- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:194.24-196.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对亚里士多德《论题篇》卷二的注解中,亚历山大阐述了依照缺失与具有以及依照相关的对立者的推论规则,详细说明了由此进行确立与反驳的论证方式,并反驳了涉及感觉与知识的异论。
τὸ δὲ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων εἶπε λέγων ‘τῶν ἀρετῶν καὶ τῶν κακιῶν’·1 ὡς γὰρ ἐπ’ ἀνδρείας καὶ δειλίας, οὕτως καὶ ἐπὶ δικαιοσύνης καὶ ἀδικίας καὶ σωφροσύνης καὶ ἀκολασίας καὶ πασῶν τῶν ἀρετῶν καὶ τῶν ἐναντίων αὐταῖς κακιῶν ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις. Πάλιν ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων ἡ μὲν ἀκολούθησις ἐπὶ τὰ αὐτά, ἀλλ’ οὐχ ὥσπερ ἐπὶ τῶν ἐναντίων ποτὲ καὶ ἀνάπαλιν. οἷον ἀντίθεσις καθ’ ἕξιν καὶ στέρησιν ὄψις καὶ τυφλότης, καὶ αἴσθησις καὶ ἀναισθησία· εἰ τῇ ὄψει ἡ αἴσθησις ἕπεται, τῇ τυφλότητι ἡ ἀναισθησία. πάλιν τὸ μὲν ἀκούειν καὶ κωφὸν εἶναι ἀντίκειται ἀλλήλοις ὡς ἕξις καὶ στέρησις· τὸ δὲ συνιέναι καὶ ἀσυνετεῖν ὁμοίως πάλιν ἀλλήλοις· καὶ εἰ ἕπεται τῷ ἀκούειν τὸ συνιέναι, τῷ κωφὸν εἶναι ἀκολουθήσει τὸ μὴ συνιέναι. πάλιν τάξις καὶ ἀταξία, καὶ εἶδος καὶ στέρησις· εἰ τῇ τάξει τὸ εἶδος, τῇ ἀταξίᾳ ἡ στέρησις. ἀλλὰ καὶ ζωὴ καὶ θάνατος ἀντίκειται καθ’ ἕξιν καὶ στέρησιν, καὶ αἴσθησις πάλιν καὶ ἀναισθησία· καὶ εἰ τῷ ζῆν τὸ αἰσθάνεσθαι, τῷ τεθνάναι τὸ μὴ αἰσθάνεσθαι. κατασκευάσομεν οὖν καὶ ἀνασκευάσομεν ἢ δεικνύντες τὸ ἕτερον τῷ ἑτέρῳ ἑπόμενον (ἀκολουθήσει γὰρ καὶ τὸ λοιπὸν τῷ λοιπῷ), ἢ δεικνύντες ὅτι μὴ τὸ ἕτερον τῷ ἑτέρῳ ἀνασκευάσομεν. εἰ γὰρ μὴ ἕπεται τῷ ζῶντι ἐπιστήμη, οὐδὲ τῷ νεκρῷ ἄγνοια· ὄντος γὰρ καὶ ζῶντος τὸ ἀγνοεῖν. δεῖ δὲ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων ὁρᾶν, μή τισιν ἀντικειμένοις ἀμφοτέροις τὸ ἕτερον ἕπεται τῶν ἐκ τῆς ἑτέρας ἀντιθέσεως· εἰ γὰρ τοῦτο, οὐκέτι τῷ ἑτέρῳ τὸ ἕτερον ἀκολουθήσει ὡς τῷ ἑτέρῳ τὸ ἕτερον. οὐ γὰρ τὸ ἕτερον αὐτῷ ἀλλ’ ἀμφότερα ἀκολουθεῖ· ὡς ἔχει ἐπὶ ὄψεως καὶ τυφλότητος καὶ ζωῆς καὶ θανάτου· καὶ γὰρ τῇ ὄψει καὶ τῇ τυφλότητι ἡ ζωὴ ἕπεται· διὸ οὐδετέρῳ ὁ θάνατος. ὁμοίως καὶ ὕπνῳ καὶ ἐγρηγόρσει ἀμφοτέροις ἡ ζωή, ἀλλὰ καὶ πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς στερήσεσιν αὐτῶν. τότε οὖν καὶ τῷ ἑτέρῳ τὸ ἕτερον, ὅταν τῷ ἑτέρῳ τὸ ἕτερον μόνον ἀλλὰ μὴ ἀμφότερα ἕπηται· οὐ γὰρ δύναται, ᾧ ἡ ἕξις, τούτῳ καὶ ἡ στέρησις