ’ οὐχ ὡς ἰσχὺν ἔχουσι χρῆσθαι. ἡ δὲ πιθανότης αὐτῶν τῆς κατασκευῆς ἐστιν ᾗ ἐχρήσατο αὐτός·1 εἰ γὰρ τὸ ὅλως, τοῦτ’ ἔστιν ἁπλῶς ἀδύνατον ὑπάρχειν2 τινί, τοῦτο οὔτε κατά τι οὔτε ποτὲ οὔτε ποὺ οἷόν τε ὑπάρχειν αὐτῷ, εὔλογον δοκεῖ, ὃ κατά τι ἢ ποτὲ ἢ ποὺ ὑπάρχει τινί, τοῦτο καὶ ἁπλῶς ὑπάρχειν. οὐ μὴν ἀληθὲς τοῦτο· οὐ γὰρ ἕπεται τῇ ἀντιστροφῇ τὸ ἁπλῶς ὑπάρχειν, ἀλλὰ τὸ δύνασθαι ὑπάρχειν, ὅ ἐστιν ἀληθές· ὃ γὰρ κατά τι ὑπάρχει τινί, δῆλον ὅτι καὶ δύναται ὑπάρχειν αὐτῷ· ὁμοίως καὶ τὸ ποτὲ καὶ πού. ὥστε ἀληθὲς ἔσται τὸ κατά τι ὑπάρχον δύνασθαι καὶ ἁπλῶς ὑπάρχειν. ὅτι γὰρ μὴ ἀληθὲς τὸ ἁπλῶς ὑπάρχειν, δῆλον καὶ αὐτὸς ποιεῖ. ὅ τε γὰρ Αἰθίοψ πῇ λευκὸς ὤν (κατὰ γὰρ τοὺς ὀδόντας) οὐκέτι καὶ ἁπλῶς ἐστι λευκός· ἁπλῶς γὰρ τοῦτο λέγεται, ὥς φησιν αὐτὸς διαβάλλων τὸν τόπον, ὃ χωρὶς προσθήκης λεγόμενον ἀληθές ἐστιν· ὃ δὲ δεῖται προσθήκης πρὸς τὸ ἀληθὲς εἶναι, τοῦτο οὐκ ἔστιν ἁπλῶς. διὰ τοῦτο ὁ Αἰθίοψ ἁπλῶς οὐκ ἔστι λευκός, ὅτι χωρὶς προσθήκης οὐκ ἔστιν ἀληθὲς τὸ 〈‘ὁ〉 Αἰθίοψ λευκός ἐστι’· προστεθέντος δὲ τοῦ κατά τι ἀληθὲς γίνεται. ἀλλὰ καὶ κατά τι σπουδαῖοί τινές εἰσιν, οὓς οὐκ ἔστιν ἁπλῶς εἰπεῖν σπουδαίους· οἱ γὰρ φύσει ἐλευθέριοι ἢ κόσμιοι τὸ μὲν ὅλον φύσει κόσμιοι ἢ φύσει ἐλευθέριοι εἶεν ἄν, οὐ μὴν καὶ ἁπλῶς· ἐνδέχεται γὰρ αὐτοὺς πεφυκότας πρὸς ταῦτα καλῶς μοχθηροὺς εἶναι διὰ τὸ μοχθηρῶς τεθράφθαι· δεῖ μὲν γὰρ τὸν ἁπλῶς σπουδαῖον φρόνιμον εἶναι, οὐδεὶς δὲ γίνεται φρόνιμος φύσει, ὡς ἐν τοῖς Ἠθικοῖς δείκνυται. κατὰ δὲ τὴν λέξιν τῷ ἁπλῶς δὲ οὐκ εἰσὶ τὸ φύσει περισσῶς πρόσκειται·3 ἔστι γὰρ αὔταρκες τὸ ‘ἁπλῶς δὲ οὐκ εἰσὶ σπουδαῖοι’ ῥηθέν. πάλιν ἐπὶ τοῦ ποτὲ ποτὲ μὲν ἐνδέχεται τῶν φθαρτῶν τι μὴ φθαρῆναι, οὐ μὴν καὶ ἁπλῶς ἐνδέχεταί τι φθαρτὸν ὂν μὴ φθαρῆναι· καὶ ποτὲ μὲν μὴ ἀναπνεῖν τι ζῷον τῶν ἀναπνευστικῶν ἐνδέχεται, οὐ μὴν καὶ ἁπλῶς μὴ ἀναπνεῖν. πάλιν ἐπὶ τοῦ ποὺ ποὺ μὲν συμφέρει τοιαύτῃ διαίτῃ χρῆσθαι, οἷον ἐν τοῖς νοσώδεσι τόποις, οὐ μὴν καὶ ἁπλῶς· καὶ ποὺ μὲν ἕνα μόνον δυνατὸν εἶναι, οἷον ἐν θεάτρῳ ἕνα ἄνθρωπον μόνον δυνατὸν εἶναι, οὐ μὴν καὶ ἁπλῶς ἕνα ἄνθρωπον μόνον δυνατὸν εἶναι. διὰ τὰς τοιαύτας ἐνστάσεις περὶ τῶν τόπων τούτων οὕτως εἶπε· τὸν αὐτὸν δὲ τρόπον σκεπτέον καὶ ἐπὶ τοῦ κατά τι καὶ ποτὲ καὶ πού, ἐνδεικνύμενος ὅτι σκέψεως χρείαν ἔχουσιν οἱ τόποι εἴ τε δεῖ χρῆσθαι αὐτοῖς εἴτε μή. χρησάμενος δέ τισι παραδείγμασιν αὐτός, τῷ μὲν ὡς τοῦ ποῦ σημαντικῷ τῷ δὲ ὡς τοῦ ποτέ, ἐπηνωρθώσατο αὐτὰ ὡς οὐ τούτων ὄντα σημαντικά. τὸ γὰρ καλὸν εἶναι τὸν πατέρα θύειν ἔθηκε μὲν ὡς τοῦ ποὺ σημαντικόν (ἐν γὰρ Τριβαλλοῖς), ἐπηνωρθώσατο δὲ αὐτὸ ὡς οὐ τὸ ποῦ σημαῖνον ἀλλὰ τὸ τισίν· ἔνθα γὰρ ἂν ὦσι Τριβαλλοί, τοῦτο αὐτοῖς καλόν. ἔτι τὸ συμφέρειν φαρμακεύεσθαι τοῖς νοσοῦσιν ἔθηκε μὲν ὡς σημαντικὸν τοῦ ποτέ (ὅτε γὰρ νοσοῦσιν), ἐπηνωρθώσατο δὲ αὐτὸ ὡς οὐ τοῦ ποτὲ σημαντικὸν ἀλλὰ τοῦ πὼς διακειμένου· τῷ γὰρ οὕτως διακειμένῳ ἀεὶ ὑγιεινὰ ταῦτα, οὐ ποτέ. οὐδὲ τὸ τισὶ δὲ καλὸν καὶ ἁπλῶς καλόν, οὐδὲ τὸ τοῖς πὼς διακειμένοις τοῦτο καὶ πᾶσιν.
“对于‘在某方面’、‘在某时’和‘在某处’,也必须以同样的方式进行考察。” 在阐述了出自“更多”与“更少”的立论论题(因为凡比某物更多且更少者,此物也就径直存在)之后,[亚里士多德]提出了出自“在某方面”、出自“在某时”以及出自“在某处”的论题,作为与前述论题具有某种相似性的论题。因为正如更多地属于某物者也径直属于该物一样,在某方面或在某时或在某处属于某物者,似乎也径直属于该物。因为一个在某方面看见的动物也径直在看;同样,在某方面听见的、在某方面闻到的或尝到的动物也是如此。而且,每个生成的物体,如果在某时存在,它也就径直存在;再者,如果半人马或斯库拉在某处存在,它们也将径直存在;又如,在夏天健康者也径直是健康的,在希腊健康者也径直是健康的,而身体在某处存在也就径直存在。因此,在这些例子上这些论题是吻合的,但绝非在所有事物上都是真实的;所以应当将它们作为具有说服力的论题来使用,而不是作为具有论证力的论题来使用。而它们立论的说服力,正在于他自己所使用的那种论证:因为如果在根本上、亦即径直不可能属于某物,这一规定就既不可能在某方面,也不可能在某时,更不可能在某处属于它;那么,凡在某方面、或在某时、或在某处属于某物者,此规定也就径直属于它,这似乎是合乎情理的。然而这并不是真实的;因为换位反演所随之而来的不是“径直属于”,而是“能够属于”,而这才是真实的;因为在某方面属于某物者,显然后者也能够具有它;在某时和在某处也是同样。