← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§198.1-199.5

利用同列项与屈折形式的论证程序

亚历山大阐释基于同列项与屈折形式的论题的具体运用,说明在确立与反驳命题时,论证如何转向该系列中对我们而言更易知晓的项,并以正义、智者与死亡等为例进行说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32#2

Καὶ τὰ μὲν σύστοιχα καὶ αἱ πτώσεις τοιαῦτα. ὁ δὲ τόπος ὁ ἀπ’ αὐτῶν· εἰ ζητοῖτο περί τινος εἰ ἔστι τι αὐτῷ συμβεβηκός, οἷον τὸ αἱρετὸν ἢ ἐπαινετὸν ἢ ἄλλο τι, οἷον ἀγαθὸν ἢ φευκτὸν ἤ τι τοιοῦτον, ἐπὶ τῶν συστοίχων αὐτῷ ἀξιοῖ μεταβάντας δεικνύναι1 τὸ ζητούμενον ὑπάρχον τούτῳ· δειχθέντος γὰρ ἑνὶ τῶν συστοίχων ὑπάρχοντος τοῦ ζητουμένου2 δεδειγμένον ἂν εἴη ὅτι καὶ τούτῳ· ὃ γὰρ ἑνί, καὶ τοῖς ἄλλοις. οἷον ζητουμένου εἰ τῇ δικαιοσύνῃ τὸ ἐπαινετὸν ὑπάρχει, ἂν δείξῃ τις ἑνὶ τῶν συστοίχων αὐτῇ τὸ ἐπαινετὸν ὑπάρχον, ἔσται καὶ τὸ προκείμενον δεδειχώς· ὡς γὰρ ἂν ἔχον δειχθῇ τι τῶν ἐν τῇ συστοιχίᾳ, ἔσται καὶ τὰ λοιπὰ ἔχοντα. οἷον εἰ τὸ δίκαιον ἴσον, καὶ ἡ δικαιοσύνη ἰσότης καὶ ὁ δίκαιος ἴσος καὶ τὸ δικαίως ἴσως· καὶ εἰ ἀνδρείως ἢ δικαίως ἐστὶ μᾶλλον καὶ ἧττον, καὶ ἡ ἀνδρεία ἂν καὶ ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ ἧττον ἔχοιεν· εἰ δὲ ἐκεῖνα μή, οὐδὲ ταῦτα. ὁμοίως εἰ αἰσθάνεσθαι ἔστι μᾶλλον καὶ ἧττον, καὶ αἴσθησις ἂν εἴη μᾶλλον καὶ ἧττον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ ἡδονῆς. καὶ [εἰ] τὸ δικαίως δὲ ἀποθνήσκειν ἐπαινετῶς ἐστιν ἀποθνήσκειν, ἐπεὶ τὸ δίκαιον ἐπαινετόν· ἐπαινετῶς δέ, ὅτι ἡ πρᾶξις ἐπαινετή, οὖσα [καὶ] κρίσις προσήκουσα, τοῦ ἐπαινετοῦ ἐπὶ τὴν κρίσιν, δι’ ἣν ἀποθνήσκει, ἀναφερομένου, οὐκ ἐπὶ τὸν ἀποθνήσκοντα.3 οὕτως δείξαι τις ἂν ὅτι μή ἐστιν ὁ σοφὸς πλούσιος, ὡς λέγουσιν· εἰ γὰρ ἐν τῇ τῆς σοφίας κτήσει πλοῦτος, ἡ σοφία πλοῦτος ἂν εἴη· οὐκ ἔστι δέ· ὥστε οὐδὲ ὁ σοφὸς καθ’ ὃ σοφὸς πλούσιος. ἔτι εἰ ὁ σοφὸς πλούσιος, τὸ σοφῶς πλουσίως ἔσται. δῆλον δὲ ὅτι ἐπὶ τὸ γνωριμώτερον τῶν ἐν τῇ συστοιχίᾳ καὶ ῥᾷον δυνάμενον δειχθῆναι ἡ μετάβασις ἔσται. τῇ μὲν γὰρ φύσει πρώτη ἡ ἕξις τῶν παρωνομασμένων αὐτῇ, καὶ διὰ τὸ ἐκείνῃ τινὰ συμβεβηκέναι καὶ τούτοις συμβέβηκεν· ἐν δὲ ταῖς δείξεσι πρῶτον γίνεται τὸ ἡμῖν γνωριμώτερον, κἂν ὕστερον ᾖ τῇ φύσει. κἂν ἀνασκευάσαι δέ τι βουλώμεθα, οἷον ὅτι τὸ δίκαιον οὐκ ἔστιν ἀσύμφορον, ὡς οἴονταί τινες, δείξαντες ἑνὶ τῶν συστοίχων μὴ ὑπάρχον αὐτό, οἷον τῇ δικαιοσύνῃ (ἀρετὴ γάρ, καὶ οὐδεμία ἀρετὴ ἀσύμφορος τῷ οὗ ἐστιν ἀρετή), δεδειχότες ἂν εἴημεν ὅτι οὐδὲ τὸ δίκαιον τοιοῦτον. εἰπὼν δὲ μετὰ τῶν ἄλλων τῶν τῇ δικαιοσύνῃ συστοίχων καὶ τὴν πτῶσιν τὴν δικαίως τῶν ἐπαινετῶν ἔσεσθαι, πῶς τὸ ἐπαινετὸν τῷ δικαίως ἐφαρμόσει, προσέθηκε· ῥηθήσεται δὲ τὸ δικαίως καὶ ἐπαινετῶς κατὰ τὴν αὐτὴν πτῶσιν ἀπὸ τοῦ ἐπαινετοῦ, καθάπερ τὸ δικαίως ἀπὸ τῆς δικαιοσύνης. ἡ μὲν γὰρ δικαιοσύνη ἐπαινετὴ ῥηθήσεται, τὸ δὲ δίκαιον ἐπαινετόν, ὁ δὲ δίκαιος ἐπαινετός, καὶ τὸ δικαίως ἐπαινετῶς· ὡς γὰρ τὸ δικαίως πτῶσις τῆς δικαιοσύνης, οὕτως καὶ τὸ ἐπαινετῶς πτῶσις τοῦ ἐπαινετοῦ.

