- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:192.27-194.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大完成了对矛盾对立命题之确立与反驳的论述,随后梳理了相反者之间两种推论关系(顺向与反向)的逻辑结构,并结合具体例证阐明了利用相反者进行确立与反驳的方法。
καὶ εἰ τὸ μὴ οἰκεῖον οὐκ ἐφετόν, τὸ ἐφετὸν οἰκεῖον· ἐφετὸν δὲ ἡμῖν τὸ θεῖον· καὶ οἰκεῖον ἄρα. ὡς δὲ ἀπὸ τῆς ἀποφάσεως καὶ ἀνασκευάζεται καὶ κατασκευάζεται ἡ κατάφασις, οὕτως καὶ ἀπὸ τῆς καταφάσεως ἡ ἀπόφασις καὶ κατασκευάζεται καὶ ἀνασκευάζεται· ἡ γὰρ τοῦ ἑτέρου αὐτῶν κατασκευὴ καὶ τοῦ ἑπομένου ἐστὶν αὐτῷ· καὶ ἡ ἀνασκευὴ πάλιν ὁμοίως. καὶ τοιαύτη μὲν ἡ τῶν κατ’ ἀντίφασιν ἀντικειμένων ἀκολούθησις, καὶ τοιαῦται αἱ κατ’ αὐτὰ ἀνασκευαί τε καὶ κατασκευαί. οὐ τῇ ἀντιφάσει δὲ τὸ ἑπόμενον λαμβάνει,1 ὡς ἂν ἐκ τῆς φωνῆς δόξαι, ἀλλ’ ἑκατέρᾳ τῶν προτάσεων ἐξ ὧν ἡ ἀντίφασις, ὡς δέδεικταί τε καὶ αὐτὸς εἶπε διὰ τοῦ δῆλον οὖν ὅτι πρὸς ἄμφω ἡ κατὰ τὴν ἀντίφασιν ἀκολούθησις ἀνάπαλιν γινομένη. Ἐπὶ δὲ τῶν ἐναντίων ἡ μὲν ἀκολούθησις τοιαύτη· εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον· διχῶς δὲ τοῦτο· καὶ γὰρ ἐπὶ τὰ αὐτὰ καὶ ἀνάπαλιν, ἐπὶ μὲν τῶν πλείστων ἐπὶ τὰ αὐτά, ἔστι δὲ ἐφ’ ὧν καὶ ἀνάπαλιν. ἐπὶ τὰ αὐτὰ μὲν οὖν γίνεται τῶν ἐναντίων ἡ ἀκολούθησις, ὅταν δύο οὐσῶν ἐναντιώσεων τὰ μόρια τῆς ἑτέρας ἐναντιώσεως ἕπηται τοῖς τῆς ἑτέρας ἐναντιώσεως μορίοις. οἷον ἀνδρεία καὶ δειλία ἐναντία, ἀλλὰ καὶ ἀρετὴ καὶ κακία, καὶ ἀκολουθεῖ τῇ μὲν ἀνδρείᾳ ἡ ἀρετή, τῇ δὲ δειλίᾳ, ἥτις ἐστὶ τῇ ἀνδρείᾳ ἐναντία, ἡ κακία· καὶ τῇ μὲν ἀνδρείᾳ τὸ αἱρετόν, τῇ δὲ δειλίᾳ τὸ φευκτόν· ἐναντία γὰρ ὄντα τὸ αἱρετόν τε καὶ φευκτὸν ἀκολουθεῖ ἐκείνοις ἑκάτερον ἑκατέρῳ. πάλιν εἰ τῷ μὲν καλῷ τὸ ἡδὺ ἀκολουθεῖ τῷ δὲ αἰσχρῷ τὸ ἀνιαρόν, ἐπὶ τὰ αὐτὰ ἡ ἀκολουθία. καὶ εἰ τῷ μὲν ἀγενήτῳ τὸ ἄφθαρτον