- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:211.5-212.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了基于附加而使某物“更具”某种性质的第二论题之应用范围,探讨了对斯多亚学派善念的证明及向量的范畴的推展,并阐明为何此类论题仅用于立论而不可用于反驳,以及不适用于实体和善恶混合时的限定条件。
δῆλον δὲ ὅτι καὶ οὗτος ὁ τόπος χρήσιμος ἐν οἷς ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον· εἰ γὰρ τὸ προστεθὲν γλυκεῖ τινι γλυκύτερον αὐτὸ πεποίηκε, καὶ αὐτὸ γλυκὺ ἂν εἴη, καὶ εἰ λευκότερον, καὶ τοῦτο λευκόν, καὶ εἰ αἱρετώτερον, καὶ αὐτὸ αἱρετόν, καὶ εἰ βαρύτερον, καὶ αὐτὸ βαρύ, ὡς λέγομεν ἐπὶ τῆς οὐγγίας. οὕτως δεικνύοιτ’ ἂν ἕκαστον τῶν λεγομένων ἀδιαφόρων τε καὶ προηγμένων ὑπὸ τῶν νεωτέρων1 αἱρετόν τε καὶ ἀγαθόν· ἕκαστον γὰρ αὐτῶν προστιθέμενον τῇ ἀρετῇ τὸ ὅλον αἱρετώτερον τῷ σπουδαίῳ ποιεῖ. αἱρετώτερος γὰρ βίος ὁ κατ’ ἀρετήν, εἰ μεθ’ ὑγείας εἴη, καὶ εἰ μετὰ εὐπορίας, καὶ εἰ μετὰ ἀγαθῆς δόξης· τὰ γὰρ αἱρετὰ καὶ φευκτὰ κρίνεται τῇ τοῦ σπουδαίου αἱρέσει τε καὶ φυγῇ. Εἰπὼν δὲ ‘εἰ τὸ προστεθέν τινι μᾶλλον αὐτὸ τοιοῦτον ποιεῖ’ προσέθηκεν ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅτι2 μὴ μόνον ἐπὶ τοῦ ποιοῦ τοῦτο ἀλλὰ καὶ ἐπὶ τοῦ ποσοῦ· εἰ γὰρ τὸ προστεθὲν μεῖζον αὐτὸ ποιεῖ, καὶ αὐτὸ ἐν μεγέθει, καὶ εἰ πλεῖον, καὶ αὐτὸ ἐν πλήθει. ἢ εἰπὼν εἰ πρὸς τὸ ὑπάρχον προστεθέν τι μᾶλλον ποιεῖ τοιοῦτον ὡς ἐπί τινος ἑνὸς καὶ ὡρισμένως, προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δεικνὺς ὅτι οὐκ ἐπὶ τούτου μόνον τοῦ μᾶλλον τοιούτου γινομένου πρόεισιν ὁ τόπος ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τῶν οὕτως ἐχόντων. Εἰσὶ δὲ οἱ προειρημένοι τόποι πρὸς κατασκευὴν μόνον χρήσιμοι, οὐκέτι δὲ καὶ πρὸς ἀνασκευήν· οὐ γάρ, εἰ προστεθέν τί τινι μὴ ποιεῖ αὐτὸ λευκὸν