← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§200.10-201.15

基于生成消灭及起因与毁因的论题

对《论题篇》114b16进行注解,阐述了基于生成与消灭、产生之物与破坏之物的论题,探讨了生成与消灭在归结关系上的差异,以及生成本身与导致生成的中介或因素之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.34#1

" Ἔτι ἐπὶ τῶν γενέσεων καὶ φθορῶν καὶ ποιητικῶν καὶ φθαρτικῶν, καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι." Εἰπὼν τούς τε ἀπὸ τῶν ἐν τοῖς ἀντικειμένοις ἑπομένων τόπους κατασκευαστικούς τε καὶ ἀνασκευαστικοὺς καὶ τοὺς ἀπὸ τῶν συστοίχων ὑποδείκνυσί τινα καὶ ἄλλην εὐπορίαν ἐπιχειρήσεως ὁμοίως ταῖς προειρημέναις ἐξ ἀκολουθίας καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν χρήσιμον. ἔστι δὲ αὕτη ἀπὸ τῶν γενέσεων καὶ φθορῶν καὶ πάλιν ἀπὸ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν, ὧν ἕκαστος καθ’ αὑτὸν ἂν εἴη τόπος. ὧν γὰρ αἱ γενέσεις τῶν ἀγαθῶν,1 καὶ αὐτὰ ἀγαθά, καὶ ἀντιστρέψαντι,2 εἰ αὐτὰ ἀγαθὰ τὰ γινόμενα, καὶ αἱ γενέσεις ἀγαθαί. οἷον εἰ ἡ γένεσις τῆς ὑγείας (τοῦτο δέ ἐστιν ἡ σωφρονικὴ δίαιτα) ἀγαθόν, καὶ ἡ ὑγεία, ἧς γένεσις τὸ οὕτω διαιτᾶσθαι, ἀγαθὸν καὶ αὐτή· καὶ εἰ ἡ ὑγεία ἀγαθόν, πάλιν καὶ τὸ σωφρονικῶς διαιτᾶσθαι ἀγαθόν. καὶ ἐπεὶ ἡ ἀρετὴ ἀγαθόν, καὶ ἡ γένεσις αὐτῆς ἀγαθόν· τοῦτο δέ ἐστιν ἡ ἐκ παίδων ἀγωγὴ διὰ τῶν ἐθῶν τῶν πρὸς ἀρετὴν φερόντων· καὶ ἐπεὶ ἡ τοιαύτη ἀγωγὴ ἀγαθὸν γένεσις ἀρετῆς οὖσα, καὶ τὸ γινόμενον, ἡ ἀρετή, ἀγαθόν. ἔστι δὲ τρόπον τινὰ καὶ οὗτος ὁ τόπος ἀπὸ τῶν συστοίχων, πλὴν ὅτι σύστοιχα μὲν εἴρηται οἷον τὸ ὑγεινόν, ὑγιαῖνον, ὑγιεινῶς, οὐκέτι δὲ τὸ ὑγιάζεσθαι τῇ ὑγείᾳ σύστοιχον. οὕτως δεικνύοις ἂν ὅτι, ἐπεὶ ἡ παιδεία ἀγαθόν, καὶ τὸ παιδεύεσθαι ἀγαθόν· γένεσις γὰρ τοῦτο παιδείας. ἢ γένεσιν λέγει νῦν οὐ δι’ ὧν γίνεται, ἀλλ’ αὐτὸ τὸ γίνεσθαι·3 εἰ γὰρ ἀγαθὸν τὸ γίνεσθαι ὑγείαν, καὶ ἡ ὑγεία ἀγαθόν· καὶ εἰ ἡ ὑγεία ἀγαθόν, καὶ τὸ γίνεσθαι ὑγείαν ἀγαθόν. ὁ αὐτὸς καὶ ἐπὶ ἀρετῆς λόγος. ἐπὶ δὲ τῶν φθορῶν οὐκέτι ὁμοίως ἔχει ὡς ἐπὶ τῶν γενέσεων, ἀλλὰ ἀνάπαλιν ἡ ἀκολούθησις· ὧν μὲν γὰρ αἱ φθοραὶ τῶν ἀγαθῶν, αὐτὰ τῶν κακῶν, ὧν δὲ ἡ φθορὰ κακόν, αὐτὰ ἀγαθά. οἷον εἰ ἀγαθὸν ἡ φθορὰ τῆς νόσου, κακὸν ἡ νόσος· φθορὰ γὰρ νόσου ἡ σώφρων δίαιτα ἀγαθὸν οὖσα· καὶ εἰ κακὸν ἡ φθορὰ τῆς ὑγείας, ἀγαθὸν ἡ ὑγεία· ἡ γὰρ ἀκόλαστος δίαιτα κακὸν οὖσα φθαρτικὸν ὑγείας. ἢ καὶ ἐπὶ τούτων οὐ τὰ φθαρτικὰ χρὴ λαμβάνειν (ποιητικὰ γὰρ ἐκεῖνα, περὶ ὧν ἐρεῖ) ἀλλ’ αὐτὸ τὸ φθείρεσθαι. ὡς δὲ ἐπὶ τῶν γενέσεων καὶ φθορῶν ἔχει, οὕτως καὶ ἐπὶ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν. ὧν μὲν γὰρ τὰ ποιητικὰ καὶ φυλακτικὰ ἀγαθά, καὶ αὐτὰ ἀγαθά· οἷον ἐπεὶ τὰ ὑγείας ποιητικὰ ἀγαθά, καὶ ἡ ὑγεία ἀγαθόν, καὶ ἀνάπαλιν, ἐπεὶ ἡ ὑγεία ἀγαθόν, καὶ τὰ ποιητικὰ ὑγείας ἀγαθά.