τῷ δὲ γενητῷ τὸ φθαρτόν, καὶ οὕτως ἐπὶ τὰ αὐτὰ ἡ ἀκολουθία· ἐναντία γὰρ τὸ μὲν ἀγένητον τῷ γενητῷ, τὸ δὲ ἄφθαρτον τῷ φθαρτῷ, καὶ ἀμφοτέροις ἐκείνοις ὡς ἡγουμένοις ταῦτα ὡς ἑπόμενα ἀκολουθεῖ. καὶ ἐπεὶ τῷ λευκῷ τὸ διακριτικόν, τῷ μέλανι τὸ συγκριτικόν· ἔστι δὲ ἐναντία καὶ τὸ διακριτικὸν καὶ τὸ συγκριτικόν, ὥσπερ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. καὶ τοιαύτη μὲν ἡ ἐπὶ τὰ αὐτὰ τῶν ἐναντίων ἀκολούθησις. ἀνάπαλιν δέ, εἰ δύο οὐσῶν ἐναντιώσεων μὴ τοῖς τῆς ἑτέρας μέρεσιν ἀμφοτέροις ἕποιτο τὰ τῆς ἑτέρας ἑκατέρῳ ἑκάτερον, ἀλλὰ τῷ μὲν τῆς ἑτέρας μέρει τὸ ἕτερον, πάλιν δὲ τῷ τῆς ἑτέρας μέρει, ἧς εἵπετο τὸ μόριον, τὸ τῆς ἑτέρας μόριον ἀκολουθοίη.2 οἷον ὑγεία καὶ νόσος ἐναντία, καὶ εὐεξία καὶ καχεξία πάλιν ἐναντία καὶ αὐτά· καὶ ἕπεται τῇ μὲν εὐεξίᾳ ἡ ὑγεία (πᾶς γὰρ ὁ εὐεκτῶν ὑγιαίνει), οὐκέτι δὲ τῇ καχεξίᾳ, ἥτις ἦν ἐναντία τῇ εὐεξίᾳ, νόσος ἕπεται, ἥτις τῇ ὑγείᾳ ἐστὶν ἐναντία, ἀλλὰ ἔμπαλιν τῇ νόσῳ ἡ καχεξία· πᾶς μὲν γὰρ ὁ νοσῶν ἐν καχεξίᾳ ἐστίν, οὐ πᾶς δὲ ὁ ἐν καχεξίᾳ ὢν νοσεῖ· εἰσὶ γάρ τινες καὶ ὑγιαίνοντες καχέκται. ἀνάπαλιν ἡ ἀκολούθησις δοκεῖ γίνεσθαι καὶ ἐπὶ κακίας καὶ ἀρετῆς καὶ εὐδαιμονίας καὶ κακοδαιμονίας· τῇ μὲν γὰρ κακίᾳ ἡ κακοδαιμονία ἕπεσθαι δοκεῖ. οὐκέτι δὲ τῇ ἀρετῇ ἡ εὐδαιμονία, ἀλλ’ ἀνάπαλιν τῇ εὐδαιμονίᾳ ἡ ἀρετή· ὁ μὲν γὰρ εὐδαίμων ἐξ ἀνάγκης τὴν ἀρετὴν ἔχει, ὁ δὲ τὴν ἀρετὴν ἔχων οὐ πάντως εὐδαίμων· ὡς γὰρ τῷ μὲν ἀτέχνῳ ἱκανὴ ἡ ἀτεχνία πρὸς τὸ διαμαρτάνειν κατὰ τὰς ἐνεργείας ὕλης παρούσης, τῷ δὲ τεχνίτῃ οὐκ αὐτάρκης ἡ τέχνη πρὸς τὸ κατορθοῦν, ἀλλὰ καὶ ὀργάνων τινῶν δεῖται, οὕτως ἔχειν δοκεῖ καὶ ἐπὶ ἀρετῆς καὶ κακίας. καὶ αἱ μὲν τῶν ἐναντίων ἀκολουθήσεις τοιαῦται. καὶ ὅτι τοιαῦται, δεῖν φησι διὰ τῆς ἐπαγωγῆς λαμβάνειν, ὡς