← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§208.11-209.19

基于同样原则的三个论题及其对应

亚历山大讨论了亚里士多德在115a15中提出的基于“同样”的三个论题(一关于二、二关于一、二关于二),指出它们对应于基于“更多与更少”的后三个论题,并结合具体事例阐明了各种论证形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.41

" Ἔτι ἐκ τοῦ ὁμοίως ὑπάρχειν ἢ δοκεῖν." Προστίθησι τοῖς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τέτρασι τόποις τοὺς ἀπὸ τοῦ ὁμοίως· καὶ γὰρ αὐτοί εἰσιν ἐν τοῖς σύγκρισιν ἔχουσι καὶ οὖσι συμβλητοῖς. τρεῖς δέ φησι καὶ τούτους εἶναι τοὺς τόπους, ἀνάλογον ἔχοντας τοῖς τρισὶ τοῖς ὑστέροις ῥηθεῖσιν ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον· τῷ γὰρ πρώτῳ ῥηθέντι τῶν ἀπὸ τοῦ μᾶλλον,1 δι’ οὗ ὑπάρχειν ἕν τι ἑνὶ ἐδείκνυτο, ὅτι καὶ τῇ ἐπιτάσει αὐτοῦ ἡ ἐπίτασις, οὐκ ἔστι 〈τι〉 ἀνάλογον πρὸς τὰ ἀπὸ τοῦ ὁμοίου. δεῖ μὲν γὰρ [τὸ δεικνύμενον] ἐν τοῖς ἀπὸ τοῦ ὁμοίου τόποις διὰ τοῦ ὁμοίου τὸ ὅμοιον δεικνύναι· οὐκ ἔστι δὲ τὸ διὰ τοῦ μᾶλλον ὑπάρχοντος ἢ ἧττον δεικνύμενον διὰ τοῦ ὁμοίως ὑπάρχοντος δεικνύμενον· οὐ γὰρ τὸ μᾶλλον τῷ αὐτῷ ἢ ἧττον ὑπάρχον καὶ ὁμοίως αὐτῷ ὑπάρχοι ἄν. εἴ τι οὖν δύο τισὶν ὁμοίως δοκοῦν ὑπάρχειν, εἰ τῷ ἑτέρῳ μὴ ὑπάρχοι, οὐδὲ τῷ ἑτέρῳ ὑπάρχον ἔσται, εἰ δὲ τῷ ἑτέρῳ ὑπάρχει αὐτῶν, ὑπάρχον ἂν δεικνύοιτο καὶ τῷ λοιπῷ. εἰ γὰρ ὁμοίως ἡ δόξα καὶ ὁ πλοῦτος ἀγαθὰ δοκεῖ εἶναι, μή ἐστι δὲ ἡ δόξα ἀγαθόν, οὐδὲ ὁ πλοῦτος ἂν εἴη ἀγαθόν· ἢ εἰ ἀγαθὸν ἡ δόξα, καὶ ὁ πλοῦτος ἀγαθὸν ἂν δεικνύοιτο. κἂν εἰ ὁμοίως πειστέον νόμῳ τε καὶ πατρί, εἰ τῷ νόμῳ δεῖ πείθεσθαι, καὶ τῷ πατρί. ἢ δύο πάλιν ἑνὶ ὁμοίως δοκούντων ὑπάρχειν, εἰ θάτερον ὑπάρχοι, καὶ θάτερον ἂν ὑπάρχοι· ἢ εἰ μὴ θάτερον ὑπάρχοι, οὐδ’ ἂν θάτερον ὑπάρχοι. οἷον εἰ ὁμοίως τῇ δικαιοσύνῃ καὶ τὸ ἀγαθὸν καὶ τὸ ὠφέλιμον ὑπάρχει, μὴ ὑπάρχει δὲ αὐτῇ τὸ ὠφέλιμον, οὐδ’ ἂν τὸ ἀγαθὸν αὐτῇ ὑπάρχοι· ἢ εἰ θάτερον, καὶ θάτερον. καὶ εἰ ὁμοίως τῷ ἀνδρείῳ ὑπάρχει τό τε θαρρεῖν, ὅτε δεῖ, καὶ τὸ φοβεῖσθαι, ὅτε δεῖ, εἰ μὴ ὑπάρχει αὐτῷ τὸ φοβεῖσθαι, ὅτε δεῖ, οὐδ’ ἂν τὸ θαρρεῖν, ὅτε δεῖ, ὑπάρχοι αὐτῷ· ἢ εἰ τοῦτο, κἀκεῖνο. ἔτι εἰ δύο δυσὶν ὑπάρχειν δοκούντων ὁμοίως2 ἑκατέρῳ ἑκατέρου, εἰ τῷ ἑτέρῳ τῶν δύο τὸ ἕτερον τῶν δύο μὴ ὑπάρχοι, οὐδ’ ἂν τῷ λοιπῷ τὸ λοιπὸν ὑπάρχοι· εἰ δὲ ὑπάρχει τὸ ἕτερον τῷ ἑτέρῳ τῶν ὁμοίως τισὶν ὑπάρχειν δοκούντων, καὶ τὸ ἕτερον ἂν τῷ ἑτέρῳ ὑπάρχοι. οἷον εἰ ὁμοίως δοκεῖ τῷ ἀνδρείῳ θρασύτης ὑπάρχειν καὶ τῷ δειλῷ ἀσφάλεια, μὴ ὑπάρχει δὲ τῷ ἀνδρείῳ θρασύτης, οὐδὲ τῷ δειλῷ ἀσφάλεια ἂν ὑπάρχοι· ἢ εἰ τούτῳ ἀσφάλεια, κἀκείνῳ θρασύτης. καὶ εἰ ὁμοίως ὁ ἀνδρεῖος περὶ φόβους καὶ θάρρη δοκεῖ εἶναι καὶ ὁ σώφρων περὶ ἡδονὰς καὶ λύπας, ἔστι δὲ ὁ ἀνδρεῖος περὶ φόβους καὶ θάρρη, καὶ ὁ σώφρων ἂν εἴη περὶ ἡδονὰς καὶ λύπας. καὶ εἰ ὁμοίως ὁ δίκαιος θεοῖς φίλος καὶ ὁ ἄδικος θεοῖς ἐχθρός, εἰ θάτερον, καὶ θάτερον· ἢ εἰ μὴ θάτερον, οὐδὲ θάτερον. καὶ εἰ ὁμοίως ἡ ἡδονὴ ἀγαθὸν καὶ ὁ πόνος κακόν, κακὸν δὲ ὁ πόνος, καὶ ἡ ἡδονὴ ἀγαθόν.

