← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§188.4-189.15

通过相反者同时归结进行反驳的论题

亚历山大阐释了反驳性论题(113a24),即如果主张某属性属于某主体会导致相反者同时属于该主体,则该主张被驳倒;并结合理念在我们之中、说谎者悖论、万物混杂说以及全动说等实例展开分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.29

" [Ἄλλος] ἢ εἴ τι τοιοῦτον εἴρηται κατά τινος, οὗ ὄντος ἀνάγκη τἀναντία ὑπάρχειν.1" Προστίθησι τῷ προειρημένῳ τόπῳ καὶ τοῦτον ὄντα καὶ αὐτὸν ἐπὶ τῶν ἐναντίων τε καὶ ἀνασκευαστικόν. ἔστι δὲ ὁ τόπος· ἀξιοῖ ζητεῖν εἴ τις τοιοῦτόν τι κατηγόρηκέ τινος ὡς ὑπάρχον αὐτῷ, ᾧ ἕπεται τὸ ἅμα τῷ ὑποκειμένῳ πράγματι τὰ ἐναντία ὑπάρχειν· εἰ γὰρ εἴη τοιοῦτον τὸ τιθέμενον ὑπάρχειν τινί, ἀναιροῖτ’ ἂν καὶ δεικνύοιτο ἀδύνατον τῷ ἀδύνατον εἶναι ἅμα τὰ ἐναντία ὑπάρχειν τινί. αὐτὸς μὲν οὖν παραδείγματι τῶν ἰδεῶν κέχρηται. εἰ γάρ τις λέγοι τὰς ἰδέας ἐν ἡμῖν εἶναι ὡς εἶναι τὰ ἡμέτερα εἴδη τὰς ἰδέας, τούτῳ ἀκολουθεῖ τὸ ἅμα μὲν ἀκινήτους τὰς ἰδέας λέγειν ἅμα δὲ κινουμένας, καὶ ἅμα μὲν νοητὰς ἅμα δὲ οὐ νοητὰς ἀλλὰ αἰσθητάς. καθ’ ὅσον μὲν γὰρ τὰς ἰδέας λέγουσι νοητάς τε καὶ ἀκινήτους, ταῦτα αὐταῖς ὑπάρξει· καθ’ ὅσον δὲ ἐν ἡμῖν αὐτὰς εἶναι λέγουσι, κινουμένων τε ἡμῶν συγκινηθήσονται καὶ ἔτι αἰσθηταὶ ἔσονται· τὴν γὰρ ἑκάστου μορφὴν τῇ ὄψει γνωρίζομεν, ἥτις εἰ ἔστιν ἡ ἰδέα, αἰσθητὴ ἂν εἴη. ἔνεστι δὲ προσχρωμένους τῷ τόπῳ τούτῳ ἀναιρεῖν τό τε τὸ ‘ἐγὼ ψεύδομαι’ πρότασιν εἶναι·2 εἰ γὰρ πρότασις, ἅμα ἔσται ἀληθής τε καὶ ψευδής, ὡς δείκνυται· ἀδύνατον δὲ τοῦτο· ἐναντία γὰρ ταῦτα· οὐκ ἄρα πρότασις τὸ ‘ἐγὼ ψεύδομαι’. εἰ γὰρ εἴη συγκεχωρημένον τὸ εἶναι πρότασιν αὐτήν, ἀναιροῖτ’ ἂν τὸ πᾶσαν πρότασιν ἢ ἀληθῆ ἢ ψευδῆ εἶναι· εἰ γὰρ τοῦτο, εἴη ἂν καὶ αὕτη ἢ ἀληθὴς ἢ ψευδής. ἀλλ’ ὁπότερον ἂν ὑποτεθῇ εἶναι, ἕπεται καὶ τὸ ἐναντίον αὐτῇ· ἀληθοῦς μὲν γὰρ ὑποτεθέντος εἶναι τοῦ ‘ἐγὼ ψεύδομαι’ ἕπεσθαι δοκεῖ τὸ ψεύδεσθαι αὐτόν· οὕτως γὰρ ἂν ἀληθεύοι ψεύδεσθαι λέγων αὑτόν· ψευδοῦς δὲ πάλιν τὸ ἀληθεύειν· διὰ γὰρ τοῦτο αὐτὸ ψεύδοιτ’ ἂν πάλιν λέγων αὑτὸν ψεύδεσθαι, διότι ἀληθεύει. ἀλλ’ οὐδὲ τὸ ‘πᾶσα φαντασία ἀληθής’ πρότασις ἂν εἴη· ἅμα γὰρ ἀληθής τε καὶ ψευδής, ἀληθὴς μέν, ὅτι φαντασία καὶ αὐτή, ψευδὴς δέ, ὅτι φησὶν πᾶσαν ἀληθῆ εἶναι· τοῦτο δὲ ἀδύνατον. ἀλλὰ καὶ τῷ τὸ πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι ἕπεται τὸ ἅμα εἶναι τὰ ἐναντία. ἀλλὰ καὶ τῷ τὸ ὂν ἕν τε εἶναι καὶ ἄπειρον λέγοντι ἕπεται τὸ ὂν ἕν τε εἶναι καὶ πολλά· τὸ γὰρ ἄπειρον τοῦ ποσοῦ· τὸ δὲ ποσὸν συμβεβηκός· ἔσται οὖν καὶ οὐσία καὶ ποσόν. ἀλλὰ καὶ τῷ τὸ πάντα κινεῖσθαι τιθεμένῳ ἕπεται τὸ τὸ αὐτὸ ἅμα κινεῖσθαί τε καὶ ἠρεμεῖν· αὐτὸ γὰρ τὸ πάντα κινεῖσθαι, καθ’ ὅσον ἀληθές τε καὶ βέβαιον μένει, ἀκίνητον ἔσται, καθ’ ὅσον δὲ τῶν πάντων ἐστί, καὶ αὐτὸ κινηθήσεται. διὰ δὲ τοῦ εἰπεῖν διὰ γὰρ τῆς περὶ τὴν ὄψιν αἰσθήσεως τὴν ἐν ἑκάστῳ μορφὴν γνωρίζομεν ἔδειξε3 πῶς εἶπεν ἐν ἡμῖν εἶναι τὰς ἰδέας· ὡς γὰρ τὸ ἑκάστου εἶδος καὶ τὴν μορφήν. διὰ τοῦ τόπου τούτου ἀναιρεθήσεται καὶ τὰ τοιαῦτα· ‘ἐπίσταται Δίων ὅτι τέθνηκεν’· ἅμα γὰρ τούτῳ καὶ τὸ τεθνάναι καὶ τὸ ζῆν ἕπεται. ὁμοίως τούτῳ καὶ τὸ ‘οὐκ ἔστιν αὕτη ἡμέρα’.

