← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§206.13-208.10

主词与谓词结合的三个论题

亚历山大阐述了亚里士多德《论题篇》第二卷中从更多与更少中得出的第二、第三和第四个论题(115a5、115a8及115a11),即一谓词述说二主体、二谓词述说一主体以及二谓词述说二主体的情况,说明了它们的确立与反驳结构及具体例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.38

" Ἄλλος· ἑνὸς περὶ δύο λεγομένου." Δεύτερον τόπον ἀπὸ τοῦ μᾶλλον παραδίδωσι τὸν ἑνὸς περὶ δύο λεγομενον, ὅς ἐστι τοιοῦτος· εἰ ζητοῖτο περί τινος ἑνὸς πλείοσιν ὑπάρχειν δοκοῦντος πότερον ὑπάρχει τινὶ ἐξ αὐτῶν ἢ οὔ, ζητεῖν δεῖ εἰ ᾧ μᾶλλον αὐτῶν δοκεῖ ὑπάρχειν, μὴ ὑπάρχει· κἂν μέν, ᾧ μᾶλλον ὑπάρχειν δοκεῖ, μὴ ὑπάρχῃ, οὐδ’ ἂν τῷ προκειμένῳ ὑπάρχοι· ἂν δέ, ᾧ ἧττον ὑπάρχειν δοκεῖ, ὑπάρχον δειχθῇ, καὶ τῷ προκειμένῳ ἂν ὑπάρχοι· τὸ μὲν γὰρ ᾧ μᾶλλον ὑπάρχοι ἂν μὴ ὑπάρχον οὐδ’ ἂν ᾧ ἧττον ὑπάρχοι,1 τὸ δὲ ᾧ ἧττον ὑπάρχον ὑπάρχοι ἂν καὶ ᾧ μᾶλλον. οἷον ζητουμένου εἰ τῷ πλούτῳ ὑπάρχει τὸ ἀγαθόν, ἂν μᾶλλον μὲν φαίνηται τῇ ὑγείᾳ ὑπάρχον, δειχθῇ δὲ μὴ ὑπάρχον ἢ διὰ τὸ δύνασθαί τινι πρὸς κακοῦ τὴν ὑγείαν εἶναι ἢ διὰ τὸ μὴ ποιεῖν ἀγαθὸν τὸν ἔχοντα αὐτήν, οὐδ’ ἂν τῷ πλούτῳ ὑπάρχοι· εἰ δὲ τῷ γυμνάζεσθαι ἧττον δοκοῦντι τοῦ πλούτου ἀγαθῷ εἶναι ὑπάρχον δειχθείη ὡς ὑγείας ὄντι ποιητικῷ, καὶ τῷ πλούτῳ ἂν εἴη δεδειγμένον ὑπάρχειν· ἐν γὰρ τούτοις ἕν, τὸ ἀγαθόν, περὶ δύο λέγεται, περὶ γὰρ ὑγείας καὶ πλούτου ἢ τοῦ γυμνάζεσθαι καὶ πλούτου. πάλιν εἰ μᾶλλον ἀγαθὸν ἡ ἡδονὴ τῆς ἀλυπίας, μή ἐστι δὲ ἀγαθὸν ἡ ἡδονή, οὐδ’ ἂν ἡ ἀλυπία ἀγαθὸν εἴη. ἢ εἰ ἧττον ἡ ἀλυπία τῆς ἡδονῆς ἀγαθὸν δοκοῦσα εἶναι ἀγαθόν ἐστι, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἂν εἴη. καὶ εἰ μᾶλλον φρόνησις τέλος ἡδονῆς οὖσα μή ἐστι τέλος, οὐδ’ ἂν ἡ ἡδονὴ τέλος εἴη. καὶ εἰ ἀξιομαχώτεροι τῶν ἄλλων Ἑλλήνων ὄντες Λακεδαιμόνιοι μή εἰσιν ἀξιόμαχοι, οὐδ’ ἂν οἱ ἄλλοι Ἕλληνες εἶεν ἀξιόμαχοι. καὶ εἰ μᾶλλον τοὺς γεγηρακότας τῶν νέων σωφρονεῖν εὔλογον, οἱ δὲ οὐ σωφρονοῦσιν, οὐδ’ ἂν οἱ νέοι σωφρονοῖεν. οὐκέτι μέντοι ἐπὶ τῶν οὕτως ἐχόντων ἢ ᾧ ἧττον ὑπάρχει μὴ ὑπάρχον δείκνυσί τι ἢ ᾧ μᾶλλον ὑπάρχει ὑπάρχον.2

