← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§202.18-203.21

基于相似性与比例关系的推论论题

亚历山大注释了亚里士多德在《论题篇》第二卷中提出的相似性论题(114b25),说明了基于比例关系的建构与反驳论证,并区分了真实的相似性与仅依语词形式的表象相似性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35

" Πάλιν ἐπὶ τῶν ὁμοίων, εἰ ὁμοίως ἔχει." Οὗ νῦν μνημονεύει τόπου,1 ἐστὶ καὶ αὐτὸς ἐξ ἀκολουθίας τῆς ἐπὶ τῶν κατ’ ἀναλογίαν τῶν αὐτῶν καὶ ὁμοιότητος. οἷον ἐπεὶ ὁμοίως ἔχει ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ καὶ δόξα πρὸς τὰ δοξαστά, εἰ ἐπιστήμη μία τῶν πλειόνων, εἴη ἂν δεικνύμενον2 ὅτι καὶ δόξα· ἀκολουθεῖ γάρ· κἂν ἐπὶ τῆς δόξης οὕτως ἔχῃ, εἴη ἂν πάλιν καὶ ἐπὶ τῆς ἐπιστήμης δεικνύμενον τὸ αὐτό. οὕτως λαβών τις ὅτι ὁμοίως ἔχει ὄψις πρὸς τὸ ὁρᾶν καὶ ἀκοὴ πρὸς τὸ ἀκούειν, δείξει ὅτι, ἐπεὶ μὴ τὸ ὄψιν ἔχειν αὔταρκες πρὸς τὸ ὁρᾶν (δεῖ γὰρ καὶ φωτὸς καὶ διαστήματος), οὐδὲ τὸ ἀκοὴν ἔχειν αὔταρκες πρὸς τὸ ἀκούειν· ὁμοίως, εἰ τὸ ἀκοὴν ἔχειν οὐκ αὔταρκες πρὸς τὸ ἀκούειν, οὐδ’ ἂν τὸ ὄψιν ἔχειν αὔταρκες εἴη πρὸς τὸ ὁρᾶν· καὶ εἰ τὸ ἕτερον αὔταρκες, καὶ θάτερον· ἔστι γὰρ ὁ τόπος καὶ κατασκευαστικὸς καὶ ἀνασκευαστικός. καὶ ἐπεὶ ὁμοίως ἔχει οἰκοδομικὴ πρὸς οἰκίαν καὶ ναυπηγικὴ πρὸς ναῦν, εἰ αὐτάρκης ἡ τῆς οἰκοδομικῆς παρουσία πρὸς ποίησιν οἰκίας, αὐτάρκης ἂν εἴη καὶ ἡ τῆς ναυπηγικῆς παρουσία πρὸς νεὼς κατασκευήν· εἰ δὲ μὴ αὐτάρκης ἡ τῆς ἑτέρας παρουσία πρὸς ποίησιν τῶν ὑπ’ αὐτήν, οὐδ’ ἂν ἡ τῆς ἑτέρας παρουσία αὐτάρκης εἴη πρὸς τὴν τῶν ὑφ’ αὑτὴν ποίησιν. τούτῳ δέ, φησί, δεῖ χρῆσθαι τῷ τόπῳ καὶ ἐπὶ τῶν ἀληθῶς ὁμοίων καὶ ἐπὶ τῶν δοκούντων. ἐπὶ μὲν οὖν τῶν ἀληθῶς ὁμοίων ἔσται καὶ τὸ δεικνύμενον ἀληθές· ἐπὶ δὲ τῶν δοκούντων ἀληθὲς μὲν οὔ, φαινόμενον δέ. αὐτίκα γοῦν οὐ πάντῃ ὁμοίως ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ ἔχει καὶ δόξα πρὸς τὰ δοξαστά, εἴ γε ἡ μὲν ἐπιστήμη ἀμετάπειστός ἐστι περὶ τὰ ἐπιστητά, ἡ δὲ δόξα οὐ τοιαύτη. ἀλλ’ οὐδὲ ὁμοίως ἔχει ὄψις πρὸς τὸ ὁρᾶν καὶ ἁφὴ πρὸς τὸ ἅπτεσθαι· ἡ μὲν γὰρ διὰ μέσου τινὸς καὶ τούτου πεφωτισμένου ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητοῦ, ἡ δὲ ἁφὴ οὐχ οὕτως. δοκοῦσα ὁμοιότης ἐστὶ καὶ ἡ κατὰ τὸ σχῆμα τῆς λέξεως· δοκεῖ γὰρ ὅμοιον εἶναι τὸ μὲν ὁρᾶν τῷ βοᾶν τὸ δὲ πονεῖν τῷ ποιεῖν καὶ τὸ ὑφαίνειν τῷ ὑγιαίνειν. εἰ δή τις ἀξιώσαι, ἐπεὶ τὸ βοᾶν ποιεῖν ἐστι, καὶ τὸ ὁρᾶν ποιεῖν εἶναι, καὶ ἐπεὶ τὸ πονεῖν πάσχειν, καὶ τὸ ποιεῖν πάσχειν εἶναι, καὶ ἐπεὶ τὸ ὑφαίνειν ἐνεργεῖν, καὶ τὸ ὑγιαίνειν, ἀπὸ φαινομένης ὁμοιότητος τὴν ἐπιχείρησιν ποιήσεται. οὐ γὰρ τῷ πράγματι ἡ τῶν προειρημένων ὁμοιότης ἀλλὰ τῇ λέξει μόνῃ· διὸ καὶ ἐπιπόλαιος καὶ σοφιστικὴ ἡ πρὸς τὰ τοιαῦτα χρῆσις τοῦ τόπου.

