- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:201.15-202.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了关于产生之物与破坏之物的论题,指出虽然善的产生因素必然产生善的事物,但由于善物亦可由恶产生,因而其反向推论及恶产生恶之推论均不成立;借此他辨析了斯多亚学派的论证,并澄清了生成与产生因素之间的区别。
ὧν δέ γε τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν, καὶ ὧν τὰ φθαρτικὰ κακά, αὐτὰ ἀγαθά· τὸ γὰρ νόσου φθαρτικὸν ἀγαθόν, ἐπεὶ κακὸν ἡ νόσος, καὶ τὸ ὑγείας φθαρτικὸν κακόν, ὅτι ἀγαθὸν ἡ ὑγεία. Ἐπιζητήσαι δ’ ἄν τις ἐπὶ τῶν ποιητικῶν, εἰ ὥσπερ ὧν τὰ ποιητικὰ ἀγαθά, καὶ αὐτά, οὕτως καὶ ὧν τὰ ποιητικὰ κακά, καὶ αὐτὰ κακά, καὶ ἔτι, εἰ αὐτὰ ἀγαθά, καὶ τὰ ποιητικὰ ἀγαθά. εἰ γὰρ τοῦτο, δόξει καλῶς ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς λέγεσθαι ‘τὸ διὰ κακοῦ γινόμενον οὐκ ἔστιν ἀγαθόν· πλοῦτος δὲ καὶ διὰ πορνοβοσκίας κακοῦ ὄντος γίνεται· οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν’. ἢ ὁ τόπος ἔνδοξος μέν ἐστιν, οὐ μὴν καὶ ἀληθής· οὐ γὰρ κεκώλυταί τι ἀγαθὸν ὂν ὑπὸ κακοῦ γίνεσθαι, ὡς ὑγεία διὰ καύσεως καὶ τομῆς κακῶν ὄντων. ἢ τοῦτο καὶ αὐτὸς δόξει λέγειν καὶ διαιρεῖν· εἰπὼν γὰρ ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ποιητικῶν καὶ ἐπὶ τῶν φθαρτικῶν, προστίθησι1 πῶς οὕτως καὶ κατὰ τί εἶπεν· ὧν μὲν γὰρ τὰ ποιητικὰ ἀγαθὰ ἦν, καὶ αὐτὰ τῶν ἀγαθῶν, ὧν δὲ τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν· οὐκέτι δὲ προσέθηκεν οὔτε τὸ ‘ὧν τὰ γινόμενα ἀγαθά, καὶ τὰ ποιητικὰ τούτων ἀγαθά’ οὔτε τὸ ‘ὧν τὰ ποιητικὰ κακά, καὶ τὰ γινόμενα ὑπὸ τούτων κακά.’ ὡς γὰρ ἐξ ἀληθῶν μὲν πάντως ἀληθὲς συνάγεται, οὐ μὴν πάντως καὶ τὸ ἀληθὲς ἐξ ἀληθῶν (καὶ γὰρ καὶ ἐκ ψευδῶν ἀληθές), οὕτως καὶ τὸ ὑπὸ μὲν ἀγαθῶν γεγονὸς ἀγαθόν, οὐ μὴν πάντως τοῦ ἀγαθοῦ καὶ τὰ ποιητικὰ ἀγαθά· δύναται γὰρ καὶ ὑπὸ κακοῦ ἀγαθὸν γενέσθαι. εἶπεν οὖν οὕτως ὡς μέχρι τούτου τοῖς ἐπὶ τῶν γενέσεων καὶ φθορῶν εἰρημένοις ὁμοίων ὄντων τῶν ποιητικῶν τε καὶ φθαρτικῶν. εὕροις δ’ ἂν διαφέρον τῆς γενέσεως τὸ ποιητικόν, ὅτι ἡ γένεσις μὲν ἐπ’ αὐτοῦ τοῦ πράγματος λέγοιτ’ ἄν, οὐκ ἐπὶ τῶν ποιητικῶν αὐτοῦ· οἷον εἰ τὸ τὴν ἀρετὴν γίνεσθαι ἀγαθόν, καὶ ἡ ἀρετὴ ἀγαθόν, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, καὶ τὸ γίνεσθαι αὐτὴν ἀγαθόν· πάλιν εἰ τὸ φθείρεσθαι τὴν ἀρετὴν κακόν, ἡ ἀρετὴ ἀγαθόν, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, καὶ τὸ γίνεσθαι αὐτὴν ἀγαθὸν καὶ τὸ φθείρεσθαι κακόν· καὶ εἰ τὸ φθείρεσθαι τὴν νόσον ἀγαθόν, ἡ νόσος κακόν. τὰ δὲ πρὸ ὀλίγου εἰρημένα τῶν γενέσεων παραδείγματα οὐ γένεσις ἂν οὐδὲ φθορὰ εἶεν ἀλλὰ ποιητικά, ἐφ’ ὧν μόνον ἀληθὲς ἐκεῖνο τὸ εἰ τὰ ποιητικὰ ἀγαθά, καὶ τὰ γινόμενα ἀγαθά. καὶ εἰ τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν, οὐ μὴν ἔτι ἀνάπαλιν τῷ δύνασθαι ἀγαθά τινα καὶ ὑπὸ κακῶν γίνεσθαι,2 ὡς ὑγεία ὑπὸ καύσεων καὶ τομῶν καὶ ἀτροφιῶν καὶ πλοῦτος ὑπὸ πορνοβοσκίας.
