- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:203.22-204.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了亚里士多德关于“在单一方面与多数方面是否具有相似关系”的论题,通过知晓与思虑等例子探讨了这一推论关系的有效性与限度,以及它在反驳中的功用。
" Σκοπεῖν δὲ καὶ ἐφ’ ἑνὸς καὶ ἐπὶ πολλῶν εἰ ὁμοίως ἔχει· ἐνιαχοῦ γὰρ διαφωνεῖ." Καὶ οὗτος ὁ τόπος ἐξ ἀκολουθίας. ἔστι δὲ τοιοῦτος· εἰ ἐφ’ ἑνὸς ἕν τι, καὶ ἐπὶ πολλῶν πολλὰ τὰ τοιαῦτα· ἀκολουθεῖ γάρ. οἷον εἰ τὸ διδάσκειν ἕνα ὠφελεῖν ἕνα ἐστί, καὶ τὸ πολλοὺς διδάσκειν πολλοὺς ὠφελεῖν ἔσται· ἢ εἰ μὴ τοῦτο, οὐδὲ τὸ πρῶτον. πάλιν εἰ τὸ μνημονεύειν τινὸς μετὰ τοῦ φαντάζεσθαι περὶ αὐτοῦ, καὶ τὸ πολλῶν μνημονεύειν μετὰ τοῦ φαντάζεσθαι περὶ τῶν πολλῶν γίνοιτ’ ἄν. καὶ εἰ εἷς ἄνθρωπος λογικός, καὶ οἱ πολλοὶ λογικοί. καὶ εἰ τὸ ἐπίστασθαι διανοεῖσθαί ἐστι, καὶ τὸ πολλὰ ἅμα ἐπίστασθαι πολλὰ ἅμα διανοεῖσθαι ἔσται· εἰ δὲ ἀδύνατον ἅμα πολλὰ διανοεῖσθαι, οὐδ’ ἂν τὸ ἐπίστασθαι διανοεῖσθαι εἴη. ὅτι δ’ οὐχ ἕπεται τῷ ἅμα πολλὰ ἐπίστασθαι τὸ καὶ διανοεῖσθαι ἅμα πολλά, δῆλον ἐκ τοῦ ἐπίστασθαι μὲν ἅμα πολλὰ δυνατὸν εἶναι, διανοεῖσθαι δὲ ἅμα πολλὰ ἀδύνατον· πᾶς γὰρ ὁ διανοούμενος ἕν τι διανοεῖται. τὸ γὰρ διανοεῖσθαι ἐνέργεια καὶ διέξοδος τῆς ψυχῆς· ὡς γὰρ ἀδύνατον ἅμα λέγειν πολλοὺς λόγους, οὕτως καὶ διανοεῖσθαι ἅμα πολλά· λόγος γάρ τις ἡ διάνοια τῆς ψυχῆς αὐτῆς ἐφ’ ἑαυτῆς λεγούσης. ἢ οὐκ ἀνάγκη, εἰ μὴ οἷόν τε τὸν πολλὰ ἅμα ἐπιστάμενον πολλὰ ἅμα διανοεῖσθαι, μηδὲ τὸ ἐπίστασθαι διανοεῖσθαι εἶναι·1 ὃ καὶ αὐτὸς δοκεῖ λέγειν· προσθεὶς γὰρ τὸ ἐνιαχοῦ γὰρ διαφωνεῖ ἐπήνεγκεν οἷον εἰ τὸ ἐπίστασθαι διανοεῖσθαι, καὶ τὸ πολλὰ ἐπίστασθαι πολλὰ διανοεῖσθαι· τοῦτο δὲ οὐκ ἀληθές. ἢ τὸ ἐνιαχοῦ γὰρ διαφωνεῖ εἶπεν οὐκ ἐπὶ διαβολῇ τοῦ τόπου ἀλλὰ δεικνὺς ἐφ’ ὧν χρήσιμος ὁ τόπος πρὸς ἀνασκευήν· ἐφ’ ὧν γὰρ φαίνεται μὲν ἐφ’ ἑνὸς οὕτως ἔχειν, οὐκέτι δὲ ἐπὶ τῶν πολλῶν δυνατὸν τοῦτο, ἐπὶ τούτων ἀπὸ τῶν πολλῶν ἀρχόμενοι ἀνασκευάσομεν τὸ καὶ ἐπὶ τοῦ ἑνὸς φαινόμενον, ὡς ἔχει ἐπὶ τοῦ τὸν ἐπιστάμενον διανοεῖσθαι· τούτῳ γὰρ οὕτως ἔχειν δοκοῦντι ἐναντιοῦται τὸ μὴ δύνασθαι τὸν πολλὰ ἐπιστάμενον ἅμα καὶ διανοεῖσθαι ἅμα πολλά·2 διὸ οὐδὲ ἐκεῖνο ἂν ἀληθὲς εἴη. ἢ καὶ [ἐπὶ] ἑνὸς ἐπιστήμονος ὄντος οὐκ ἀνάγκη καὶ πολλούς, καὶ ἑνὸς μέλανος οὐκ ἀνάγκη καὶ πολλούς, καὶ ἑνὸς ἑξαδακτύλου οὐκέτι καὶ οἱ πολλοί. ἢ ὁ τόπος ἐπὶ τῶν φύσει τε καὶ κατὰ φύσιν ὑπαρχόντων προΐοι ἄν.
