← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§190.25-192.27

基于矛盾对立的逆反推论与换质位论题

针对亚里士多德《论题篇》卷二第8章(113b15)中基于四种对立的论题,亚历山大讨论了矛盾对立所产生的推论(换质位/对偶)。他从句法结构上解释了直言命题与假言命题中肯定命题与逆否命题的等值关系,并结合麦里梭的谬误等实例,说明了该论题在反驳与确立中的应用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31#1

" Ἐπεὶ δέ εἰσιν αἱ ἀντιθέσεις τέτταρες, σκοπεῖν ἐκ μὲν τῶν ἀντιφάσεων ἀνάπαλιν.1" Ὁ τόπος ἐκ τῶν κατὰ τὰς ἀντιθέσεις ἀκολουθήσεων. ἀντίκειται δὲ τὰ ἀντικείμενα τετραχῶς· ἢ γὰρ ὡς κατάφασις καὶ ἀπόφασις ἢ ὡς τὰ ἐναντία ἢ ὡς ἕξις καὶ στέρησις ἢ ὡς τὰ πρός τι. καὶ ἔστι καθ’ ἑκάστην ἀντίθεσιν οἰκεία τις ἀκολουθία, ἀφ’ ἧς ἀκολουθίας ὑπογράφει πῶς οἷόν τε ὁρμωμένους καὶ κατασκευάζειν τι καὶ ἀνασκευάζειν. οὐκ ἐπὶ πασῶν δὲ τῶν ἀντιθέσεων ἡ ἀκολούθησις ὁμοία, ἀλλ’ ἐπὶ μὲν τῆς ἀντιφάσεως ἀνάπαλιν ἡ γινομένη ἀκολούθησις ἔχει· οἷον εἰ τὸ καλὸν ἡδύ, τὸ οὐχ ἡδὺ οὐ καλόν. οὐχὶ δὲ λεκτέον τὸ οὐ καλὸν οὐχ ἡδύ· τῇ γὰρ καταφάσει τῇ τὸ καλὸν ἡδὺ λεγούσῃ ἀληθεῖ οὔσῃ ἀντιστρέφει ἡ τὸ κατηγορούμενον ἐν τῇ καταφάσει ἀποφατικῶς λαμβάνουσα καὶ κατηγοροῦσα τοῦ οὕτως λαμβανομένου τὸ ὑποκείμενον ἐν τῇ καταφάσει καὶ αὐτὸ ἀποφατικῶς.2 τῇ γὰρ προειρημένῃ καταφάσει ἕπεται καὶ ἀντιστρέφει ἡ τὸ οὐχ ἡδὺ οὐ καλὸν λέγουσα, ἀλλ’ οὐχὶ ἡ τὸ οὐ καλὸν οὐχ ἡδύ· οὕτως γὰρ ἂν ἦν ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις, εἰ ἀφ’ οὗ ἤρχετο ἡ κατάφασις, ἀπὸ τούτου καὶ τὸ ἀποφατικῶς λαμβανόμενον· ἀλλ’ ἔστιν ἀντιστρέφουσα τῇ προειρημένῃ καταφάσει ἡ λέγουσα τὸ οὐχ ἡδὺ οὐ καλόν. καὶ καθόλου τὸ ἀντικείμενον δεῖ λαμβάνοντας τοῦ ἑπομένου, εἰ ἐν ὑποθέσει εἴη, ἢ τοῦ κατηγορουμένου, εἰ ἐν κατηγορικῇ προτάσει, τὴν ἀκολουθίαν λαμβάνειν καὶ τῷ ἀντικειμένῳ τοῦ ἡγουμένου συντάσσειν αὐτὸ ὡς ἀκολουθοῦν, εἰ ὑποθετικὴ ἡ πρότασις εἴη, εἰ δὲ κατηγορική, τῷ τοῦ ὑποκειμένου.3 ἄν τε γὰρ ἡ κατάφασις ἡ προειρημένη ἀληθὴς ᾖ, καὶ ἡ ἀπόφασις ἡ τοιαύτη ἀληθὴς ἔσται, καὶ εἰ ἡ ἀπόφασις ἀληθής, ἀνάγκη καὶ τὴν ἀντεστραμμένην αὐτῇ κατὰ τὸν προειρημένον τρόπον κατάφασιν ἀληθῆ εἶναι· ὁμοίως, ἐάν τις τούτων ψευδὴς ᾖ, καὶ ἡ λοιπή. εἰ γὰρ ψεῦδος τὸ λέγειν τὸ καλὸν ἡδύ, ψεῦδος καὶ τὸ λέγειν τὸ οὐχ ἡδὺ οὐ καλόν, καὶ ἀληθοῦς οὔσης τῆς ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’ ἀληθὴς καὶ ἡ λέγουσα ‘τὸ μὴ ζῷον οὐκ ἔστιν ἄνθρωπος’· καὶ πάλιν ἀληθοῦς οὔσης τῆς ‘ὃ μή ἐστιν ἄνθρωπος, οὐδὲ Σωκράτης ἐστίν’ ἀληθὴς