← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§199.6-200.9

结合同列项之相反项的推论论题

注解者探讨了亚里士多德提出的“就相反者考察相反者”的论题(114b6),结合正义与不正等具体示例,阐明了利用同列各项之相反项进行推论的归结规则,并指明了其与先前关于相反者论题的承接关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33

" Σκοπεῖν δὲ μὴ μόνον ἐπ’ αὐτοῦ τοῦ εἰρημένου, ἀλλὰ καὶ ἐπὶ τοῦ ἐναντίου τὸ ἐναντίον." Δείξας τὴν ἀπὸ τῶν συστοίχων εὐπορίαν πρὸς ἐπιχείρησιν προστίθησι τῷ προειρημένῳ τόπῳ καὶ τὸν ἀπὸ τῶν ἐναντίων ἑκάστῳ τῶν συστοίχων. ἔστι δὲ ἐναντίον τῇ μὲν δικαιοσύνῃ ἡ ἀδικία, τῷ δὲ δίκαιος ὁ ἄδικος, τῷ δὲ δίκαιον τὸ ἄδικον, τῷ δὲ δικαίως τὸ ἀδίκως. δεῖ οὖν, φησί, καὶ ἀπὸ τῶν ἐναντίων τῷ προκειμένῳ, οὐ μόνον ἀπὸ τῶν συστοίχων, τὴν ἐπιχείρησιν ποιεῖσθαι, σκοποῦντας εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον.1 ζητουμένου γὰρ εἰ τὸ ἀγαθὸν ἡδύ, ὁρᾶν χρὴ εἰ τῷ ἐναντίῳ τοῦ ἀγαθοῦ (τοῦτο δέ ἐστι τὸ κακόν) τὸ ἐναντίον τῷ ἡδεῖ, ὅπερ ἐστὶ τὸ λυπηρόν, ἕπεται· κἂν μὲν ἕπηται, δεικτέον ὅτι καὶ τῷ ἀγαθῷ τὸ ἡδὺ ἕπεται· εἰ δὲ μὴ ἕπεται (ἔστι γάρ τινα καὶ κακὰ ἡδέα), οὐδ’ ἂν τῷ ἀγαθῷ πάντως ἕποιτο τὸ ἡδύ. ἀλλὰ καὶ ζητουμένου εἰ ἡ δικαιοσύνη ἐπιστήμη, σκεπτέον εἰ ἡ ἀδικία ἄγνοια· εἰ γὰρ τοῦτο, κἀκεῖνο, καὶ εἰ μὴ τοῦτο, οὐδὲ ἐκεῖνο. πάλιν ἐπεὶ τῷ δικαίως τὸ ἀδίκως ἐναντίον, εἰ ζητοῖτο τῷ δικαίως εἰ τὸ ἐπιστημονικῶς καὶ ἐμπείρως ἕπεται, ἐπισκεπτέον εἰ τῷ ἀδίκως τὸ ἀγνοούντως καὶ ἀπείρως ἕπεται· εἰ μὲν γὰρ τούτῳ, κἀκείνῳ· εἰ δὲ μὴ τούτῳ, ὥσπερ δοκεῖ, οὐδ’ ἂν τῷ δικαίως ἐκεῖνα ἕποιτο. δοκεῖ γὰρ τὸ ἀδίκως γινόμενον ἐμπείρως μᾶλλον ἢ ἀπείρως γίνεσθαι· ἑκουσίως γὰρ καὶ ἐξ ἐπιβουλῆς πολλάκις τὸ ἀδίκως γινόμενον γίνεται· τὰ δὲ τοιαῦτα ἀπὸ ἐμπειρίας. αἴτιον δὲ τῆς τοιαύτης δείξεως, ὅτι, ὡς προείρηκεν ἐν τοῖς ἐπάνω, ἂν τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀνάγκη καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν,2 ὡς ἔδειξεν ἐν ταῖς τῶν ἐναντίων ἀκολουθίαις. διὸ καὶ αὐτὸς προσέθηκεν ὅτι οὗτος δὲ ὁ τόπος εἴρηται πρότερον ἐν ταῖς τῶν ἐναντίων ἀκολουθήσεσι· τὸ αὐτὸ γὰρ ἐκεῖ τε εἴρηται καὶ δέδεικται καὶ διὰ τούτου τοῦ τόπου ἀξιοῦται. εἴη δ’ ἂν οἰκειούμενον τὸ ἀπὸ τῶν ἐναντίων τῷ ἀπὸ τῶν συστοίχων, καθ’ ὅσον κατὰ τὴν αὐτὴν κλῆσίν τε καὶ πτῶσιν τὸ ἐναντίον λαβόντες δι’ ἐκείνου καὶ τὸ προκείμενον δείκνυμεν. οἷον εἰ ζητοῖτο εἰ τὸ δικαίως ἐπαινετῶς, τὸ ἀδίκως λαμβάνοντες ζητήσομεν εἰ ψεκτῶς· εἰ δὲ μὴ τὸ δικαίως ἀλλὰ τὸ δίκαιον, οὐ τὸ ἀδίκως πάλιν ἀλλὰ τὸ ἄδικον ληψόμεθα, κατὰ τὰς αὐτὰς συστοιχίας τὰ ἐναντία λαμβάνοντες καθ’ ἃς εἴληπται καὶ τὰ προκείμενα περὶ ὧν ζητοῦμεν· εἰ γὰρ ἡ πτῶσις τοῦ ἐναντίου ὑπάρχει τῇ πτώσει τοῦ ἐναντίου, καὶ τῇ πτώσει τοῦ ἐναντίου ὑπάρξει ἡ πτῶσις τοῦ ἐναντίου.