“[另一论题是]或者关于某物是否说了这样一类事物,当其存在时,相反者必然属于[该物]。” 他在前述论题之外又补充了这个论题,这本身也是关涉相反者且是反驳性的。该论题如下:他要求探究是否有人把某种事物作为属于某物而述谓于它,随之而来的结论是相反者同时属于该底层事物;因为如果被假定为属于某物的事物是如此这般的,它就会被废除,并且由于相反者不可能同时属于某物而被证明是不可能的。于是他自己使用了理念的例子。因为如果有人说理念存在于我们之中,以至于我们的形式就是理念,那么随之而来的便是:在说理念是不动的同时又说它们在运动,在说它们是可理知的同时又说它们不可理知而是可感觉的。因为就他们说理念是可理知且不动而言,这些属性将属于它们;但就他们说理念存在于我们之中而言,当我们运动时,它们将随之共同运动,并且它们还将是可感觉的;因为我们通过视觉认识每一事物的形状,而如果这就是理念,它就将是可感觉的。而且借助于这个论题,还可以反驳‘我在说谎’是一个命题;因为如果它是一个命题,正如所证明的那样,它将同时既真又假;但这不可能;因为这些是相反者;因此‘我在说谎’不是一个命题。因为如果承认它是一个命题,那么凡命题非真即假这一论断就会被否定;因为如果如此,这一个命题也将非真即假。但无论假设它是二者中的哪一个,相反者也会随之而来;因为如果假设‘我在说谎’是真,随之而来的似乎是他正在说谎;因为这样一来,他说自己在说谎时就是在说真话;反之如果假设它是假,则是他在说真话;因为正因如此,当他说自己在说谎时他将再次说谎,因为他正在说真话。但‘一切表象都是真的’也不会是一个命题;因为它是同时既真又假的:一方面是真的,因为其本身也是一个表象;另一方面是假的,因为它是说一切表象都是真的;而这是不可能的。而且对于主张万物混杂于万物之中的人来说,随之而来的结论是相反者同时存在。而且对于主张存在既是一又是无限的人来说,随之而来的结论是存在既是一又是多;因为无限属于量,而量是偶性;因此它将既是实体又是量。而且对于设定万物皆动的人来说,随之而来的结论是同一事物同时既运动又静止;因为‘万物皆动’本身,就其保持为真且确定而言,将是不动的,但就它是万物之一而言,它本身也将运动。而通过说‘因为通过有关视觉的感觉我们认识每一事物中的形状’,他表明了他如何说理念在我们之中;因为[他的意思是]作为每一事物的形式与形状。通过这一论题,诸如此类的说法也将被反驳:‘狄翁知道他已经死了’;因为死与生同时随着这句话而来。与此类似的还有‘这不是白天’。

语法注3 条
  1. 2.29οὗ ὄντος ἀνάγκη τἀναντία ὑπάρχειν

    οὗ ὄντος 是属格绝对结构,关系代词 οὗ 的先行词是前面的不定代词 τι(或 τοιοῦτον)。它具有条件含义(“当其存在时”),修饰主句 ἀνάγκη [ἐστι] τἀναντία ὑπάρχειν。

  2. 2.29ἔνεστι δὲ προσχρωμένους τῷ τόπῳ τούτῳ ἀναιρεῖν τό τε τὸ ‘ἐγὼ ψεύδομαι’ πρότασιν εἶναι

    ἔνεστι 是无人称动词,支配宾格复数分词 προσχρωμένους 和不定式 ἀναιρεῖν。ἀναιρεῖν 的宾语是由外层冠词 τό 引导的不定式从句 τό ... πρότασιν εἶναι,而该不定式从句的主语是内层带冠词的引用短语 τὸ ‘ἐγὼ ψεύδομαι’,构成了嵌套的冠词不定式结构。

  3. 2.29διὰ δὲ τοῦ εἰπεῖν διὰ γὰρ τῆς περὶ τὴν ὄψιν αἰσθήσεως τὴν ἐν ἑκάστῳ μορφὴν γνωρίζομεν ἔδειξε

    在 διὰ τοῦ εἰπεῖν 之后直接插入了亚里士多德的原句(διὰ γὰρ τῆς περὶ τὴν ὄψιν αἰσθήσεως τὴν ἐν ἑκάστῳ μορφὴν γνωρίζομεν)作为直接引语;主句动词 ἔδειξε 的主语是亚里士多德。全句骨架为:“通过说[引文],他表明了……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:188.4-189.15