γίνεται καὶ ἡ κατάφασις ἡ λέγουσα Σωκράτην ἄνθρωπον εἶναι. ὅτι δὲ ἀνάπαλιν ἡ ἀκολούθησις ἐπὶ τῆς ἀντιφάσεως, λαμβάνειν φησὶ δεῖν ἐξ ἐπαγωγῆς. εἰ γὰρ ὁ ἄνθρωπος ζῷον, τὸ μὴ ζῷον οὐκ ἄνθρωπος, καὶ εἰ ἡ ὑπόληψις διάθεσις, ἡ μὴ διάθεσις οὐχ ὑπόληψις. διὰ τοῦτο καὶ εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονεν, ἀλλ’ οὐχ ὡς ὁ Μέλισσος ᾤετο, τὸ μὴ γενόμενον οὐκ ἔχει ἀρχήν· ψεῦδος γὰρ τοῦτο· πολλὰ γὰρ ἀγένητα ὄντα ἀρχὰς ἔχει. καὶ εἰ τὸ ἀμερὲς ἀδιάστατον, τὸ μὴ ἀδιάστατον οὐκ ἀμερές. γίνεται μὲν οὖν ποτε καὶ ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις, ὡς ἐπὶ τῶν ἰδίων καὶ ἐπὶ τῶν ὁρισμῶν· εἰ γὰρ ὁ ἄνθρωπος γελαστικόν, ὁ μὴ ἄνθρωπος οὐ γελαστικόν· καὶ εἰ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, τὸ μὴ λευκὸν χρῶμα οὐκ ἔστι διακριτικὸν ὄψεως. ἀλλ’ οὐ καθόλου ἡ τοιαύτη ἀντιστροφὴ ἀλλ’ ἐπὶ ὕλης τινός, ἡ δὲ προειρημένη καθόλου· καὶ γὰρ οὐκ ἐπὶ τῶν ἰδίων μόνων καὶ τῶν ὁρισμῶν ἀλλὰ καὶ ἐπὶ τῶν γενῶν καὶ ἐπὶ τῶν διαφορῶν καὶ ἐπὶ τῶν συμβεβηκότων ἀληθής. καὶ ἔστιν ἡ τοιαύτη ἀντιστροφὴ ἡ σὺν ἀντιθέσει λεγομένη. καὶ τοιαύτη μὲν ἡ ἐν τῇ κατ’ ἀντίφασιν ἀντιθέσει ἀκολουθία. χρησόμεθα δὲ αὐτῇ οὕτως καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν. ἀνασκευάζοντες μὲν τὸ καταφατικὸν διὰ τοῦ δεῖξαι, ὅτι τὸ ἀποφατικὸν τῷ ἀποφατικῷ οὐχ ὑπάρχει, τοῦτο ποιήσομεν· εἰ γὰρ μὴ τοῦτο, οὐδὲ τὸ καταφατικὸν τῷ καταφατικῷ τὸ ἀντεστραμμένως λαμβανόμενον. εἰ γὰρ μὴ ἀληθὲς τὸ τὸ μὴ ἀγαθὸν μὴ εἶναι ἡδονήν, οὐδὲ τὸ τὴν ἡδονὴν ἀγαθὸν εἶναι ἀληθές· οὐκ ἀληθὲς δὲ ἐκεῖνο· αἱ γὰρ τῶν ἀκολάστων ἡδοναὶ οὐκ οὖσαι ἀγαθαὶ ἡδοναί εἰσιν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν ἐστιν. οὕτως ἀναιρήσομεν τὰς ἀτόμους γραμμάς. εἰ γὰρ τὸ ἀδιαίρετον κατὰ φύσιν ἀμερές, τὸ μὴ ἀμερὲς οὐκ ἀδιαίρετον κατὰ φύσιν· ὥστε οὐκ ἂν εἶεν ἄτομοί τινες γραμμαί, ἐπεὶ μηδὲ ἀμερεῖς· μόνα γὰρ τὰ σημεῖα ἀμερῆ· οὐ γάρ εἰσι σημεῖα αἱ γραμμαί. εἰ δὲ κατασκευάζοιμεν τὸ καταφατικόν, δείξαντες τὸ ἀποφατικὸν τῷ ἀποφατικῷ ὑπάρχον εἴημεν ἂν καὶ τὸ ἀντιστρέφον αὐτῷ καταφατικὸν δεδειχότες. εἰ γὰρ τὸ μὴ ζῷον οὐκ ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον· καὶ εἰ τὸ μὴ ἀγαθὸν οὐχ αἱρετόν, τὸ αἱρετὸν ἀγαθόν· καὶ εἰ τὸ μὴ ὠφέλιμον οὐκ ἀγαθόν, τὸ ἀγαθὸν ὠφέλιμον· ὥστε ἐπεὶ αἱρετὸν ἡ ὑγεία, καὶ ἀγαθόν, καὶ ἐπεὶ ἀγαθόν, καὶ ὠφέλιμον.