“另一条:当一物关于二物被述说时。” 他传授了从更多中得出的第二个论题,即关于一物对二物被述说的论题,它是这般的:如果就看似属于较多事物的某一物探究它是否属于它们之中的某一个,就应当探究在它们之中看起来它更属于的那一物上,它是否并不属于;如果它在看起来更属于的那一物上并不属于,它也就不会属于所提出的对象;但如果它被表明属于看起来它更不属于的那一物,它也将属于所提出的对象;因为在它更当属于的对象上不属于的东西,在它更不当属于的对象上也不会属于,而在它更不属于的对象上属于的东西,在它更当属于的对象上也会属于。例如,当探究善是否属于财富时,如果善看起来更属于健康,却被表明并不属于——无论是因为健康可能对某人成为坏事,还是因为它并不使拥有它的人成为善人——善也就不会属于财富;但如果善被表明属于锻炼(锻炼看起来不如财富那样是善),因为它是产生健康的,那么善也将被表明属于财富;因为在这些情况中,一个项即善关于二物被述说,即关于健康与财富,或者关于锻炼与财富。再次,如果快乐相比于无痛苦是更多的善,而快乐不是善,无痛苦也就不会是善。或者,如果无痛苦虽看似不如快乐那样是善,但它确实是善,快乐也将是善。又如果明智相比于快乐更是目的,但它不是目的,快乐也就不会是目的。又如果拉栖代梦人相比于其他希腊人更是可堪一战的,但他们不是可堪一战的,其他希腊人也就不会是可堪一战的。又如果老人比年轻人有节制更为合乎情理,但老人并无节制,年轻人也就不会有节制。然而,在具有此类关系的事物上,在它更不属于的对象上不属于并不能说明什么,在它更属于的对象上属于也不能[说明什么]。

§2.39

"Πάλιν δυοῖν περὶ ἑνὸς λεγομένων." Ὁ δὲ τρίτος τόπος ἐστὶν ἀντεστραμμένος πως τῷ δευτέρῳ· ἐν μὲν γὰρ τῷ δευτέρῳ ἓν ἦν περὶ δύο λεγόμενον, ἐν δὲ τούτῳ δύο περὶ ἑνός. δύο γάρ τινων δοκούντων ὑπάρχειν τῷ αὐτῷ, εἰ μὲν τὸ μᾶλλον δοκοῦν αὐτῷ ὑπάρχειν μὴ ὑπάρχοι, οὐδ’ ἂν τὸ ἧττον αὐτῷ ὑπάρχοι. εἰ δὲ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχοι, καὶ τὸ μᾶλλον ἂν ὑπάρχοι· οἷον εἰ τῷ μανθάνειν μᾶλλον δοκοῦν τὸ ὠφέλιμον τοῦ ἡδέος ὑπάρχειν μὴ ὑπάρχοι, οὐδ’ ἂν τὸ ἡδὺ αὐτῷ ὑπάρχοι· ἢ εἰ τοῦτο, κἀκεῖνο.3 καὶ εἰ ὁ θρασὺς μᾶλλον ἀνδρεῖος ἢ φρόνιμος ὢν μή ἐστιν ἀνδρεῖος, οὐδ’ ἂν φρόνιμος εἴη. πάλιν εἰ ὁ ἐπιεικὴς ἧττον δοκῶν δίκαιος ἢ φιλάνθρωπος εἶναι δίκαιός ἐστιν, εἴη ἂν καὶ φιλάνθρωπος. καὶ εἰ τὸ ἀδικεῖν μᾶλλον συμφέρον ἢ καλὸν ὂν μή ἐστι συμφέρον, οὐδ’ ἂν καλὸν εἴη.

“再次,当二物关于一物被述说时。” 第三个论题在某种意义上是第二个论题的颠倒;因为在第二个论题中是一物关于二物被述说,而在此论题中是二物关于一物被述说。因为在两件事物看似属于同一事物时,如果看起来更属于它的事物不属于,看起来更不属于它的事物也就不会属于它。但如果看起来更不属于它的事物属于它,看起来更属于它的事物也将属于它;例如,如果比起令人愉悦,有益看似更属于学习,但它并不属于,令人愉悦也就不会属于它;或者,如果后者属于,前者也将属于。又如果鲁莽的人相比于明智更是勇敢的,但他不是勇敢的,他也就不会是明智的。再次,如果公平的人虽看似是正义的程度不如是仁爱的程度,但他确实是正义的,他也将是仁爱的。又如果作恶相比于高尚更是有利的,但它并不是有利的,它也就不会是高尚的。