“此外,就生成与消灭,以及产生之物与破坏之物而言,无论是对反驳者还是对立论者都是如此。” 在阐述了从对立项中伴随的事物出发的立论性与反驳性论题,以及从同列项出发的论题之后,[亚里士多德]指出了另一种易于进行推论的途径,它与上述论题类似,基于归结关系,无论对于立论还是反驳都很有用。这一论题是从生成与消灭,以及从产生之物与破坏之物出发的,其中每一项本身都可以成为独立的论题。因为凡是生成属于善的事物,其自身也是善的;而对于换位者来说,如果生成出来的事物本身是善的,其生成也是善的。例如,如果健康的生成(即节制的养生方式)是善的,那么以如此养生为其生成的健康本身也是善的;如果健康是善的,那么节制地养生同样也是善的。又因为美德是善的,其生成也是善的;而这指的是从孩童起通过引向美德的习惯所进行的教养;又因为这种教养作为美德的生成是善的,所以生成之物即美德也是善的。在某种程度上,这一论题也是从同列项出发的,区别仅在于,所说的同列项是指诸如“健康的”、“处于健康状态”、“健康地”这类事物,而“被治愈”则不再被视为与“健康”同列。依照这种方式,你或许可以证明:既然教育是善的,受到教育也是善的;因为这就是教育的生成。或者,他现在所说的生成不是指借以生成的中介,而是指生成本身?因为如果生成健康是善的,健康也是善的;而如果健康是善的,生成健康也是善的。同样的论理也适用于美德。然而在消灭的情况中,其情形不再与生成中相同,其归结关系是相反的。因为凡是消灭属于善的事物,其自身属于恶;而凡是消灭是恶的事物,其自身则是善的。例如,如果疾病的消灭是善的,疾病就是恶的;因为节制的养生方式既是善的,又是疾病的消灭;如果健康的消灭是恶的,健康就是善的;因为放纵的养生方式既是恶的,又是健康的破坏因素。或者,在这些情况中也不应当选取破坏因素(因为那些是他将要谈及的产生之物),而应当选取被消灭本身。正如在生成与消灭的情况中一样,在产生之物与破坏之物的情况中也是如此。因为凡是产生并维持它们的事物是善的,它们自身也是善的;例如,既然产生健康的事物是善的,健康也是善的,反之,既然健康是善的,产生健康的事物也是善的。

语法注3 条
  1. 2.34ὧν γὰρ αἱ γενέσεις τῶν ἀγαθῶν

    ὧν 是属格关系代名词,先行词是主句主语 αὐτά。谓语部分 τῶν ἀγαθῶν 是表示类属的属格,省略了系动词 εἰσί,整句意为“凡是其生成属于善者之列(即生成是善的)的事物”。

  2. 2.34καὶ ἀντιστρέψαντι

    ἀντιστρέψαντι 是表示判断者或关涉者的与格(即判断主体与格),意为“对于进行换位的人而言”,作状语修饰其后的整个条件句 εἰ αὐτὰ ἀγαθὰ...。

  3. 2.34Ἢ γένεσιν λέγει νῦν οὐ δι’ ὧν γίνεται, ἀλλ’ αὐτὸ τὸ γίνεσθαι

    连词 Ἢ 引出与前述解释(将生成视为产生某物的手段或习性)相对立的另一备选解说,即指生成过程本身。句法上构成双重宾格结构,λέγει 的直接宾语为 γένεσιν,宾语补足语为 οὐ δι’ ὧν γίνεται, ἀλλ’ αὐτὸ τὸ γίνεσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:200.10-201.15