← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§189.16-190.24

基于主体接受相反者能力的论题

亚历山大注释亚里士多德《论题篇》第二卷第七章(113a33),阐述利用主体接受相反者的能力来反驳偶性属性或确立接受能力的论题,并列举了情感、知识、神与质料等具体例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.30

" Πάλιν εἰ κεῖται συμβεβηκὸς ᾧ ἐστί τι ἐναντίον." Ὁ τόπος οὗτος τοιοῦτος· ἐπεὶ δοκεῖ τὸ αὐτὸ τῶν ἐναντίων εἶναι δεκτικόν, εἴ τίς τινι συμβεβηκέναι τί φησιν, ἀξιοῖ σκοπεῖν εἰ τῷ συμβεβηκέναι λεγομένῳ ἐστί τι ἐναντίον, καὶ ὄντος ὁρᾶν εἰ τὸ ὑποκείμενον δεκτικόν ἐστι καὶ τούτου. δεκτικοῦ μὲν γὰρ ὄντος κατασκευάζοιτ’ ἂν καὶ τὸ τούτου δεκτικὸν αὑτὸ εἶναι·1 οὐ μὴν ἤδη καὶ πάντως2 αὐτὸ ἐν αὐτῷ εἶναι, ὡς καὶ αὐτὸς ἐρεῖ. εἰ δὲ μὴ εἴη δεκτικὸν τούτου, οὐδ’ ἂν τοῦ συμβεβηκέναι τιθεμένου αὐτῷ εἴη δεκτικόν· εἰ δὲ μὴ δεκτικόν, οὐδ’ ἂν ἔχοι αὐτό. δεῖ δὲ ἐπ’ ἐκείνων χρῆσθαι τῷ τόπῳ ἐφ’ ὧν μὴ σύμφυτον τῷ ὑποκειμένῳ τὸ ἕτερον τῶν ἐναντίων, ὡς τῇ χιόνι τὸ λευκόν. οἷον εἰ τῇ ὀργῇ τὸ μῖσος ἕπεσθαί τις εἶπεν, ἐν ᾧ δῆλον ὅτι ἡ ὀργή, ἐν τούτῳ καὶ τὸ μῖσος ἔσται κατ’ αὐτόν· ἔστι δὲ ἡ ὀργὴ ἐν τῷ θυμοειδεῖ· ἐν τούτῳ ἄρα καὶ τὸ μῖσος ἔθετο. ἐπεὶ οὖν ἐστιν ἐναντίον τῷ μίσει ἡ φιλία, ἔσται τὸ θυμοειδὲς καὶ τῆς φιλίας δεκτικόν· εἰ οὖν μὴ τοῦτο (ἐν γὰρ τῷ ἐπιθυμητικῷ τὸ φιλεῖν καὶ ἡ φιλία), οὐκ ἂν οὐδὲ τὸ μισεῖν ἐν τῷ θυμικῷ εἴη· εἰ δὲ τοῦτο, ἀναιροῖτ’ ἂν τὸ τὸ μῖσος ἕπεσθαι τῇ ὀργῇ, εἴ γε ἡ μὲν ὀργὴ ἐν τῷ θυμικῷ, τὸ δὲ μῖσος ἐδείχθη ἐν τῷ ἐπιθυμητικῷ. πάλιν εἰ τὴν ἄγνοιαν ἐν τῷ ἐπιθυμητικῷ τις λέγοι εἶναι, ἕποιτ’ ἂν τὸ καὶ γνώσεως εἶναι τὸ ἐπιθυμητικὸν δεκτικόν· εἰ δὲ τοῦτο, καὶ ἐπιστήμης. εἰ δὲ μὴ τοῦτό ἐστι [τὸ] ἐπιστήμης δεκτικὸν ἀλλὰ τὸ διανοητικόν,3 οὐδ’ ἂν ἀγνοίας εἴη τὸ ἐπιθυμητικὸν δεκτικόν. τούτῳ τῷ τόπῳ προσχρωμένους ἔστι δεικνύναι ὅτι μηδεμία τῶν ἠθικῶν ἀρετῶν ἐπιστήμη. τὸ γὰρ ἐπιστήμης δεκτικὸν καὶ ἀγνοίας· ὥστε εἰ ἀγνοίας τὸ λογιστικόν, καὶ ἐπιστήμης τοῦτο, ἀλλ’ οὐ τὸ παθητικόν, ἐν ᾧ αἱ ἠθικαὶ ἀρεταί. δεικνύοιτ’ ἂν διὰ τοῦ τόπου τούτου καὶ ὅτι ὁ θεὸς οὐκ ἔστι ζωῆς δεκτικός, ὅτι μηδὲ θανάτου· αὐτοζωὴ γὰρ ἀλλ’ οὐ ζωῆς δεκτικός. ἢ διὰ τοῦτο οὐ δεκτικός, ὅτι σύμφυτον αὐτῷ τὸ ζῆν ὡς τῇ χιόνι τὸ λευκόν. πρὸς μὲν οὖν ἀνασκευὴν ἁπλῶς ὁ τόπος χρήσιμος. κατασκευάσαι δὲ διὰ τούτου τὸ μὲν ὑπάρχειν τι οὐχ οἷόν τε· τὸ μέντοι δεκτικὸν αὐτὸ εἶναι τοῦ λεγομένου αὐτῷ ὑπάρχειν κατασκευάζοιτ’ ἄν· εἰ γὰρ τοῦ ἐναντίου τούτῳ δεκτικόν, καὶ τούτου. οὕτως κατασκευάζοιτ’ ἂν ὅτι ἡ ὕλη οὐ στέρησις ἀλλὰ δεκτικὴ στερήσεως, ἐπεὶ καὶ τοῦ εἴδους, ὅ ἐστιν ἐναντίον τῇ στερήσει, ἐστὶ δεκτική. ἂν μὲν οὖν δεικνύμενον ᾖ τὸ ἐναντίον ὑπάρχον τῷ ὑποκειμένῳ, ἄντικρυς ἂν ὅτι μὴ ὑπάρχει αὐτῷ τὸ κείμενον ὑπάρχειν δεικνύοιτο· ὅτι μέντοι δεκτικόν ἐστιν αὐτοῦ, εἴη ἂν κατεσκευασμένον. εἰ δὲ δεκτικὸν εἴη μόνον δεικνύμενον τὸ ὑποκείμενον τοῦ ἐναντίου τῷ ὑπάρχειν αὐτῷ λεγομένῳ, δύναται καὶ ὑπάρχειν αὐτῷ τοῦτο· εἰ δέ γε τῶν ἀμέσων εἴη, καὶ ὑπάρχοι ἂν πάντως.