ἕπεσθαι. Ὁμοία ἡ ἀκολούθησις καὶ ἐπὶ τῶν κατὰ τὸ πρός τι ἀντικειμένων· ἐπὶ τὰ αὐτὰ γὰρ ἡ ἀκολουθία. κατὰ τὸ πρός τι ἀντίκειται πατὴρ μὲν καὶ τέκνον ἀλλήλοις, τὸ δὲ ἄρχειν καὶ ἄρχεσθαι ἀλλήλοις· καὶ εἰ ἕπεται τῷ πατρὶ τὸ ἄρχειν, καὶ τῷ τέκνῳ τὸ ἄρχεσθαι. πάλιν ἄρχων καὶ ἀρχόμενος, καὶ τὸ εὖ ποιεῖν καὶ τὸ εὖ πάσχειν· εἰ οὖν τῷ ἄρχοντι ἕπεται τὸ εὖ ποιεῖν, καὶ τῷ ἀρχομένῳ τὸ εὖ πάσχειν. πάλιν τὸ τριπλάσιον καὶ τὸ πολλαπλάσιον, καὶ τριτημόριον καὶ πολλοστημόριον· καὶ ἕπεται ὡς τῷ τριπλασίῳ τὸ πολλαπλάσιον, οὕτως τῷ τριτημορίῳ τὸ πολλοστημόριον. ἀλλὰ καὶ ἐπιστήμη μὲν πρὸς ἐπιστητόν, ὑπόληψις δὲ πρὸς ὑποληπτόν· καὶ ἐπεὶ τῇ ἐπιστήμῃ ἡ ὑπόληψις ἕπεται, καὶ τῷ ἐπιστητῷ τὸ ὑποληπτόν. ὁμοίως καὶ διπλάσιον μὲν πρὸς ἥμισυ, ὑπερέχον δὲ πρὸς ὑπερεχόμενον· καὶ ἐπεὶ ἕπεται τῷ διπλασίῳ τὸ ὑπερέχον, τῷ ἡμίσει τὸ ὑπερεχόμενον ἀκολουθεῖ. αἱ μὲν οὖν ἀκολουθήσεις καὶ τούτων τοιαῦται. Αἱ δὲ ἐπιχειρήσεις αἱ ἀπ’ αὐτῶν καὶ κατασκευάζουσι καὶ ἀνασκευάζουσι φανεραί. εἰ γὰρ τῷ ἑτέρῳ τῶν ἀντικειμένων ἢ καθ’ ἕξιν καὶ στέρησιν, περὶ ὧν προειρήκαμεν, ἢ καὶ κατὰ τὸ πρός τι τὸ ἕτερον τῶν ὁμοίως ἀντικειμένων ἕπεται, καὶ τῷ λοιπῷ τὸ λοιπόν, καὶ εἰ μὴ τῷ ἑτέρῳ τὸ ἕτερον, οὐδὲ τῷ λοιπῷ τὸ λοιπόν, προσκειμένου τοῦ ἐπὶ τῶν ἕξεων καὶ στερήσεων εἰρημένου διορισμοῦ·2 οὐ γάρ, ἐπεὶ μὴ ἕπεται τῷ κοιμᾶσθαι τὸ τεθνάναι, οὐδὲ τῷ ἐγρηγορότι τὸ ζῆν· ἀμφοτέροις γὰρ τὸ ζῆν. εἰπὼν δὲ ταῦτα ἔνστασίν φησι πρὸς τὴν ἀπὸ τοῦ πρός τι ἐπιχείρησιν δύνασθαι φέρεσθαι· ἀντικειμένων γὰρ κατὰ τὸ πρός τι αἰσθήσεως μὲν αἰσθητῷ ἐπιστήμης δὲ ἐπιστητῷ τῷ μὲν αἰσθητῷ τὸ ἐπιστητὸν ἕπεται, τῇ δὲ αἰσθήσει ἡ ἐπιστήμη οὐκέτι. εἰπὼν δὲ τὴν ἔνστασιν οὔ φησιν αὐτὴν ἀληθῆ εἶναι· μηδὲ γὰρ τῷ αἰσθητῷ τὸ ἐπιστητὸν ἕπεσθαι συγχωρεῖσθαι· τῶν γοῦν ἀτόμων ζῴων αἴσθησις μὲν ἔστιν, ἐπιστήμη δ’ οὔ, εἴ γε ἡ ἐπιστήμη τῶν καθόλου· εἰ δὲ αἰσθητῶν ὄντων αὐτῶν μὴ ἔστιν ἐπιστήμη, οὐκ ἂν εἴη ἐπιστητά. προστίθησι δὲ ὅτι μᾶλλον πρὸς τὸ ἐναντίον χρήσιμον τὸ εἰρημένον παράδειγμα. ἔστι δὲ ὃ λέγει, ὅτι κατασκευάζοιτ’ ἂν3 τὸ μὴ εἶναι τὸ αἰσθητὸν ἐπιστητὸν ἐκ τοῦ μηδὲ τὴν αἴσθησιν ἐπιστήμην εἶναι μᾶλλον, ὅ ἐστιν ἀντικείμενον τῷ τὸ αἰσθητὸν ἐπιστητὸν εἶναι, ὃ ἐλαμβάνετο εἰς ἀνασκευὴν τοῦ τόπου· ἐναντίον γὰρ οὐ τὸ κυρίως ἐναντίον νῦν ἀλλὰ τὸ ἀντικείμενον εἶπε.
