← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§204.25-206.12

基于更多与更少的论题的四重分类

亚历山大注解了亚里士多德在《论题篇》第二卷中基于“更多与更少”的论题(114b37),阐明了其四重分类,说明了第一种类型(一物对一物)的结构及其在确立与反驳中的运用,并讨论了因过度而使原本为善的事物变为恶的反论与辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37

" Ἔτι δὲ καὶ ἐκ τοῦ μᾶλλον καὶ ἧττον." Τόπους παραδίδωσιν ἡμῖν ἀπό τε τοῦ μᾶλλον καὶ ἧττον καὶ ἔτι ἀπὸ τοῦ ὁμοίως κατασκευαστικούς τε καὶ ἀνασκευαστικούς. εἰσὶ δὲ οἱ τόποι τὸ χρήσιμον ἔχοντες ἐν τοῖς συμβλητοῖς· ἐν τούτοις γὰρ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ὁμοίως. καὶ πρῶτόν γε τῶν ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον μνημονεύει, εἶτα προστίθησιν αὐτοῖς καὶ τοὺς ἀπὸ τοῦ ὁμοίου. φησὶ δὲ τέσσαρας εἶναι τοὺς ἀπὸ τοῦ μᾶλλον, ὁμοίως δὲ καὶ τοὺς ἀπὸ τοῦ ἧττον τόπους, ὧν ἕκαστον καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν εἶναι χρήσιμον. εἰσὶ δὲ οἱ τέσσαρες, ὡς ἐρεῖ, ἢ ἑνὸς περὶ ἑνὸς κατὰ τὸ μᾶλλον τε καὶ ἧττον τὴν σύγκρισιν λαμβάνοντος ἢ ἑνὸς περὶ δύο ἢ δύο περὶ ἑνὸς ἢ δύο περὶ δύο. καὶ ἔστιν, οὗ πρώτου μνημονεύει, ἑνὸς περὶ ἑνός, ὢν τοιοῦτος· εἰ ζητοῖτο περί τινων εἰ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει, ἐπιδεχομένων ἀμφοτέρων τὸ μᾶλλόν τε καὶ ἧττον, ἀξιοῖ ὁρᾶν εἰ τῷ μᾶλλον τὸ μᾶλλον ὑπάρχει. * * * * * καὶ τῷ ἁπλῶς τὸ ἁπλῶς ὑπάρξει·1 ἐὰν δὲ μὴ ὑπάρχῃ τῷ μᾶλλον τὸ μᾶλλον, οὐδ’ ἂν τῷ ἁπλῶς τὸ ἁπλῶς ὑπάρξαι. οἷον εἰ ζητοῖτο πότερον τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχει ἢ οὔ, ἐπεὶ ἀμφότερα τὸ μᾶλλον ἔχει, δεῖ ὁρᾶν εἰ τῇ μᾶλλον ἡδονῇ τὸ μᾶλλον ἀγαθὸν ὑπάρχει· εἰ γὰρ ἡ μᾶλλον ἡδονὴ μᾶλλον ἀγαθόν, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἂν εἴη· εἰ δὲ μὴ εἴη ἡ μᾶλλον ἡδονὴ τῆς ἧττον ἡδονῆς μᾶλλον ἀγαθόν, οὐδ’ ἂν ἡ ἡδονὴ ἀγαθὸν εἴη. πάλιν ζητουμένου εἰ τὸ ἀδικεῖν κακόν, ζητητέον εἰ τὸ μᾶλλον ἀδικεῖν τοῦ ἧττον μᾶλλόν ἐστι καὶ μεῖζον κακόν· κἂν μὲν δείξωμεν οὕτως ἔχον, δεδειχότες ἂν εἴημεν καὶ τὸ ἀδικεῖν κακὸν ὄν· εἰ δὲ δειχθείη τὸ μᾶλλον ἀδικεῖν μὴ ὂν μᾶλλον κακόν, οὐδ’ ἂν τὴν ἀρχὴν τὸ ἀδικεῖν εἴη κακόν. δοκεῖ δέ τισι τὸ τυραννεῖν μᾶλλον ἀδικεῖν ὂν μὴ εἶναι κακόν. πάλιν εἰ τὸ μᾶλλον ἀλγεῖν μᾶλλον κακόν, καὶ τὸ ἀλγεῖν τοιοῦτον· καὶ εἰ τὸ μᾶλλον πένεσθαι μᾶλλον κακόν, καὶ τὸ πένεσθαι· καὶ εἰ τὸ μᾶλλον φιλοπονεῖν μᾶλλον ἀγαθόν, καὶ τὸ φιλοπονεῖν τοιοῦτον. εἰσὶ δὲ ἀπὸ μὲν τοῦ μᾶλλον ἀρχόμενοι οἱ τόποι ἀνασκευαστικοί, ἀπὸ δὲ τοῦ ἧττον κατασκευαστικοί· ἐν μὲν γὰρ τῷ δειχθῆναι μὴ ὑπάρχον τὸ μᾶλλον ἀνασκευάζεται καὶ τὸ ἁπλῶς καὶ τὸ ἧττον. ἐν δὲ τῷ δειχθῆναι τὸ ἧττον ὑπάρχον κατασκευάζεται καὶ τὸ ἁπλῶς καὶ τὸ μᾶλλον. εἰ δὲ τῇ τοῦ ὑποκειμένου ἐπιδόσει ἡ τοῦ κατηγορουμένου ἐπίδοσις ὑπάρχει, διὰ τῆς ἐπαγωγῆς χρὴ λαμβάνοντας πιστοῦσθαι. οἷον μᾶλλον ἡδονὴ ἡ περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ ἡ περὶ τὰς βρώσεις τε καὶ πόσεις· δοκοῦσι γὰρ εἶναι σφοδρότεραι. τὸ δὲ σφοδρότερον μᾶλλον τοιοῦτον· εἰ οὖν αὗται μή εἰσι μᾶλλον ἀγαθαὶ διὰ τὸ μηδὲ τὰς ἐπιθυμίας αὐτῶν ἀγαθὰς εἶναι, οὐδ’ ἂν ἡ ἡδονὴ ἀγαθὸν εἴη. δόξαι δ’ ἂν ὁ τόπος ἔνδοξος μᾶλλον ἢ ἀληθὴς εἶναι· πολλῶν γὰρ αἱ μὲν ὑπερβολαὶ πρὸς τῷ μὴ εἶναι ἀγαθαὶ καὶ κακά ἐστιν,2 αὐτὰ μέντοι ἀγαθά ἐστιν. οἷον τὸ γυμνάζεσθαι· συμμέτρως ἀγαθὸν ὄν (ποιητικὸν γὰρ ὑγείας) τὴν ὑπερβολὴν κακὸν ἔχει· τὰ γὰρ ὑπερβάλλοντα γυμνάσια φθαρτικὰ τῆς ὑγείας. καὶ ἡ μὲν ὑπερβολὴ τοῦ πλούτου οὐκ ἀγαθόν, ὁ δὲ πλοῦτος ἀγαθόν. ἢ οὐκ ἔστι κακὸν τὸ μᾶλλον ἐν τῷ πλήθει τοῦ πλούτου, εἰ ὡς ὀργάνῳ χρήσαιτό τις αὐτῷ ἀγαθῶν· ὁ τοιοῦτος δὲ ἀγαθόν. ἀλλὰ καὶ εἰ τὰ γυμνάσια ὥρισται τῷ ὑγείας ἢ εὐεξίας εἶναι ποιητικά, τὰ μὴ ταῦτα ποιοῦντα οὐ γυμνάσιά ἐστιν· οὐ γὰρ ὑποπίπτει τῷ τῶν γυμνασίων ὁρισμῷ· ἐπὶ τούτων γὰρ τὸ μᾶλλον ἐν τῷ μᾶλλον σώζειν τὴν οἰκείαν φύσιν.3