“在单一方面和多数方面也应考察是否具有相似的关系;因为在某些情况下并不一致。” 这一论题也是从推论中引申出来的。它是这般的:如果在单一方面有某一单一的事物,那么在多数方面也有许多此类事物;因为这是合乎推论的。例如,如果教导一人是有益于一人,那么教导多人也将是有益于多人;或者如果这不成立,最初的也不成立。再次,如果记忆某一事物是伴随着对它的表象,那么记忆许多事物也将伴随着对许多事物的表象而发生。而且如果一个人具有理性,多数人也是具有理性的。又如果知晓是思虑,那么同时知晓许多事物也将是同时思虑许多事物;但如果不可能同时思虑许多事物,知晓也就不是思虑了。而同时知晓许多事物并不必然随之产生同时思虑许多事物,这从以下事实是显然的:同时知晓许多事物是可能的,但同时思虑许多事物是不可能的;因为每一个思虑者所思虑的都是单一的事物。因为思虑是灵魂的一种活动和展开过程;正如不可能同时讲出许多话语一样,同时思虑许多事物也是不可能的;因为思虑乃是灵魂自身对自己说话的某种话语。 或者,即使同时知晓许多事物的人不可能同时思虑许多事物,也并不必然得出知晓就不是思虑;这似乎正是他自己所说的;因为他在加上“因为在某些情况下并不一致”之后,接着说:“例如,如果知晓是思虑,知晓许多事物也就是思虑许多事物;但这不是真实的。” 或者,他说“因为在某些情况下并不一致”,并非为了贬低这个论题,而是为了表明这个论题在哪些情况下对于反驳是有用的;因为在那些于单一方面显得如此、但在多数方面却不再可能的事物上,我们在这些事物中从多数出发,将反驳那在单一方面所显现的事物,正如在知晓者即是思虑者的情况中所见到的那样;因为与这个看似如此的事物相对立的,是同时知晓许多事物的人不可能同时也思虑许多事物;所以那一点也不是真实的。 或者,即使存在一个有知识的人,也并不必然有许多人是有知识的,即使存在一个黑人,也并不必然有许多人是黑的,即使存在一个六指的人,多数人也不再是六指的。 或者,这一论题可在就本性而言且依循本性而存在的事物上推进。
- 2.36ἢ οὐκ ἀνάγκη, εἰ μὴ οἷόν τε τὸν πολλὰ ἅμα ἐπιστάμενον πολλὰ ἅμα διανοεῖσθαι, μηδὲ τὸ ἐπίστασθαι διανοεῖσθαι εἶναι
由连词 ἤ 引出的探讨性反问。否定不定式短语 μηδὲ τὸ ἐπίστασθαι διανοεῖσθαι εἶναι 作为无人称短语 οὐκ ἀνάγκη [ἐστί](“莫非没有必然性……”)的主语后置,中间插入了条件从句 εἰ μὴ οἷόν τε ... διανοεῖσθαι。否定词 μηδέ 修饰不定式 εἶναι。
- 2.36τούτῳ γὰρ οὕτως ἔχειν δοκοῦντι ἐναντιοῦται τὸ μὴ δύνασθαι τὸν πολλὰ ἐπιστάμενον ἅμα καὶ διανοεῖσθαι ἅμα πολλά
动词 ἐναντιοῦται 的主语是带冠词不定式短语 τὸ μὴ δύνασθαι ... διανοεῖσθαι(其中 τὸν πολλὰ ἐπιστάμενον 是不定式的宾格主语),而与格分词短语 τούτῳ ... οὕτως ἔχειν δοκοῦντι 则作为其相对立的对象补足语。与格代词 τούτῳ 指代前文关于单一情况的看似成立的前提(“知晓者即是思虑者”),复数情况的不可能性正与此相对立。
