← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§209.20-211.5

基于附加的第一论题及其成立条件

亚历山大讨论了亚里士多德在《论题篇》115a26中基于附加的两个立论论题,阐明了第一个论题(使他物变白者自身为白)的形式及其成立条件(限于本性属性以及底层主体无协同作用),并消解了关于盎司与混合药物的反例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.42#1

" Ἔτι ἐκ τῆς προσθέσεως, ἐὰν ἕτερον πρὸς ἕτερον προστεθὲν ποιῇ ἀγαθὸν ἢ λευκόν." Δύο τόπους παραδίδωσιν ἐκ τῆς ἄλλου ἄλλῳ προσθέσεως κατασκευαστικοὺς μόνον. ἔστι δὲ ὁ μὲν πρῶτος αὐτῶν τοιοῦτος· ὃ προστεθέν τινι τοιόνδε αὐτὸ ποιεῖ μὴ πρότερον ὂν τοιοῦτον, αὐτὸ πολὺ πρότερον τοιοῦτόν ἐστιν. οἷον εἰ προστεθέν τί τινι οὐκ ὄντι λευκῷ λευκὸν αὐτὸ πεποίηκεν, αὐτὸ τὸ προστεθὲν πολὺ πρότερον λευκόν ἐστι· καὶ εἰ προστεθέν τί τινι οὐκ ὄντι εὐώδει εὐῶδες αὐτὸ πεποίηκε, καὶ αὐτὸ εὐῶδες· καὶ εἰ μὴ γλυκεῖ προστεθέν τι γλυκὺ πεποίηκεν αὐτό, πολὺ πρότερον τὸ προστεθὲν ἐστι γλυκύ. ὁμοίως καὶ ἂν σχῆμά τι σχήματί τινι προστεθὲν τρίγωνον αὐτὸ ποιῇ, καὶ αὐτὸ τὸ προστεθὲν σχῆμα τρίγωνον ἔσται. καὶ εἰ ἡ ἀρετὴ προστεθεῖσά τινι σπουδαῖον αὐτὸν ποιεῖ, καὶ αὐτὴ τοιαύτη. δῆλον δὲ ὡς χρὴ ἐπὶ τῶν φύσει ἀλλ’ οὐ νόμῳ τινὶ καὶ συνθήκῃ τοιῶνδε λεγομένων χρῆσθαι τῷ τόπῳ. ἡ γὰρ οὐγγία ταῖς ἕνδεκα οὐγγίαις οὐκ οὔσαις ἤδη προστεθεῖσα λίτραν ποιεῖ· οὐ μὴν διὰ τοῦτό ἐστιν αὐτὴ λίτρα· ἡ γὰρ λίτρα καὶ ἡ οὐγγία κατὰ συνθήκην· ἄλλη γοῦν παρ’ ἄλλοις οὐγγία τε καὶ λίτρα. ἢ διὰ τοῦτο ἡ οὐγγία οὐ λίτρα, ὅτι συντελεῖ πρὸς τὸ λίτραν τὸ ὅλον εἶναι καὶ τὰ οἷς προστίθεται, αἱ ἕνδεκα οὐγγίαι. οὐκέτι 〈δὲ〉 πρὸς τὸ βαρυτέρας τὰς ἕνδεκα οὐγγίας γίνεσθαι συντελοῦσιν αὗται· τὸ μὲν γὰρ βαρὺ παρ’ αὐτῶν εἶχον, τὸ δὲ βαρύτερον παρὰ τοῦ προστιθεμένου· διὸ ἐπεὶ τὸ ὅλον βαρύτερον γίνεται τῇ τῆς οὐγγίας προσθέσει, ἀνάγκη καὶ αὐτὴν βαρεῖαν εἶναι, ὡς δείκνυσιν ὁ δεύτερος τόπος. οὕτως καὶ Πλάτων ἔδειξε τὴν ψυχὴν ζωήν· εἰ δὲ ζωὴ ἡ ψυχή, καὶ ἀνεπίδεκτος ἂν τοῦ ἐναντίου εἴη, οὕτως δ’ ἂν καὶ ἀθάνατος. ἔνστασις πρὸς τὸν τόπον ὅτι πολλὰ φάρμακα προστιθέμενά τισι δοκεῖ τὸ ὅλον ποιεῖν σωτήριον ἢ δηλητήριον, οὐδενὸς ἐξ αὐτῶν μόνου τοιούτου ὄντος. ἢ καὶ ἐπὶ τούτων ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν τὸ προστιθέμενον μόνον τὴν αἰτίαν ἔχει, εἴη ἂν καὶ αὐτὸ τοιοῦτον, εἰ δὲ ἐκ τῆς πάντων μίξεώς τε καὶ κράσεως ἡ τοιαύτη ποιότης ἀπογεννᾶται πάντων εἰς αὐτὴν συντελούντων, οὐδὲν ἂν λέγοιτο πρὸς τὸν τόπον. ὁ γὰρ τόπος, εἴ τι μὴ ὂν τοιοῦτον τῇ τινὸς προσθέσει τοιοῦτον γίνεται μὴ συνεργοῦντος εἰς τὴν τοιουτότητα τοῦ ὑποκειμένου (τοῦτο γὰρ προσυπακούειν δεῖ),1 τὸ προστιθέμενον ἀξιοῖ καὶ πρότερον εἶναι τοιοῦτον, ἀλλ’ οὐκ εἴ τι ἐκ μίξεως τινων γίνεται τοιοῦτον, καὶ ἕκαστον τῶν μιγνυμένων τοιοῦτον εἶναι λέγει· ὁ γὰρ οἶνος ἐπιμιχθεὶς τῷ μέλιτι οἰνόμελι τὸ ὅλον ἐποίησεν οὐκ ὂν τοιοῦτον πρὸ τούτου. ὅτι δὲ μὴ τὸ τελευταῖον προστεθὲν αἴτιον τοῦ τοιούτου γεγονέναι τὸ ὅλον μόνον, δῆλον ἐκ τοῦ, κἂν τοῦτο ὑπαλλάξαντες ὑποθῶμεν, ἄλλο δέ τι τῶν τέως ὑποκειμένων ἀφελόντες ὕστερον προσθῶμεν, τὸ ὅλον ὅμοιον γίνεσθαι.2 Καὶ ὁ μὲν πρῶτος τῶν ἀπὸ τῆς προσθέσεως τόπων τοιοῦτος. ὁ δὲ δεύτερος οὗτος· εἰ τινι προστεθέν τι μᾶλλον ποιεῖ τοιοῦτον, καὶ αὐτὸ ἔσται τοιοῦτον.