“再次,在相似之物的情况中,看它们是否具有相似的关系。” 他现在所提到的论题,本身也是从按类比而言相同之物的推论以及相似性中引申出来的。例如,既然知识对于可知之物的关系与意见对于可意见之物的关系相似,那么如果一门知识对应多数事物,由此便可证明意见也是如此;因为这是合乎推论的。而如果在意见的情况中是如此,那么在知识的情况中同样也可以证明相同的事情。同样,若有人假定视力对于看的关系与听力对于听的关系相似,他就会表明:既然仅有视力对于看而言是不充分的(因为还需要光线和距离),那么仅有听力对于听而言也是不充分的。同样,如果仅有听力对于听而言是不充分的,那么仅有视力对于看而言也不会是充分的;而如果其中一方是充分的,另一方也是充分的;因为这个论题既可用于建构,也可用于反驳。而且,既然建筑术对于房屋的关系与造船术对于船只的关系相似,那么如果建筑术的临在对于建造房屋是充分的,造船术的临在对于建造船只也会是充分的;但如果其中一方的临在对于制作其属下之物是不充分的,另一方的临在对于制作其自身属下之物也不会是充分的。他说,人们既应当在真正相似之物的情况中使用这个论题,也应当在貌似相似之物的情况中使用它。因此,在真正相似之物的情况中,被证明的事物也将是真实的;但在貌似相似之物的情况中,被证明的事物则不是真实的,而是表象的。例如,知识对于可知之物的关系与意见对于可意见之物的关系绝非在各个方面都相似,如果知识在可知事物上确实是不可被说服动摇的,而意见则不是这般。此外,视力对于看的关系与触觉对于触碰的关系也不相似;因为视力是通过某种媒介、且是受光的媒介来感知其固有感知对象的,而触觉则不是这样。依循词语形式的相似性也是一种貌似相似;因为“看(ὁρᾶν)”似乎与“喊叫(βοᾶν)”相似,“劳苦(πονεῖν)”似乎与“做(ποιεῖν)”相似,“织造(ὑφαίνειν)”似乎与“健康(ὑγιαίνειν)”相似。因此,若有人主张:既然喊叫是施动,看也就是施动;既然劳苦是受动,做也就是受动;既然织造是活动,健康也就是活动,那么他就是依据表象的相似性来进行论证。因为上述诸事的相似性不在于事实,而仅仅在于词语;所以将该论题用于此类事物既是流于表面,也是诡辩性的。

语法注2 条
  1. 2.35Οὗ νῦν μνημονεύει τόπου

    先行词并入关系从句并受其格位吸引。在句法上本应作为主句主语的名词 τόπος(即 ὁ τόπος, οὗ νῦν μνημονεύει, ἐστί...),被从句动词 μνημονεύει 所要求的属格所吸引,进入了关系从句内部。

  2. 2.35εἴη ἂν δεικνύμενον

    由希求式 εἴη、现在分词 δεικνύμενον 以及 ἄν 构成的迂回式可能表达,意为“便会被证明/展示”,充当条件推论的主句(归结分句)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:202.18-203.21