καὶ ἐπὶ τῶν κατὰ τὴν ἀντίφασιν. αἱ δὲ ἀπὸ τῶν ἀκολουθήσεων τούτων ἐπιχειρήσεις καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν βουλομένοις ἕπονται τὸν τρόπον τοῦτον· κατασκευάζουσι μέν, εἰ ἀκολουθεῖ τὸ ἐναντίον3 τῷ ἐναντίῳ, ἀκολουθήσει καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον ἢ ἐπὶ τὰ αὐτὰ ἢ ἀνάπαλιν· εἰ δὲ ἀνασκευάζοιμεν, δείξαντες ὅτι τὸ ἕτερον τῶν ἐναντίων τῷ ἑτέρῳ τῶν ἐναντίων κατ’ οὐδένα τρόπον ἀκολουθεῖ, δεδειχότες ἂν εἴημεν ὅτι οὐδὲ τὸ ἕτερον τῷ ἑτέρῳ. οἷον ἐπὶ ἀγαθοῦ καὶ κακοῦ καὶ λευκοῦ καὶ μέλανος, εἰ εἴη προκείμενον δεῖξαι ὅτι τῷ κακῷ οὐκ ἀκολουθεῖ τὸ μέλαν, δείξαντες ὅτι μήτε τῷ ἀγαθῷ ἀκολουθεῖ τὸ λευκὸν μήτε τῷ λευκῷ τὸ ἀγαθόν, δεδειχότες ἂν εἴημεν ὅτι μηδὲ τῷ κακῷ ἀκολουθοίη ἂν τὸ μέλαν. οὕτως δείξομεν ὅτι μή ἐστιν ἡ ἀκρασία κακία, δείξαντες ὅτι μήτε τῇ ἐγκρατείᾳ ἡ ἀρετὴ μήτε τῇ ἀρετῇ ἡ ἐγκράτεια ἕπεται. ἐπ’ ὀλίγων δέ φησιν ἐναντίων ἀνάπαλιν τὴν ἀκολουθίαν γίνεσθαι.
又如果非固有者不是所欲求的,那么所欲求的就是固有的;而神圣之物为我们所欲求;因此也是固有的。正如从否定出发肯定既被反驳也被确立一样,从肯定出发否定也既被确立也被反驳;因为对它们之一的确立也是对其后随者的[确立];而反驳同样亦然。矛盾对立者的推论就是如此,依照它们的反驳与确立也就是如此。但他并非如单凭字面所见的那样,就矛盾对立的整体取后随者,而是对构成矛盾对立的两个命题分别取后随者,正如已经被证明的那样,也正如他自己通过“显然,依照矛盾对立的推论对两者而言都是反向发生的”所表达的那样。 而在相反者方面,推论则是如此:如果相反者属于相反者,那么相反者也属于相反者。但这有两种方式;因为既有顺向的,也有反向的;在绝大多数情形下是顺向的,但也有在某些情形下是反向的。因此,当存在两种相反对立,且其中一种相反对立的各部分伴随着另一种相反对立的各部分时,相反者的推论便顺向发生。例如,勇敢与怯懦是相反的,而美德与恶德也是相反的,美德伴随着勇敢,而恶德伴随着作为勇敢之相反者的怯懦;又值得选择者伴随着勇敢,而应回避者伴随着怯懦;因为作为相反者,值得选择者与应回避者各自伴随着它们,一一对应。再次,如果愉悦伴随着美,痛苦伴随着丑,推论便是顺向的。又如果不可毁灭伴随着非生成,可毁灭伴随着生成,这样推论也是顺向的;因为非生成与生成相反,不可毁灭与可毁灭相反,而作为后件的这些伴随着作为前件的那些双方。又既然分离者伴随着白,那么结合者伴随着黑;分离者与结合者也是相反的,正像白与黑一样。相反者顺向的推论就是如此。 另一方面,反向[的推论发生于]:如果存在两种相反对立,不是后者的两部分伴随着前者的两部分且一一对应,而是后者的一部分伴随着前者的一部分,反过来,前者的部分又伴随着先前有部分伴随的那后者的部分。