← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§212.18-213.17

由程度比较推导径直归属的论题

亚历山大讨论了“如果某物比另一物被说成是更多或更少,则它也径直属于”(115b3)这一论题,解释了它为何仅适用于立论,并化解了关于土被说成“更轻”或贫困被说成“更值得选择”的反诘。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.43

" Πάλιν εἴ τι μᾶλλον καὶ ἧττον λέγεται, καὶ ἁπλῶς ὑπάρχει." Οὗτος ὁ τόπος καὶ αὐτὸς ἐπὶ τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων καὶ τὴν κατὰ τοῦτο σύγκρισιν χρήσιμος. καὶ ἔστιν ὁμοίως τοῖς πρὸ αὐτοῦ κατασκευαστικὸς μόνον, οὐκέτι δὲ καὶ ἀνασκευαστικός· ὃ γὰρ μᾶλλόν τι ἢ ἧττόν τινός ἐστι, τοῦτο καὶ ἁπλῶς ἐστιν, οὐχ ὡς τῇ αὑτοῦ φύσει ὄντος τοιούτου, ἀλλ’ ὡς ὑπάρχοντος αὐτῷ τούτου καθ’ ὃ μᾶλλόν τινος ἢ ἧττόν ἐστιν.1 οἷον εἰ μᾶλλόν τινός ἐστιν ἢ ἧττον τόδε τι γλυκύ, καὶ ἁπλῶς ἐστι γλυκύ· εἰ γὰρ μὴ ἦν ὅλως γλυκύ, οὐδ’ ἂν μᾶλλόν τινος ἢ ἧττον γλυκὺ ἐλέγετο. οὐδὲν γὰρ μὴ μετέχον τινὸς μᾶλλον αὐτό τινος ἢ ἧττον λέγεται ἔχειν· οἷον εἰ μὴ μετέχει λευκοῦ, οὐδὲ μᾶλλόν τινος ἢ ἧττον ἐστι λευκόν, τῷ ἧττον κυρίως ἡμῶν χρωμένων.2 εἰ δὲ τὸ μὴ μετέχον τινὸς οὐδενὸς κατ’ αὐτὸ τοῦτο μᾶλλον ἢ ἧττόν ἐστιν, ὃ μᾶλλον καὶ ἧττόν ἐστί τινος, τοῦτο καὶ ἁπλῶς ἐκείνου μετέχει. ὅταν οὖν ζητῶμεν εἰ ὑπάρχει τί τινι τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων, χρὴ ζητεῖν εἴ τινος τὸ προκείμενον κατὰ τοῦτο, καθ’ ὃ ζητοῦμεν εἰ ὑπάρχει αὐτῷ, μᾶλλον ἢ ἧττόν ἐστιν· ἂν γάρ τι τούτων δειχθῇ, δεδειγμένον ἂν εἴη ὅτι καὶ ἁπλῶς αὐτὸ ἐκείνῳ ὑπάρχει. οἷον [εἰ ζητοῖτο] εἰ μᾶλλον αἱρετὸν ὑγείας ἀρετή, αἱρετὸν ἀρετή, καὶ εἰ ἧττον λευκὸν ἱμάτιον χιόνος, λευκὸν καὶ αὐτό. δοκεῖ ἔνστασιν ὁ τόπος ἔχειν· γῆ γὰρ γῆς κουφοτέρα λέγεται, καὶ οὐκ ἔστιν ἁπλῶς αὐτῇ τὸ κοῦφον ὑπάρχον. ἢ οὐ κυρίως τὸ ‘κουφοτέρα’ ἐπὶ τῆς γῆς λέγεται, ἀλλ’ ἀντὶ τοῦ ‘ἧττον βαρεῖα’. ἀλλ’ οὐδὲ πενία ἁπλῶς αἱρετή, καίτοι αἱρετωτέρα λέγεται νόσου. ἢ οὐδ’ ἐπὶ τῶν τοιούτων τὸ αἱρετώτερον κυρίως, ἀλλ’ ἀντὶ τοῦ ἧττον φευκτοῦ. πρὸς μὲν οὖν κατασκευήν, ὡς εἶπεν, ὁ τόπος χρήσιμος, οὐκέτι δὲ καὶ πρὸς ἀνασκευήν· οὐ γὰρ ἀληθὲς τὸ εἴ τι μὴ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τοῦτο μηδὲ ἁπλῶς εἶναι, ἢ εἴ τι ἁπλῶς ἐστι, τοῦτο καὶ μᾶλλόν τινος καὶ ἧττον εἶναι. οὔτε γὰρ ἡ οὐσία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται οὔτε τῶν ποσῶν τι, ὡς ἐν Κατηγορίαις δέδεικται· διὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἄνθρωπόν τινα, ἐπεὶ μή ἐστι μήτε μᾶλλον μήτε ἧττον ἄνθρωπος.