“再次,如果设定了有某种相反者的偶性。” 该论题如下:既然同一事物似乎能够接受相反者,那么如果有人说某物作为偶性属于某物,他要求考察对于被称为偶性的事物是否存在某种相反者,并且如果存在,就看该底层事物是否也能接受这相反者。因为如果它是能接受的,那么它本身也能接受这[偶性]这一点就会确立;然而正如他自己也将指出的那样,并非由此它〔偶性〕就直接且完全存在于它之中。但如果它不能接受这相反者,它也不会接受被假定为其偶性的事物;而如果它不能接受,它也就不会具有它。但必须在相反者之一对底层事物而言并非固有(如白色之于雪)的情形下使用该论题。例如,如果有人说仇恨伴随着愤怒,那么显而易见,愤怒存在于何处,按照他的说法仇恨也将在何处;然而愤怒存在于血气部分;因此他把仇恨也置于其中。既然友爱是仇恨的相反者,血气部分也将能够接受友爱;因此如果不是这样(因为爱与友爱存在于欲望部分),那么恨也不会存在于血气部分中;而如果这样,既然愤怒在血气部分而仇恨已被证明在欲望部分,那么仇恨伴随着愤怒这一说法就会被废除。再次,如果有人说无知存在于欲望部分,随之而来的便是欲望部分也能接受认识;而如果这样,也能接受科学知识。但如果能接受科学知识的不是这[欲望部分]而是理智部分,那么欲望部分也不会接受无知。借助于这个论题,可以证明没有任何伦理德性是科学知识。因为能接受科学知识的也能接受无知;所以如果理性部分能接受无知,能接受科学知识的也就是它,而不是伦理德性所处的受动部分。通过这个论题还可以证明神不能接受生命,因为神也不能接受死亡;因为神就是生命本身,而不是接受生命者。或者说由于这个原因神不能接受:活着对他而言是固有的,正如白色之于雪。因此,对于反驳而言,该论题是绝对有用的。但通过该论题确立某物实际属于则是做不到的;不过确立它本身能接受那被说成属于它的事物则是可能的;因为如果它能接受其相反者,它也能接受此物。以此方式可以确立质料不是缺失而是能接受缺失者,因为它也能接受作为缺失之相反者的形式。因此,如果相反者被证明属于底层事物,那么被假定为属于它的事物不属于它这一点就会被直接证明;然而它能接受它这一点就会被确立。但如果底层事物仅仅被证明能接受那被说成属于它的事物的相反者,那么此[被说成的]事物也可能属于它;而如果它是属于无中间者的相反者之一,它在任何情况下都将属于它。

语法注3 条
  1. 2.30δεκτικοῦ μὲν γὰρ ὄντος κατασκευάζοιτ’ ἂν καὶ τὸ τούτου δεκτικὸν αὑτὸ εἶναι

    独立属格 δεκτικοῦ μὲν γὰρ ὄντος 的逻辑主语是前文提到的底层事物(τὸ ὑποκείμενον),其补足成分是相反者(τὸ ἐναντίον)。主句不定式短语中的 τούτου 指代最初被称作偶性的事物(τὸ συμβεβηκέναι λεγόμενον),反身代词 αὑτό 则指代底层事物自身。

  2. 2.30εἰ δέ γε τῶν ἀμέσων εἴη, καὶ ὑπάρχοι ἂν πάντως

    τῶν ἀμέσων 为部分属格,意为“如果属于无中间者的相反者”。主句中的副词 πάντως(必定、在任何情况下)表明,由于在这一类相反者之间不存在中间状态,两者之一必然实际属于该主体。

  3. 2.30εἰ δὲ μὴ τοῦτό ἐστι [τὸ] ἐπιστήμης δεκτικὸν ἀλλὰ τὸ διανοητικόν

    指示代词 τοῦτο 作为主语,指代前文的欲望部分(τὸ ἐπιθυμητικόν),与表语短语 [τὸ] ἐπιστήμης δεκτικόν 相对比,后接 ἀλλὰ τὸ διανοητικόν(思考/理智部分)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:189.16-190.24