例如,健康与疾病是相反的,良好的身体状况与不良的身体状况本身也是相反的;健康伴随着良好状况(因为凡处于良好状况者皆健康),但作为健康之相反者的疾病,却不再伴随着作为良好状况之相反者的不良状况,而是相反,不良状况伴随着疾病;因为凡患病者皆处于不良状况中,但并非凡处于不良状况者皆患病;因为也有某些人处于不良状况却仍然是健康的。在恶德与美德以及幸福与不幸的情形中,推论似乎也是反向发生的;因为不幸似乎伴随着恶德,而幸福却不再伴随着美德,而是相反,美德伴随着幸福;因为幸福者必然具有美德,但具有美德者并不必定是幸福的;因为正像对于缺乏技艺者而言,当质料在场时,缺乏技艺就足以在活动中遭遇失败,而对于工匠而言,技艺不足以自足地取得成功,反而还需要某些工具,在美德与恶德的情形中似乎也是如此。相反者的推论就是如此。 他说,它们是如此这般,必须通过归纳来把握,正如在矛盾对立的情形中一样。而对于既欲确立又欲反驳的人们而言,由这些推论而来的论证以如下方式伴随:对于确立者而言,如果相反者伴随着相反者,那么相反者也将顺向或反向伴随着相反者;而如果我们反驳,通过证明相反者中的一个绝不以任何方式伴随相反者中的另一个,我们也就证明了另一个也不伴随另一个。例如在善与恶以及白与黑的情形中,如果目标是证明黑不伴随恶,那么通过证明既非白伴随善,亦非善伴随白,我们也就证明了黑也不会伴随恶。我们将以此方式证明不自制不是恶德,即通过证明既非美德伴随自制,亦非自制伴随美德。但他指出,在相反者中推论反向发生的情形只是少数。
- 2.31οὐ τῇ ἀντιφάσει δὲ τὸ ἑπόμενον λαμβάνει
与格 τῇ ἀντιφάσει 在此作 λαμβάνει 的关涉与格(“就矛盾对立整体而言”),与后面的 ἀλλ’ ἑκατέρᾳ τῶν προτάσεων(“而是对构成矛盾对立的各命题”)相对比。它澄清了不能根据字面表象(ἐκ τῆς φωνῆς)误以为推论是以后随于整个矛盾对立的形式出现的,而是分别以后随于构成该矛盾对立的两个命题的方式发生。
- 2.31ἀνάπαλιν δέ, εἰ δύο οὐσῶν ἐναντιώσεων μὴ τοῖς τῆς ἑτέρας μέρεσιν ἀμφοτέροις ἕποιτο τὰ τῆς ἑτέρας ἑκατέρῳ ἑκάτερον, ἀλλὰ τῷ μὲν τῆς ἑτέρας μέρει τὸ ἕτερον, πάλιν δὲ τῷ τῆς ἑτέρας μέρει, ἧς εἵπετο τὸ μόριον, τὸ τῆς ἑτέρας μόριον ἀκολουθοίη.
句首的 ἀνάπαλιν δέ 省略了前文的主句结构(γίνεται τῶν ἐναντίων ἡ ἀκολούθησις)。在条件从句(εἰ… ἀκολουθοίη)内部,μὴ… ἕποιτο(并非后者的两个部分分别伴随前者的两个部分)与 ἀλλὰ… ἀκολουθοίη(而是后者的另一部分伴随前者的一部分,且反过来…)形成对比。关系从句 ἧς εἵπετο τὸ μόριον 修饰前面的 τῆς ἑτέρας(省略了 ἐναντιώσεως),精确表达了两个相反对立项之间推论方向相互交叉颠倒的逆向归结结构。
- 2.31κατασκευάζουσι μέν, εἰ ἀκολουθεῖ τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀκολουθήσει καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον
阳性与格复数分词 κατασκευάζουσι 呼应前句中的与格 βουλομένοις(“对于欲求…的人们”),充当关涉与格(“对确立者而言”)。与之相对,后文在论及反驳时,句式转换为了第一人称复数祈愿语气(εἰ δὲ ἀνασκευάζοιμεν)。