“既然对立有四种,那么从矛盾对立出发应反向考察。” 该论题依据基于各种对立的推论。对立的事物以四种方式对立:或作为肯定与否定,或作为相反者,或作为具备与缺失,或作为相关者。并且依照每一种对立都有某种特有的推论,从这一推论出发,他勾勒出人们如何能够既确立某事又反驳某事。但并非在所有的对立中推论都是相同的,而是在矛盾对立中,所产生的推论具有反向的关系;例如,如果美是愉悦的,那么不愉悦的就不是美的。但不可说不美就不是愉悦的;因为在表明美是愉悦的肯定命题为真的情况下,与之换位的是那样一个命题,它否定性地取肯定命题中的谓项,并对以此方式被取的事物,同样否定性地述说肯定命题中的主项。因为伴随着并换位于上述肯定命题的是表明不愉悦的不是美的这一命题,而不是表明不美就不是愉悦的这一命题;因为如果肯定命题从何处开始,那否定性地被取的事物也从该处开始,那么推论就会是顺向的了;但是与上述肯定命题换位的,乃是表明不愉悦的不是美的这一命题。总体而言,必须取后件(若在假言命题中)或谓项(若在直言命题中)的对立者来把握推论,并将其作为推论后件与前件的对立者(若命题是假言的)结合,或者与主项的对立者(若是直言的)结合。因为如果上述肯定命题是真的,这样一种否定命题也将是真的;并且如果否定命题是真的,按照上述方式与它换位的肯定命题也必然是真的;同样,如果其中任一为假,余下的也是假的。因为如果说美是愉悦的是假的,那么说不愉悦的不是美的也是假的;而在“人是动物”为真时,表明“非动物不是人”的命题也是真的;再次,在“非人者也不是苏格拉底”为真时,表明苏格拉底是人的肯定命题也变为了真的。他说,矛盾对立中的推论是反向的这一点,必须从归纳中获得。因为如果人是动物,那么非动物就不是人;如果信念是一种状态,那么非状态就不是信念。因此,如果生成之物具有开端,那么不具有开端的就没有生成,而不是像麦里梭所认为的那样,没有生成之物就没有开端;因为这是假的;因为有许多非生成之物具有开端。又如果无部分者是无广延的,那么非无广延者就不是无部分的。顺向的推论确实有时也会发生,如在固有属性和定义的情形中;因为如果人是能发笑的,非人就不是能发笑的;如果白色是分视的颜色,非白色就不是分视的颜色。但这样的换位不是普遍的,而只在某些质料上成立,而上述换位则是普遍的;因为它不仅在固有属性和定义上是真的,而且在属、种差以及偶性上也是真的。这样的换位就是所谓的伴随对立的换位。矛盾对立中的推论就是如此。我们将如下这样把它既用于反驳又用于确立。当反驳肯定命题时,我们将通过证明否定者不属于否定者来做到这一点;因为如果这不成立,那么反向被取的肯定者也不会属于肯定者。因为如果非善者不是快乐这一点不真,那么快乐是善这一点也不是真的;但前者是不真的;因为放荡者的快乐虽不是善的,但确实是快乐;因此快乐并不是善。我们将以此方式取消不可分线。因为如果本性上不可分者是无部分的,那么非无部分者就不是本性上不可分的;因此不会有任何不可分线,既然它们也不是无部分的;因为唯有点是无部分的,而线并不是点。另一方面,如果我们确立肯定命题,通过证明否定者属于否定者,我们也就证明了与之换位的肯定命题。因为如果非动物不是人,那么人就是动物;如果非善者不是值得选择的,那么值得选择的就是善;如果非有益者不是善,那么善就是有益的;所以既然健康是值得选择的,它也就是善,而既然是善,它也就是有益的。

