- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:196.23-197.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于亚里士多德《论题篇》114a26,阐释了依据同列项与屈折形式的论题,说明了它们的定义、实例以及两者之间的区别。
" Πάλιν ἐπὶ τῶν συστοίχων καὶ ἐπὶ τῶν πτώσεων." Ὁ μὲν τόπος ἀπὸ τῶν συστοίχων. χρήσιμος δὲ καὶ οὗτος καὶ πρὸς τὸ κατασκευάσαι καὶ πρὸς τὸ ἀνασκευάσαι, ἐξ ἀκολουθίας καὶ αὐτὸς ὤν· ἀκολουθεῖ γάρ, ὡς ἂν ἐφ’ ἑνὸς δειχθῇ τῶν συστοίχων ἔχον τι, καὶ ἐπὶ τῶν ἄλλων.1 τίνα δ’ ἐστὶ σύστοιχα καὶ τίνα πτώσεις, καὶ ὅτι καὶ αἱ πτώσεις ἐν τοῖς συστοίχοις καταριθμοῦνται (αἱ μὲν γὰρ πτώσεις καὶ σύστοιχα, τὰ δὲ σύστοιχα οὐκέτι πτώσεις), καὶ αὐτὸς φανερῶς διὰ τῶν παραδειγμάτων δεδήλωκε. τὰ γὰρ οὕτως παρωνομασμένα ἀπό τινος ὡς τὸ δίκαιον καὶ ὁ δίκαιος τῇ δικαιοσύνῃ σύστοιχα ἀλλήλοις τε καὶ αὐτῇ τῇ δικαιοσύνῃ, ἀφ’ ἧς παρωνόμασται, καὶ ἔστι τό τε δίκαιον καὶ ὁ δίκαιος πράγματά τινα, τὸ μὲν ἀπὸ δικαιοσύνης γεγονὸς τὸ δὲ δικαιοσύνην ἔχον. ὁμοίως ἀνδρεία, ἀνδρεῖον, ἀνδρεῖος σύστοιχα πάλιν ἀλλήλοις, ὄντα πράγματά τινα· τὸ μὲν οὖν ἕξις, ἀφ’ ἧς παρώνυμα τὰ λοιπά, τῶν δὲ τὸ μὲν κατὰ τὴν ἕξιν γεγονὸς τὸ δὲ τὴν ἕξιν ἔχον. καὶ λέγοιτ’ ἂν σύστοιχα ταῦτα, ὅσα πράγματά τινα ὄντα ἀπό τινος παρωνόμασται, ἀλλήλοις τε καὶ ᾧ παρωνόμασται, οἷον γραμματική, γραμματικόν, γραμματικός. ἰατρική, ἰατρικόν, ἰατρικός, μουσική, μουσικόν, μουσικός. οὐ μόνον δὲ τὰ κατὰ ἰατρικὴν ἢ μουσικὴν ἤ τινα ἄλλην ἕξιν παρωνομασμένα τῷ κατ’ ἐκείνην γεγονέναι σύστοιχα τῇ ἕξει, ὡς τὸ γραμματικὸν καὶ μουσικόν, ἀλλὰ καὶ ὅσα καθόλου ὁμοίως κατὰ τὴν λέξιν ἐσχημάτισται. [καὶ] λεγόμενα οὕτως τῷ ποιητικὰ ἐκείνου εἶναι ᾧ παρωνόμασται ἢ φυλακτικά,2 καὶ ταῦτα σύστοιχα ἐκείνῳ· λέγεται γὰρ καὶ ὑγιεινὰ καὶ εὐεκτικὰ τὰ μὲν τῷ ποιητικὰ ὑγείας εἶναι ἢ εὐεξίας, τὰ δὲ τῷ φυλακτικά, τὸ μὲν ὑγείας τὸ δὲ εὐεξίας. καὶ ταῦτα οὖν σύστοιχα τοῖς ὧν ἐστι ποιητικὰ ἢ φυλακτικά, οἷς καὶ παρωνόμασται. ὡς δὲ συνήθως τῶν τοιούτων τε καὶ οὕτως παρωνομασμένων τισὶ συστοίχων λεγομένων οὕτως λέγει· διὸ καὶ προσέθηκε σύστοιχα μὲν οὖν τὰ τοιαῦτα εἴωθε λέγεσθαι. πτώσεις δέ φησι λέγεσθαι τὰ οὕτως ἐσχηματισμένα ὡς τὸ δικαίως, ἀνδρείως, μουσικῶς· ταῦτα γὰρ πτώσεις, τὸ μὲν τοῦ ‘δίκαιος’, τὸ δὲ τοῦ ‘ἀνδρεῖος’, τὸ δὲ τοῦ ‘μουσικός’· ἢ τὸ μὲν τῆς δικαιοσύνης, τὸ δὲ τῆς ἀνδρείας, τὸ δὲ τῆς μουσικῆς· ὡς γὰρ τὰ παρώνυμα ἀπὸ τούτων, οὕτως καὶ τὰς πτώσεις τούτων λέγει. διαφέροι δ’ ἂν τὰ σύστοιχα τῶν πτώσεων, ὅτι ἐκεῖνα μὲν πράγματά τινά ἐστιν, αἱ δὲ πτώσεις οὐ πραγμάτων ὑποκειμένων εἰσὶ δηλωτικαὶ ἀλλὰ τρόπου ἐνεργείας ἢ διαθέσεώς τινος· τοιαῦτα γὰρ καὶ τὰ ἰατρικῶς καὶ μουσικῶς καὶ ὑγιεινῶς. λέγει δὲ καὶ τὰς πτώσεις καὶ τὰ κατ’ αὐτὰς σύστοιχα εἶναι ταῖς ἕξεσιν, αἷς καὶ τὰ προειρημένα σύστοιχα παρωνόμασται, ἡ μὲν ἀνδρείως πτῶσις τῇ ἀνδρείᾳ, ἡ δὲ δικαίως τῇ δικαιοσύνῃ, καὶ ἡ μουσικῶς τῇ μουσικῇ, καὶ αἱ ἄλλαι ὁμοίως, ὡς εἶναι τῇ μὲν δικαιοσύνῃ σύστοιχα τὸ δίκαιον, δίκαιος, δικαίως, τῇ δὲ ἀνδρείᾳ ἀνδρεῖον, ἀνδρεῖος, ἀνδρείως. σύστοιχα μὲν οὖν πάντα πᾶσι, πτώσεις δὲ οὐκέτι ὁμοίως· οὐ γὰρ ὡς τὸ δικαίως τῆς δικαιοσύνης πτῶσις, οὕτως καὶ ἡ δικαιοσύνη τοῦ δικαίως.