§2.40

"Ἔτι δυεῖν περὶ δύο λεγομένων." Ὁ δὲ τέταρτος τόπος ἐστίν, εἰ δύο εἴη τὰ ὑπάρχοντα καὶ δύο τὰ οἷς ὑπάρχει. ὧν τὸ μὲν ἕτερον τῷ ἑτέρῳ μᾶλλον δοκεῖ ὑπάρχειν, τὸ δὲ ἕτερον τῷ ἑτέρῳ ἧττον. καὶ γὰρ ἐπὶ τούτων, εἰ μὲν τὸ μᾶλλον δοκοῦν ὑπάρχειν τινὶ δειχθείη μὴ ὑπάρχον αὐτῷ, οὐδ’ ἂν τὸ ἧττον δοκοῦν ὑπάρχειν τινὶ ὑπάρχοι αὐτῷ· εἰ δὲ τὸ ἧττον ὑπάρχον τῷ οἰκείῳ ὑποκειμένῳ ὑπάρχον δειχθείη, καὶ τὸ μᾶλλον ἂν ὑπάρχειν δοκοῦν τῷ οἰκείῳ ὑποκειμένῳ ὑπάρχοι ἂν αὐτῷ. οἷον εἰ ἧττον ἡ ἡδονὴ ἀγαθὸν ἢ ὁ πόνος κακόν, ἔστι δὲ ἀγαθὸν ἡ ἡδονή, καὶ ὁ πόνος ἂν εἴη κακόν· καὶ εἰ ὁ ἄσωτος μᾶλλον δοκεῖ ἐλευθέριος εἶναι ἢ ὁ ἀνελεύθερος σώφρων, μή ἐστι δὲ ὁ ἄσωτος ἐλευθέριος, οὐδ’ ἂν ὁ ἀνελεύθερος εἴη σώφρων. καὶ εἰ ἧττον ὁ ἐπιεικὴς δίκαιος ἢ ὁ ἀνεπιεικὴς ἄδικος, ἔστι δὲ ὁ ἐπιεικὴς δίκαιος, καὶ ὁ ἀνεπιεικὴς ἂν ἄδικος εἴη.

“此外,当二物关于二物被述说时。” 第四个论题是当存在两个从属的事物和两个它们所属的主体时。其中一物看似更属于那一主体,而另一物看似更不属于另一主体。因为在这些情况下,如果看似更属于某一主体的事物被表明不属于它,看似更不属于某一主体的事物也就不会属于它;但如果更不属于其固有主体的事物被表明属于它,看似更属于其固有主体的事物也将属于它。例如,如果快乐是善的程度不如痛苦是恶的程度,但快乐确实是善,痛苦也将是恶;又如果挥霍者看似是大方的程度高于不慷慨者看似是有节制的程度,但挥霍者不是大方的,不慷慨者也就不会是有节制的。又如果公平者是正义的程度不如不公者是不义的程度,但公平者确实是正义的,不公者也将是不义的。

语法注3 条
  1. 2.38τὸ μὲν γὰρ ᾧ μᾶλλον ὑπάρχοι ἂν μὴ ὑπάρχον οὐδ’ ἂν ᾧ ἧττον ὑπάρχοι

    在 τὸ μὲν ... τὸ δέ 的对衬结构中,τὸ μὲν 作为受到伴随分词 μὴ ὑπάρχον(“不属于……”)修饰的主语。关系代词 ᾧ 内含了其与格先行词(即 τούτῳ ᾧ,“在它……的对象上”)。

  2. 2.38οὐκέτι μέντοι ἐπὶ τῶν οὕτως ἐχόντων ἢ ᾧ ἧττον ὑπάρχει μὴ ὑπάρχον δείκνυσί τι ἢ ᾧ μᾶλλον ὑπάρχει ὑπάρχον

    在否定副词 οὐκέτι 统摄下,连接词 ἢ ... ἤ ... 起到了双重否定的平行作用(“既不……也不……”)。分词 μὴ ὑπάρχον 与 ὑπάρχον 实质性地充当动词 δείκνυσί τι(“说明/表明某种东西”)的主语。

  3. 2.39ἢ εἰ τοῦτο, κἀκεῖνο

    紧承前一条件句表达其逆向/反向推论的极度紧缩的省略结构。补足动词 ὑπάρχει,理解为:“或者,如果这一个(看似更不属于者)属于,那一个(看似更属于者)也将属于”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:206.13-208.10