语法注3 条
  1. 2.31ἀνάπαλιν

    副词 ἀνάπαλιν(“反向地/逆向地”)在此指逆否(contraposition)的顺序关系,即将谓项的否定作为新的主项,主项的否定作为新的谓项,与下文的 ἐπὶ τὰ αὐτά(“以相同的顺序/顺向地”)相对立。

  2. 2.31τῇ γὰρ καταφάσει τῇ τὸ καλὸν ἡδὺ λεγούσῃ ἀληθεῖ οὔσῃ ἀντιστρέφει ἡ τὸ κατηγορούμενον ἐν τῇ καταφάσει ἀποφατικῶς λαμβάνουσα καὶ κατηγοροῦσα τοῦ οὕτως λαμβανομένου τὸ ὑποκείμενον ἐν τῇ καταφάσει καὶ αὐτὸ ἀποφατικῶς.

    主要动词 ἀντιστρέφει 的主语是带有冠词的分词短语 ἡ ... λαμβάνουσα καὶ κατηγοροῦσα(“否定性地取……并述说……的[命题]”)。与格短语 τῇ ... καταφάσει ... ἀληθεῖ οὔσῃ 是 ἀντιστρέφει 所要求的补足语(“与……肯定命题换位”)。

  3. 2.31καὶ καθόλου τὸ ἀντικείμενον δεῖ λαμβάνοντας τοῦ ἑπομένου, εἰ ἐν ὑποθέσει εἴη, ἢ τοῦ κατηγορουμένου, εἰ ἐν κατηγορικῇ προτάσει, τὴν ἀκολουθίαν λαμβάνειν καὶ τῷ ἀντικειμένῳ τοῦ ἡγουμένου συντάσσειν αὐτὸ ὡς ἀκολουθοῦν, εἰ ὑποθετικὴ ἡ πρότασις εἴη, εἰ δὲ κατηγορική, τῷ τοῦ ὑποκειμένου.

    非人称动词 δεῖ 带有不定式的宾格主体 λαμβάνοντας,支配不定式 λαμβάνειν 与 συντάσσειν。前半部分词短语 λαμβάνοντας τὸ ἀντικείμενον... 表手段或伴随状况,后面的代词 αὐτό 指代这一“对立者”,作 συντάσσειν 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:190.25-192.27