“再次,在同列项与屈折形式的情形中。” 这一论题来自同列项。它对于确立与反驳同样有用,本身也是基于推论的;因为无论以何种方式证明某一属性属于同列项中的一者,它也同样推及于其他项。至于何种事物是同列项,何种事物是屈折形式,以及屈折形式也被列入同列项之中(因为屈折形式也是同列项,但同列项却不再是屈折形式),他本人通过实例也已明白揭示。因为像“公正之事”与“公正之人”从“正义”派生而来那样、以此种方式从某物派生得名的事物,既相互同列,也与它们所由派生的“正义”本身同列,并且“公正之事”与“公正之人”都是某种实际事物,前者产生于正义,后者具有正义。同样,勇敢、勇敢之事、勇敢之人又相互同列,都是某种实际事物;一者是状态,其余者从中派生得名,而在其余者中,一者依照该状态而产生,另一者具有该状态。凡作为某种实际事物而从某物派生得名者,既相互之间,也与它们所由派生得名的对象之间,都可以被称为同列项;例如文法、文法之事、文法学家;医术、医术之事、医生;音乐、音乐之事、音乐家。不仅依照医术或音乐或某种其他状态派生得名的事物,因依照那一状态产生而与该状态同列(如文法之事与音乐之事),而且凡在言辞上普遍类似地构成的事物亦然。因作为它们所由派生得名的对象的产生者或保持者而如此称呼的事物,这些也与那一对象同列;因为事物也被称为“健康的”与“体质健壮的”,一部分是因作为健康或健壮的产生者,另一部分是因作为保持者,前者是健康的〔产生者或保持者〕,后者是健壮的〔产生者或保持者〕。因此,这些事物也与它们作为其产生者或保持者的那些对象同列,它们正是从这些对象中派生得名的。由于此类事物以及如此从某些事物派生得名者习惯上被称为同列项,所以他才这样说;因此他也补充说:“此类事物便通常被称为同列项。”他说,像“公正地”、“勇敢地”、“音乐般地”这样构成的事物被称为屈折形式;因为这些是屈折形式,前者属于“公正之人”,次者属于“勇敢之人”,后者属于“音乐家”;或者前者属于正义,次者属于勇敢,后者属于音乐;因为正如派生词源于这些,他也同样谈论属于这些的屈折形式。同列项与屈折形式的区别在于:前者是某种实际事物,而屈折形式表示的不是底层的事物,而是活动的方式或某种状况;因为“合乎医术地”、“音乐般地”、“健康地”也是此类。他也说屈折形式以及依它们构成的事物,与前述同列项所由派生得名的那些状态同列:“勇敢地”这一屈折形式与勇敢同列,“公正地”与正义同列,“音乐般地”与音乐同列,其余亦同样,从而与正义同列的是公正之事、公正之人、公正地,与勇敢同列的是勇敢之事、勇敢之人、勇敢地。因此,一切事物对一切事物而言都是同列的,但屈折形式却不再同样如此;因为并不像“公正地”是正义的屈折形式那样,正义也是“公正地”的屈折形式。
- 2.32ἀκολουθεῖ γάρ, ὡς ἂν ἐφ’ ἑνὸς δειχθῇ τῶν συστοίχων ἔχον τι, καὶ ἐπὶ τῶν ἄλλων.
在作为 ἀκολουθεῖ 主语的从句中,与以 ὡς ἂν ... δειχθῇ(带虚拟语气)引导的方式从句相对应,主句部分的 καὶ ἐπὶ τῶν ἄλλων 之后在句法上省略了 ἔχειν(或 ἔχον τι δεικνύεσθαι)。整句骨架为:“无论某事在同列项之一中被证明如何成立,在其他项中[同样如此成立]也得以推论出来”。
- 2.32τῷ ποιητικὰ ἐκείνου εἶναι ᾧ παρωνόμασται ἢ φυλακτικά
带冠词不定词的与格 τῷ ... εἶναι 表示原因(“因作为……的产生者或保持者”)。关系代词 ᾧ 以 ἐκείνου 为先行词,在句法上受 παρωνόμασται(“从……派生得名”)支配而作与格。