同列项与屈折形式便是此类事物。而基于它们的论题如下:如果关于某物探讨是否有某种偶性属于它,例如是否可选取或值得称赞,或某种其他属性,例如善、应规避或任何此类属性,[亚里士多德]要求人们转向与该物同列的各项,并证明所探讨的属性属于此物;因为一旦证明所探讨的属性属于同列项中的一者,也就证明了[它]同样属于此物;因为属于一者者的,也属于其余各项。例如,若探讨值得称赞是否属于正义,若有人证明值得称赞属于与它同列的各项中的一者,他也便证明了手头的论题;因为同列序列中的某一项被证明具有何种状况,其余各项也将具有[何种状况]。例如,若公正之事是平等的,正义也就是平等,公正之人也就是平等的,“公正地”也就是“平等地”;又若“勇敢地”或“公正地”容许较多与较少,勇敢与正义也将具有较多与较少;若前者不容许,后者也不具有。同样,若感觉容许较多与较少,感觉能力也将容许较多与较少。同样的情形也适用于快乐。既然公正之事是值得称赞的,“公正地死去”也就是“值得称赞地死去”;而之所以是值得称赞地,是因为该行为是值得称赞的,它是一种合宜的决断,因为值得称赞所归属的是他据以赴死的决断,而不是赴死之人本身。依此方式,人们也可以证明,智者并非如世人所说的那样是富裕的;因为如果财富存在于智慧的获得中,智慧便会是财富;但它并不是;因而智者就其为智者而言也不是富裕的。此外,如果智者是富裕的,“充满智慧地”也就是“富裕地”。显然,这一转向将指向同列序列中更为我们所熟知、且更容易被证明的项。因为就本性而言,状态优先于由它派生得名者,并且由于某些偶性属于该状态,它们也同样属于这些派生项;但在论证中,对我们而言更为熟知者成为首要的,即便它在本性上是在后的。若我们想要反驳某事,例如〔证明〕公正之事并非如某些人所认为的那样是不利的,通过证明该属性不属于同列项中的一者,例如不属于正义(因为它是德性,而没有任何德性对于它是其德性的对象是不利的),我们便证明了公正之事也不是此类。在指出除与正义同列的其他项外,“公正地”这一屈折形式也将属于值得称赞之列后,[他]补充了值得称赞如何适用于“公正地”:正如“公正地”派生自正义那样,“公正地”也将依从“值得称赞”派生的相同屈折形式而被说成“值得称赞地”。因为正义将被说成是值得称赞的,公正之事是值得称赞的,公正之人是值得称赞的,而“公正地”则是“值得称赞地”;因为正如“公正地”是正义的屈折形式那样,“值得称赞地”也是值得称赞的屈折形式。

语法注3 条
  1. 2.32ἐπὶ τῶν συστοίχων αὐτῷ ἀξιοῖ μεταβάντας δεικνύναι

    主动词 ἀξιοῖ(以亚里士多德为未明示的主语)后接不定式 δεικνύναι 作为补足语,宾格复数分词 μεταβάντας 则与不定式未明示的逻辑主语(泛指辩证者或“我们”)保持一致。

  2. 2.32δειχθέντος γὰρ ἑνὶ τῶν συστοίχων ὑπάρχοντος τοῦ ζητουμένου

    此处为属格独立结构,主语 τοῦ ζητουμένου 带有被动分词 δειχθέντος,后者进一步支配补充性的分词 ὑπάρχοντος 及其与格补足语 ἑνὶ τῶν συστοίχων,意为“当所探讨的事物被证明属于同列项中的一者时”。

  3. 2.32τοῦ ἐπαινετοῦ ἐπὶ τὴν κρίσιν, δι’ ἣν ἀποθνήσκει, ἀναφερομένου, οὐκ ἐπὶ τὸν ἀποθνήσκοντα

    这是一个属格独立结构,对前文“为何是值得称赞地”(ἐπαινετῶς δέ)给出解释。值得称赞这一属性(τοῦ ἐπαινετοῦ)所归属的指向是该决断本身(ἐπὶ τὴν κρίσιν),而非赴死者本人(οὐκ ἐπὶ τὸν ἀποθνήσκοντα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:198.1-199.5