“此外,还从更多与更少中得出。” 他传授给我们从更多和更少中、并且还从同样中得出的论题,这些论题既适用于确立,也适用于反驳。这些论题在可比较的事物中具有用处;因为在这些事物中存在着更多、更少以及同样。他首先提到了那些从更多和更少中得出的论题,随后又向它们添加了从相似事物中得出的论题。他说从更多中得出的论题有四个,同样,从更少中得出的论题也有四个,其中每一个对于反驳和确立都是有用的。正如他将要说的那样,这四种情况或者是关于一物对一物按照更多和更少进行比较,或者是一物对二物,或者是二物对一物,或者是二物对二物。而他首先提到的那一情况,是一物对一物的情况,它是这般的:如果就某些事物探究其一是否属于另一,而两者都容许更多和更少,他要求考察更多的事物是否属于更多的事物。* * * * *[如果属于,]无条件的事物也将属于无条件的事物;但如果更多的事物不属于更多的事物,无条件的事物也不会属于无条件的事物。例如,如果探究善是否属于快乐,既然两者都容许更多,就应当考察更多的善是否属于更多的快乐;因为如果更多的快乐是更多的善,快乐也将是善;但如果更多的快乐相比于更少的快乐并非更多的善,快乐也不会是善。再次,当探究作恶是否为坏事时,应当探究更多地作恶相比于更少地作恶是否是更多且更大的坏事;如果我们表明确实如此,我们就已经表明了作恶也是坏事;但如果表明更多地作恶并不是更多的坏事,那么作恶从根本上就不会是坏事。但在某些人看来,实行僭主统治虽然是更多地作恶,却并不是坏事。再次,如果更多地感到痛苦是更多的坏事,那么感到痛苦也是这样的;如果更多地贫穷是更多的坏事,那么贫穷也是;如果更多地勤勉是更多的善,那么勤勉也是这样的。 从更多出发的论题是用于反驳的,而从更少出发的论题是用于确立的;因为在表明更多的不属于时,无条件的和更少的都被反驳了。而在表明更少的属于时,无条件的和更多的都被确立了。至于主词的增长是否伴随着谓词的增长,应当通过归纳把握来予以确证。例如,关于性爱的快乐是更多的快乐,关于饮食的快乐也是如此;因为它们看起来更为剧烈。而更为剧烈的事物是更多地具有此类性质的;因此,如果这些快乐由于其欲望也不是善的而并非更多的善,快乐也就不会是善了。 不过,这一论题似乎更具有公认性而非真实性;因为在许多事物上,其过度除了不是善之外甚至还是恶,然而这些事物本身却是善。例如锻炼身体:适度的锻炼是善(因为它是产生健康的),而它的过度则是恶;因为过度的锻炼是破坏健康的。财富的过度不是善,但财富本身是善。或者,如果有人把财富作为获得善的事物的工具来使用,那么财富数量上的更多就不是恶,而这样的财富是善?而且,如果锻炼被定义为产生健康或健壮体魄的活动,那么不产生这些结果的活动就不是锻炼;因为它们并不归入锻炼的定义之下;因为在这些事物中,更多在于更多地保持其固有的本性。