ἢ γλυκὺ ἢ λευκότερον ἢ γλυκύτερον, διὰ τοῦτο οὐδ’ αὐτὸ ἔσται λευκὸν ἢ γλυκύ. ὀλίγον γὰρ μέλιτος ἀψινθίῳ μιχθὲν οὐ ποιεῖ μὲν αὐτὸ γλυκύ, οὐ μὴν διὰ τοῦτο οὐδ’ αὐτὸ ἂν εἴη γλυκύ· οὐδέ, ἐπεὶ πλοῦτος προστιθέμενος κακίᾳ μὴ ποιεῖ τὸ ὅλον αἱρετόν, διὰ τοῦτο οὐκ ἔστιν αἱρετός· ἀλλ’ οὐδέ, ἐπεὶ ὁ γλυκὺς οἶνος μιγνύμενος τῷ μέλιτι μὴ ποιεῖ αὐτὸ γλυκύτερον, διὰ τοῦτο οὐδ’ αὐτός ἐστι γλυκύς. τὸ δὲ χρήσιμος δὲ οὐκ ἐν ἅπασιν ὁ τόπος, ἀλλ’ ἐν οἷς τὴν τοῦ μᾶλλον ὑπεροχὴν συμβαίνει γίνεσθαι εἶπεν, ὅτι μὴ πάντα τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται. οὐσία γὰρ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον· διὸ οὐκ ἔστιν ὁ τόπος πρὸς τοῦτο χρήσιμος· οὐδὲν γὰρ προστεθὲν οὐσίᾳ μᾶλλον αὐτὴν οὐσίαν ποιήσει. ἔτι τὴν τοῦ μᾶλλον ὑπεροχὴν ἐπὶ τούτων συμβαίνει γίνεσθαι, πρὸ τοῦ προστιθεμένου ἃ ἔστιν ἤδη τοιαῦτα, γλυκέα τὰ γλυκύτερα ἐσόμενα, θερμὰ τὰ θερμότερα ἐσόμενα. ἐπεὶ δὲ τὸ μᾶλλον ἡ ποιότης ἐπιδέχεται, πρὸς τὰ ὑπὸ τὴν ποιότητα ἂν εἴη χρήσιμος. ἀλλὰ καὶ τὸ ἀγαθὸν κακῷ προστιθέμενον οὐκ ἐξ ἀνάγκης ἀγαθὸν τὸ ὅλον ποιεῖ. οὕτως εἶπεν, ἐπεὶ δύναταί ποτε ἀγαθὸν μέγα κακῷ μικρῷ προστεθὲν τὸ ὅλον αἱρετὸν ποιεῖν, οἷον ἀρετὴ πενίᾳ προστεθεῖσα· αἱρετὴ γὰρ ἡ ἀρετή, κἂν ᾖ μετὰ πενίας· ἀλλὰ καὶ θανάτῳ κακῷ ὄντι τὸ ἀπ’ ἀνδρείας καλὸν προστεθὲν τὸ ὅλον αἱρετὸν ποιεῖ· διὰ τοῦτο γάρ τις θάνατος εὐκλεής. οὐ μὴν πᾶν ἀγαθὸν κακῷ προστεθὲν τὸ ὅλον ἀγαθὸν ποιεῖ· πλοῦτος γοῦν νόσῳ προστεθεὶς οὐ ποιεῖ τὸ ὅλον αἱρετόν. εἴη δ’ ἄν προσκείμενον τοῦτο οἰκειότερον τῷ πρὸ τούτου τόπῳ,3 δι’ οὗ ἠξιοῦτο, ἐὰν ἕτερον πρὸς ἕτερον προστεθὲν ποιῇ ἀγαθὸν ἢ λευκὸν μὴ ὂν πρότερον ἀγαθὸν ἢ λευκόν, τὸ προστεθὲν γίνεσθαι ἀγαθὸν ἢ λευκόν.