“此外,从同样属于或看似属于中得出。” 他在基于更多和更少的四个论题之外,补充了基于同样的论题;因为它们本身也在具有比较和可比的事物之中。他说这些论题也是三个,与基于更多和更少之后述的三个论题成比例;因为在基于更多之中首先被述及的论题——通过它,一物被表明属于一物,乃是因为随着它的强化,谓词的强化也相随——在基于同样的事物方面并没有与之相对应的内容。因为在基于同样的论题中,必须通过同样之物来表明同样之物;但是通过更属于或更不属于之物来表明,并不是通过同样属于之物来表明;因为更属于或更不属于同一事物的东西,并不可能同样属于它。因此,如果某一事物看似同样属于两件事物,如果它不属于其中一者,它也就不会属于另一者;但如果它属于它们之中的一者,它也将被表明属于其余那一者。因为如果声誉与财富看似同样是善,但声誉不是善,财富也就不会是善;或者如果声誉是善,财富也将被表明是善。又即使应当同样服从法律和父亲,如果必须服从法律,也必须服从父亲。或者再次,当两件事物看似同样属于一物时,如果其中一者属于,另一者也将属于;或者如果其中一者不属于,另一者也就不会属于。例如,如果善与有益同样属于正义,但有益不属于它,善也就不会属于它;或者如果其中一者属于,另一者也属于。又如果在应当之时充满信心与在应当之时感到畏惧同样属于勇敢者,如果在应当之时感到畏惧不属于他,在应当之时充满信心也就不会属于他;或者如果前者属于,后者也属于。此外,如果两件事物看似各自同样属于两个事物,如果两物之中的一物不属于两主体之中的一主体,其余那一物也就不会属于其余那一主体;但如果看似同样属于某些事物的东西之中一物属于一主体,另一物也将属于另一主体。例如,如果大胆看似同样属于勇敢者,而安然属于懦夫,但大胆不属于勇敢者,安然也就不会属于懦夫;或者如果安然属于后者,大胆也属于前者。又如果勇敢者看似同样关乎畏惧与信心,而有节制者关乎快乐与痛苦,且勇敢者关乎畏惧与信心,有节制者也将关乎快乐与痛苦。又如果正义者是诸神之友与不正义者是诸神之敌同样如此,如果一者成立,另一者也成立;或者如果一者不成立,另一者也不成立。又如果快乐是善与痛苦是恶同样如此,而痛苦是恶,快乐也是善。

语法注2 条
  1. 2.41τῷ γὰρ πρώτῳ ῥηθέντι τῶν ἀπὸ τοῦ μᾶλλον

    与格名词短语 τῷ... πρώτῳ ῥηθέντι 依附于其后主句的谓词 οὐκ ἔστι 〈τι〉 ἀνάλογον πρὸς τὰ ἀπὸ τοῦ ὁμοίου(“对于首先被述及者……没有任何对应的内容”)。中间插入了由 δι’ οὗ 引导的关系从句,使得与格与其所依附的谓词发生了远距离隔开。

  2. 2.41ἔτι εἰ δύο δυσὶν ὑπάρχειν δοκούντων ὁμοίως

    连词 εἰ 之后直接紧随独立属格结构(δύο δυσὶν ὑπάρχειν δοκούντων...),随后又接续了具体的条件从句(εἰ τῷ ἑτέρῳ... μὴ ὑπάρχοι),构成重叠条件句。开头的 εἰ 起到了引出整体前提情境的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:208.11-209.19