“不仅要就所说事物本身进行考察,还要就相反者考察相反者。” 在指出了从同列项进行推论的充足途径后,[亚里士多德]在上述论题中又补充了从与各个同列项相反的事物出发的论题。与正义相反的是不正,与公正之人相反的是不公正之人,与公正之事相反的是不公正之事,与“公正地”相反的是“不公正地”。因此,他说,不仅要从同列项出发,而且也应当从与所提出的问题相反的事物出发进行推论,考察相反者是否[伴随]相反者。因为若探讨善是否是令人愉悦的,就必须考察与善相反者(即恶)是否伴随有与令人愉悦者相反者(即令人痛苦者);如果确实伴随,就必须证明令人愉悦者也伴随善;但如果不伴随(因为也存在某些既是恶又是令人愉悦的事物),那么令人愉悦者也绝非必然伴随善。此外,若探讨正义是否是知识,就应当考察不正是否是无知;因为如果此者成立,彼者也成立,如果此者不成立,彼者也不成立。再次,既然与“公正地”相反的是“不公正地”,若探讨“合乎科学地”与“合乎经验地”是否伴随“公正地”,就必须考察“出于无知地”与“缺乏经验地”是否伴随“不公正地”;因为若伴随此者,也就伴随彼者;但若不伴随此者(正如看起来那样),那些属性也就不会伴随“公正地”。因为不公正地做出的事情,似乎更多是合乎经验地而非缺乏经验地做出的;因为不公正地做出的事情往往是出于自愿和谋划而做出的,而此类事情源于经验。而此类论证的依据在于,正如[他]在上面预先指出的那样,如果相反者[伴随]相反者,那么无论顺向还是逆向,相反者也必然[伴随]相反者,正如他在论相反者的归结时所证明的那样。因此他自己也补充道,“这一论题先前已在论相反者的归结中被论述过”;因为同样的事情在彼处既已被论述并被证明,在此处也通过这一论题被要求。从相反者出发的论述可以说是与从同列项出发的论述相亲和的,就我们依照相同的名称与屈折形式选取相反者、并借由它同样证明所提出的论题而言。例如,若探讨“公正地”是否是“值得称赞地”,我们通过选取“不公正地”,将探讨它是否是“应受谴责地”;但如果不是探讨“公正地”而是探讨“公正之事”,我们便不再选取“不公正地”而是选取“不公正之事”,即按照提出我们所探讨之事的相同同列序列来选取相反者;因为如果相反者的屈折形式属于相反者的屈折形式,那么相反者的屈折形式也同样将属于相反者的屈折形式。

语法注2 条
  1. 2.33σκοποῦντας εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον

    阳性复数宾格现在分词 σκοποῦντας 与非人称句式 δεῖ ... τὴν ἐπιχείρησιν ποιεῖσθαι 中不定式未明言的宾格逻辑主语(即一般的推论者或辩证者)相一致。在间接疑问从句 εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον 中,谓语动词(ἕπεται 或 ὑπάρχει)被省略,需补充理解为“相反者是否[伴随/属于]相反者”。

  2. 2.33ἂν τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀνάγκη καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν

    这是一个凝练的格言式构文,条件从句 ἂν τὸ ἐναντίον τῷ ἐναντίῳ 与主句 ἀνάγκη ... τὸ ἐναντίον 两处均省略了动词(ἕπηται / ἕπεσθαι)。短语 ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν(“无论是直接顺推还是相反逆推”)作状语,修饰相反者之间的归结方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:199.6-200.9