显然,这一论题在存在“更多”与“更少”的事物中也是有用的;因为如果附加于某甜物之物使其更甜,它自身也该是甜的;如果使其更白,这物也是白的;如果使其更值得选择,它自身也是值得选择的;如果使其更重,正如我们在盎司的事例中所说的,它自身也是重的。以这种方式,后人所说的无差别者与前置者中的每一者,都可以被表明既是值得选择的也是善的;因为它们中的每一者附加于美德时,都对优异者而言使全体成为更值得选择的。因为合乎美德的生活,如果伴随健康,如果伴随财富,如果伴随良好的名声,便是更值得选择的;因为值得选择之事与应当避开之事,乃是由优异者的选择与避开来判定的。 在说了“如果附加于某物之物使其更具如此性质”之后,他又补充说“在其他事物上同样如此”,这是因为这种情况不仅在质上成立,而且在量上也成立;因为如果附加之物使其更大,它自身也在大小上[是大的];如果使其更多,它自身也在数量上[是多的]。或者,他在像针对某种单一且确定的事物那样说了“如果某物附加于现有之物而使其更具如此性质”之后,补充说“在其他事物上同样如此”,以表明这一论题不仅在这一变得更具如此性质的事物上展开,而且在具有类似情况的其他事物上也展开。 上述论题仅对立论有用,而不再对反驳有用;因为并非如果某物附加于某物并未使其成为白的或甜的,或使其更白或更甜,由于这个原因它自身也就不是白的或甜的了。因为少许蜂蜜混入苦艾固然未能使苦艾变甜,然而决非因此它自身也就不会是甜的;同样,财富附加于恶德并未使全体成为值得选择的,也不能因此说它不是值得选择的;甚至,甜葡萄酒混入蜂蜜并未使蜂蜜更甜,也不能因此说它自身也不是甜的。 他说“这一论题并非在所有事物中都有用,而是在那些碰巧发生‘更多’之超出的事物中才有用”,是因为并非所有事物都接纳“更多”与“更少”。因为实体并不比实体更多或更少;因此这一论题对此并无用处;因为没有任何附加于实体的事物会使实体成为更具实体性的。此外,“更多”之超出碰巧发生在那些在被附加之物之前就已经是如此的事物上,即那些将要变得更甜的甜物,将要变得更热的热物。既然质接纳“更多”,那么这一论题对于属质之物就该是有用的。 “然而善附加于恶,并不必然使全体成为善”。他这样说,是因为有时一个巨大的善附加于微小的恶,有可能使全体成为值得选择的,例如美德附加于贫困;因为美德哪怕伴随着贫困也是值得选择的;而且来自勇敢的高尚附加于作为恶的死亡,也会使全体成为值得选择的;正是由于这个原因,某种死亡才是光荣的。然而并非每一附加于恶的善都会使全体成为善;至少,财富附加于疾病并未使全体成为值得选择的。不过,这一说明或许更贴切地是附属于此前的那个论题的,依那个论题所主张的是:如果一物附加于另一物,使先前不是善或白的事物成为善或白的,则被附加之物变为善或白的。
- 2.42τῶν νεωτέρων
由介词 ὑπό 支配的属格,表示被动分词 τῶν λεγομένων 的施动者(“被后人称为[无差别者与前置者]的事物”)。在古代注疏家中,“后人/较新的人”通常指斯多亚学派哲学家。
- 2.42τὸ δὲ χρήσιμος δὲ οὐκ ἐν ἅπασιν ὁ τόπος, ἀλλ’ ἐν οἷς τὴν τοῦ μᾶλλον ὑπεροχὴν συμβαίνει γίνεσθαι εἶπεν, ὅτι
句首的中性定冠词 τό 将亚里士多德被引用的整句话(χρήσιμος δὲ οὐκ ἐν ἅπασιν ὁ τόπος, ἀλλ’ ἐν οἷς τὴν τοῦ μᾶλλον ὑπεροχὴν συμβαίνει γίνεσθαι)名词化,作为主要动词 εἶπεν 的直接宾语。由于倒装,εἶπεν 被置于引文之后,紧接着引导原因的 ὅτι 从句。
- 2.42εἴη δ’ ἄν προσκείμενον τοῦτο οἰκειότερον τῷ πρὸ τούτου τόπῳ
由潜在希求法 εἴη ἄν 与分词 προσκείμενον 结合构成的迂言表达(“这一补充说明……将更为切合”),或将 τοῦτο προσκείμενον 整体作主语(“这一附言对于……将更属恰当”)。这表达了注疏者的评述:亚里士多德关于善恶相加的附言更适合归于前一个论题。