“此外,从附加中得出,如果一物附加于另一物使其成为善的或白色的。” 他传授了基于一物对另一物的附加的两个仅用于立论的论题。其中第一个是这样的:凡附加于某物而使先前不是如此的该物成为如此者,其自身远在先就是如此的。例如,如果某物附加于不是白色的某物而使它成为白色的,附加之物自身远在先就是白色的;又如果某物附加于不是芳香的某物而使它成为芳香的,它自身也是芳香的;又如果附加于不甜之物的某物使它成为甜的,附加之物远在先就是甜的。同样,如果某一图形附加于某一图形而使其成为三角形,附加的图形自身也将是三角形。又如果美德附加于某人使其成为优异的,美德自身也是如此的。但显然,应当对那些因本性而非因某种法令与约定被称为如此的事物使用这一论题。因为一盎司附加于尚不是一利特拉的十一盎司,制成了一利特拉;然而并非因此它自身就是一利特拉;因为利特拉与盎司是依约定而定的;至少在不同人那里,盎司与利特拉是各不相同的。或者,盎司不是利特拉是因为被附加的对象,即那十一盎司,也对全体成为一利特拉有所促成。但是,它们不再对十一盎司变得更重有所促成;因为重是它们从自身拥有的,而更重则是从被附加之物拥有的;因此,既然全体因盎司的附加而变得更重,正如第二个论题所表明的,它自身也必然是重的。柏拉图也是这样表明灵魂是生命的;如果灵魂是生命,它也将不接受其相反者,这样它也将是不朽的。针对该论题的反驳是:许多药物附加于某些事物时看似使全体成为具救治作用的或有毒的,而它们之中没有任何单独一物是如此的。或者,对这些情况也可以说,如果仅仅是被附加之物具有该原因,它自身也将是如此的;但如果这种性质是由所有事物的混合与融合所生成,且所有事物都对它有所促成,那么针对该论题就没有任何反驳被提出来。因为该论题主张的是,如果某物并非如此,却因某物的附加而成为如此,且底层主体对该性质的生成并无协同作用(因为必须在心智中补充这一点),则被附加之物在先也是如此的,但它并不是说如果某物由于某些事物的混合而成为如此,则被混合的每一事物也都是如此的;因为酒与蜂蜜混合制成了蜜酒这一全体,而在此之前全体并不是如此的。至于并非唯独最后附加之物是全体成为如此的原因,从以下事实可以明显看出:即使我们倒换假设这一点,移去先前作为底层的其他某物而在其后附加它,全体也成为类似的。基于附加的论题中第一个就是如此。第二个则是这样的:如果附加于某物的某物使其更具如此性质,它自身也将是如此的。

语法注2 条
  1. 2.42τοῦτο γὰρ προσυπακούειν δεῖ

    动词 προσυπακούειν 是术语用法,意为“在心智中暗自补充理解”。这是一个插入句,说明紧接在前的属格绝对结构 μὴ συνεργοῦντος εἰς τὴν τοιουτότητα τοῦ ὑποκειμένου(底层主体未对该性质的生成发挥协同作用)必须作为该论题适用的隐含限制条件加以补充。

  2. 2.42δῆλον ἐκ τοῦ, κἂν τοῦτο ὑπαλλάξαντες ὑποθῶμεν, ἄλλο δέ τι τῶν τέως ὑποκειμένων ἀφελόντες ὕστερον προσθῶμεν, τὸ ὅλον ὅμοιον γίνεσθαι

    该句的骨干为 δῆλον ἐκ τοῦ [...] τὸ ὅλον ὅμοιον γίνεσθαι(从……全体成为类似的事实是明显的),介词 ἐκ τοῦ 所带的冠词不定词结构(主语 τὸ ὅλον,不定词 γίνεσθαι)中间插入了复合条件分句 κἂν [...] ὑπαλλάξαντες ὑποθῶμεν, ἄλλο δέ τι [...] ἀφελόντες ὕστερον προσθῶμεν(即使我们倒换假设这一点,移去其他某物而在其后附加它)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:209.20-211.5