但另一方面,凡是破坏它们的事物是善的,它们自身属于恶;而凡是破坏它们的事物是恶的,它们自身则是善的。因为破坏疾病的事物是善的,既然疾病是恶的;而破坏健康的事物是恶的,因为健康是善的。然而人们在致生之物的情况中或许会追问:是否正如凡是产生之物是善的,它们自身也是善的一样,凡是产生之物是恶的,它们自身也是恶的?此外,如果它们自身是善的,其产生之物也是善的吗?因为如果是这样,来自斯多亚学派的人所说的话似乎就讲得很有道理了:“通过恶的事物而生成之物不是善的;但财富也是通过恶的开妓院而生成的;所以财富不是善的。”或者,这个论题固然是被普遍接受的,却并非真实?因为并不妨碍某物虽是善的,却由恶所产生,正如健康是通过恶的灼烧和切割而生成的那样。或者,[亚里士多德]自己似乎也说了这一点并作了区分?因为他在说了“同样的论理也适用于产生之物与破坏之物”之后,补充了他是在何种方式下以及就何而言这样说的:即凡是产生之物是善的,它们自身属于善,而凡是破坏之物是善的,它们自身属于恶;但他不再补充说“凡是生成之物是善的,其产生之物也是善的”,也不补充说“凡是产生之物是恶的,由它们所生成之物也是恶的”。因为正如从真的前提中固然完全推导出真理,然而真理绝非仅仅从真的前提中推导出来(因为从假的前提中也能推出真理),同样,由善的事物所生成之物固然是善的,然而善的事物的产生之物却绝非在任何情况下都是善的;因为善也有可能由恶所产生。因此他是鉴于产生之物与破坏之物仅仅到此为止与在生成和消灭的情况中所说的类似,才这样表达的。而且你可能会发现,产生之物与生成不同,因为生成可以说是关于事物本身的,而不是关于产生它的事物:例如,如果美德的生成是善的,美德也是善的;如果美德是善的,其生成也是善的;同样,如果美德的消灭是恶的,美德就是善的;如果美德是善的,它的生成是善的而它的消灭是恶的;如果疾病的消灭是善的,疾病就是恶的。相比之下,不久前所说的生成的那些例子不是生成也不是消灭,而是产生之物;在它们身上,唯有那个说法是真的,即:如果产生之物是善的,生成之物也是善的;如果破坏之物是善的,它们自身属于恶;然而反之则不再成立,这是由于某些善的事物也可能由恶所产生,正如健康由灼烧、切割和禁食所产生,而财富由开妓院所产生那样。
- 2.34εἰπὼν γὰρ ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ποιητικῶν καὶ ἐπὶ τῶν φθαρτικῶν, προστίθησι
分词 εἰπών 将亚里士多德的原话(ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ποιητικῶν καὶ ἐπὶ τῶν φθαρτικῶν)以主格形式作为直接引语嵌入充当其宾语,句子的主动词则是 προστίθησι。
- 2.34τῷ δύνασθαι ἀγαθά τινα καὶ ὑπὸ κακῶν γίνεσθαι
带中性单数与格定冠词的不定式 τῷ δύνασθαι 表示原因(原因与格)。补足不定式 γίνεσθαι 的逻辑主语是宾格的 ἀγαθά τινα。