语法注3 条
  1. 2.37ἀξιοῖ ὁρᾶν εἰ τῷ μᾶλλον τὸ μᾶλλον ὑπάρχει. * * * * * καὶ τῷ ἁπλῶς τὸ ἁπλῶς ὑπάρξει

    紧接着写本缺文标记(星号)之后的 καὶ τῷ ἁπλῶς τὸ ἁπλῶς ὑπάρξει 在句法上充当主句结果从句(apodosis),承接前文的条件从句 εἰ τῷ μᾶλλον τὸ μᾶλλον ὑπάρχει(或缺文中所遗失的肯定条件句),并与下文的条件句 ἐὰν δὲ μὴ ὑπάρχῃ... 构成对言呼应。

  2. 2.37πρὸς τῷ μὴ εἶναι ἀγαθαὶ καὶ κακά ἐστιν

    介词 πρός 支配带定冠词的与格不定式(τῷ μὴ εἶναι ἀγαθαί),表示“除了……之外还……”的递进/附加含义。不定式的表语 ἀγαθαί 与主句主语 αἱ ὑπερβολαί 保持性数一致(主格阴性复数),随后引出主句述谓 καὶ κακά ἐστιν。

  3. 2.37ἐπὶ τούτων γὰρ τὸ μᾶλλον ἐν τῷ μᾶλλον σώζειν τὴν οἰκείαν φύσιν

    省略系动词 ἐστί 的结构。主语为 τὸ μᾶλλον(“更多”),述谓部分由介词短语 ἐν τῷ μᾶλλον σώζειν τὴν οἰκείαν φύσιν(“在于更多地保持其固有的本性”)充当,介词 ἐν 表示其本质或规定所在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:204.25-206.12