因此,在某方面属于者“能够径直属于”,这才是真实的。因为“径直属于”并非真实,这一点他自己也阐明了。因为埃塞俄比亚人虽然在某方面是白的(即就牙齿而言),却不再也是径直是白的;因为正如他自己在批判这一论题时所说,凡无需附加说明而言之即为真实的,才被称为“径直地”;但需要附加说明才能成其为真实者,则不是径直的。由于这个缘故,埃塞俄比亚人并不是径直是白的,因为在没有附加说明的情况下,“埃塞俄比亚人是白的”并不是真实的;而一旦加上了“在某方面”,它才变为真实的。而且,有些人是在某方面优秀的,却不能径直称他们为优秀的;因为那些天生慷慨或守规矩的人,就整体而言或许是天生守规矩或天生慷慨的,然而绝非径直如此;因为他们虽然对这些品德具有良好的天赋倾向,却可能由于不良的养育而变得恶劣;因为径直优秀的人必须是有明智的,但正如在《伦理学》中所表明的那样,没有人生来就具有明智。至于文字表达,在“然而径直地他们并不是”这一句中,“天生”一词是多余添加的;因为只要说“然而径直地他们并不是优秀的”就已经足够了。再次,在“在某时”的事例中:可朽之物中的某物在某时可能不朽坏,然而作为可朽之物,某物绝非径直可能不朽坏;同样,呼吸的动物中的某物在某时可能不呼吸,却绝非径直不呼吸。再次,在“在某处”的事例中:采用某种饮食起居在某处是有益的(例如在多病的地区),但绝非径直有益;又如,只有一人存在在某处是可能的(例如在剧场中只有一个人存在是可能的),但绝非径直可能只有一个人存在。由于对这些论题存在此类反诘,他才这样说:“对于‘在某方面’、‘在某时’和‘在某处’,也必须以同样的方式进行考察”,以此表明这些论题需要考量究竟应当使用还是不应当使用。他自己使用了某些例证,其中一个作为“在某处”的表征,另一个作为“在某时”的表征,随后又修正了它们,指出它们并不是这些的表征。因为他曾将“祭献父亲是高尚的”作为“在某处”的表征提出(因为在特里巴洛伊人中是如此),但后来修正了它,指出它表明的不是“在某处”而是“对某些人”;因为无论特里巴洛伊人在哪里,这对他们而言都是高尚的。此外,他曾将“服药对病患有益”作为“在某时”的表征提出(因为是在他们生病的时候),但后来修正了它,指出它表明的不是“在某时”而是“对处于某种状态的人”;因为对处于这种状态的人而言,这些药物总是带来健康的,而非仅在某时。然而,对某些人而言高尚的,并不径直就是高尚的;对处于某种状态的人而言是如此的,也并不对所有人都是如此。
- 2.44ἡ δὲ πιθανότης αὐτῶν τῆς κατασκευῆς ἐστιν ᾗ ἐχρήσατο αὐτός
关系代词 ᾗ 是由动词 ἐχρήσατο 所支配的方式或工具与格,意为“正如他自己所运用的那样”或引申指代“他自己所采用的立论方式”。它作 ἡ πιθανότης ... ἐστιν 的表语引导成分,后文的 εἰ γὰρ ... 紧接着展开其具体的论证内容。
- 2.44οὐ γὰρ ἕπεται τῇ ἀντιστροφῇ τὸ ἁπλῶς ὑπάρχειν, ἀλλὰ τὸ δύνασθαι ὑπάρχειν
τῇ ἀντιστροφῇ 是由动词 ἕπεται 支配的与格,意指逻辑学上的“换位反演(对偶)”。主语为冠词不定词短语 τὸ ἁπλῶς ὑπάρχειν 与 τὸ δύνασθαι ὑπάρχειν。亚历山大指出,原命题“若断然不可能则在某方面/时间/地点亦不可能”的反演推论仅能得出“在某方面属于者能够断然属于”,而不能直接推出“断然属于”,在此揭示其逻辑推论上的不当跳跃。
- 2.44κατὰ δὲ τὴν λέξιν τῷ ἁπλῶς δὲ οὐκ εἰσὶ τὸ φύσει περισσῶς πρόσκειται
τῷ ἁπλῶς δὲ οὐκ εἰσὶ 是复合动词 πρόσκειται(附加上、添加于)所支配的与格,指代被引用的词句。中性主格 τὸ φύσει 作句子主语,修饰副词为 περισσῶς(多余地)。此句是亚历山大对亚里士多德原文用词给出的校订性文句评注。