“再次,如果某物被说成是更多或更少,则它也径直属于。” 这一论题本身在那些接纳“更多”与“更少”以及依此进行的比较的事物中也是有用的。并且如同在它之前的诸论题一样,它仅用于立论,而不再用于反驳;因为凡比某物更多或更少者,此物也就径直存在——这并不是说由于它自身的本性它是如此的,而是说使它比某物更多或更少的那个规定属于它。例如,如果这一特定事物比某物更甜或更不甜,它也是径直是甜的;因为如果它根本不甜,它就不会被说成比某物更甜或更不甜了。因为任何未分有某物者,都不会被说成比某物更多或更少地具有此物;例如,如果它未分有白,它也不会比任何东西更白或更不白(只要我们正当地使用“更少”)。而如果不分有某物之物就此本身而言决不比任何事物更多或更少,那么凡比某物更多且更少者,此物也就径直分有了那一属性。因此,每当我们探究在接纳“更多”与“更少”的事物中某属性是否属于某物时,就应当探究被提出的主项在我们所探究是否属于它的那方面,是否比某物更多或更少;因为如果这些之中的任何一种被表明,那就已经被表明该属性也径直属于那物。例如,[如果探究]如果美德比健康更值得选择,美德便是值得选择的;又如如果斗篷比雪更不白,斗篷自身也是白的。这一论题似乎有一个反诘:因为土被说成比土更轻,然而轻并不会径直属于土。或者说,“更轻”在土的事例中并不是在严格意义上说的,而是用来替代“更不重”。但贫困也不是径直值得选择的,尽管它被说成比疾病更值得选择。或者说,在此类事物上“更值得选择”也不是在严格意义上说的,而是用来替代“更不应当避开”。因此,正如他所说的,这一论题对立论是有用的,但不再对反驳有用;因为并不是说,如果某物不接纳“更多”和“更少”,此物就根本不径直存在;也不是说,如果某物径直存在,此物也就比某物更多且更少。因为正如在《范畴篇》中已被表明的那样,实体既不接纳“更多”与“更少”,数量中的任何一者也不接纳;因此,某人并不是因为既不更多也不更少是人,就必然不是人。

语法注2 条
  1. 2.43οὐχ ὡς τῇ αὑτοῦ φύσει ὄντος τοιούτου, ἀλλ’ ὡς ὑπάρχοντος αὐτῷ τούτου καθ’ ὃ μᾶλλόν τινος ἢ ἧττόν ἐστιν

    带有两个并列 ὡς 的属格独立结构。省略的逻辑主语为前述的 τοῦτο。亚历山大澄清道,说某物“径直存在”(ἁπλῶς ἐστιν),并非指它在本质上如此,而是指使它产生比较的规定属于(ὑπάρχοντος)该事物。

  2. 2.43τῷ ἧττον κυρίως ἡμῶν χρωμένων

    属格独立结构(ἡμῶν χρωμένων),支配与格宾语(τῷ ἧττον)。它表达条件性限制:“只要我们在严格正当的意义上使用‘更少’”。这为后文解决土被称为“更轻”或贫困被称为“更值得选择”的反例作了铺垫,指出那些用法并非严格意义上的(κυρίως),而是替代否定性表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:212.18-213.17