他所说的“在其他事物的情形中亦同样”,是指“在美德与恶德的情形中”;因为正像在勇敢与怯懦的情形中一样,在正义与不正义、节制与放纵,以及所有的美德与同它们相反的恶德的情形中,推论也是顺向的。 再次,在依照缺失与具有而对立的事物中,推论是顺向的,但绝不像在相反者中那样有时也是反向的。例如,依照具有与缺失的对立是视觉与盲目,以及感觉与无感觉;如果感觉伴随着视觉,无感觉[便伴随着]盲目。再次,听觉与耳聋作为具有与缺失相互对立;而理解与不理解同样再次相互[对立];如果理解伴随着听觉,不理解就将伴随着耳聋。再次,秩序与无秩序,形式与缺失[亦是如此];如果形式[伴随着]秩序,缺失[便伴随着]无秩序。而且生与死依照具有与缺失而对立,感觉与无感觉亦再次[对立];如果感知[伴随着]活着,不感知[便伴随着]死去。因此,我们确立或反驳,要么是通过证明一者伴随着另一者(因为剩余者也将伴随着剩余者),要么我们将通过证明一者不伴随另一者来反驳。因为如果知识不伴随活着的人,无知也不[伴随]死者;因为处于无知是属于存在且活着的人的。然而,在依照缺失与具有而对立的事物中,必须察看是否来自另一对立的一方同时伴随着相对立的两方;因为如果是这样,一者便不再以如同一者伴随另一者的方式伴随另一者。因为伴随它的不是单单一方,而是双方;正像在视觉与盲目、生与死的情形中那样;因为生既伴随着视觉,也伴随着盲目;因此死对两者都不[伴随]。同样,生伴随着睡眠与清醒两者,而且也伴随着所有感觉及其缺失。因此,只有当单单一方伴随着一方而非双方都伴随时,另一方才[伴随]另一方;因为缺失不可能伴随具有所伴随的事物。 在依照相关而对立的事物中,推论也是相似的;因为推论是顺向的。依照相关,父亲与孩子相互对立,统治与被统治相互[对立];如果统治伴随着父亲,被统治也[伴随着]孩子。再次,统治者与被统治者,施惠与受惠[亦然];因此,如果施惠伴随着统治者,受惠也[伴随着]被统治者。再次,三倍与多倍,三分之一与几分之一[亦然];正如多倍伴随着三倍,几分之一也伴随着三分之一。而且知识相对于可知者,意见相对于可意者;既然意见伴随着知识,可意者也伴随着可知者。同样,两倍相对于一半,超出者相对于被超出者;既然超出者伴随着两倍,被超出者便伴随着一半。因此,这些事物的推论就是如此。 由它们出发而来的论证,无论是确立还是反驳,都是显然的。因为如果对于依照我们之前所说的具有与缺失而对立的事物,或者依照相关而对立的事物中的一方而言,以同样方式对立的事物中的一方伴随之,那么剩余者也将伴随着剩余者;如果一方不伴随另一方,剩余者也不伴随剩余者,只要加上关于具有与缺失所提到的限定条件即可;因为绝非由于死不伴随睡眠,生也就不伴随清醒;因为生属于两者。说了这些之后,他说针对由相关而来的论证可以提出异议;因为虽然感觉依照相关而对立于可感觉者,知识对立于可知者,可知者伴随着可感觉者,知识却不再伴随感觉。提出了异议之后,他说异议并非真实;因为甚至可知者伴随可感觉者这一点都未被赞同;至少对于个别的动物而言有感觉,却没有知识,如果知识确实是关于普遍者的;而如果在它们是可感觉者的同时并没有关于它们的知识,它们便不会是可知者。他又补充说,所说的例子更适用于相反者。他的意思是,可感觉者不是可知者这一命题,宁可由感觉也不是知识这一命题来确立,前者对立于可感觉者是可知者,而这原本是被用来反驳该论题的;因为他现在所说的“相反者”并不是严格意义上的相反者,而是指对立者。
- 2.31τὸ δὲ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων εἶπε λέγων ‘τῶν ἀρετῶν καὶ τῶν κακιῶν’
句首的“τὸ δὲ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων”构成了带有定冠词的名词性引用结构(“至于他所说的‘在其他事物的情形中亦同样’”),分词“λέγων”承担说明其所指内涵的补充功能(“指的是……”)。
- 2.31προσκειμένου τοῦ ἐπὶ τῶν ἕξεων καὶ στερήσεων εἰρημένου διορισμοῦ
属格独立结构,表条件或限制义(“只要加上关于具有与缺失所提到的限定条件”)。
- 2.31ἔστι δὲ ὃ λέγει, ὅτι κατασκευάζοιτ’ ἂν
短语“ἔστι δὲ ὃ λέγει”为惯用句式,意为“他的意思是……”,其中带有隐含先行词的关系代词“ὃ”引导主语从句,随后的“ὅτι”引出具体内容的表述。
