- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:187.10-188.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《论题篇》第二卷第七章(113a20)中“偶性是否有相反者”这一论题。他解释了该论题因重复而在某些写本中被删除的缘由,并通过与无中介对立的对比,阐明该论题适用于有中介的相反者因而纯属反驳性。
" Ἔτι εἰ ἔστι τι ἐναντίον τῷ συμβεβηκότι." Εἴ τίς τινι συμβεβηκέναι τι εἴποι, δεῖ, φησίν, ἐφορᾶν εἰ τῷ συμβεβηκότι ἐστί 〈τι〉 ἐναντίον. οὗτος ὁ τόπος ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ ἔν τισι φερομένῳ, κατὰ τὴν λέξιν μόνον αὐτοῦ διαφέρων, ὡς 〈παρὰ〉 τὸ εἰκὸς Ἀριστοτέλους διαφόρῳ λέξει τὸν αὐτὸν ὑποσημηναμένου τόπον·1 διὸ ἔν τισιν ὁ πρὸ τούτου περιῄρηται. ἔστι δὲ ὁ τόπος καὶ αὐτὸς ἀπὸ τῶν ἐναντίων ἀνασκευαστικός. ἐπεὶ γὰρ ἀδύνατόν τινι ἅμα τὰ ἐναντία ὑπάρχειν τε καὶ συμβεβηκέναι, φησὶ δεῖν, ἄν τίς τι συμβεβηκέναι τινὶ λέγῃ, ἐπιβλέπειν εἰ τῷ συμβεβηκέναι λεγομένῳ ἐστί τι ἐναντίον καὶ εἰ ὑπάρχει τούτῳ ᾧ ὑπάρχειν τίς φησι τὸ ἐναντίον αὐτῷ.2 ἂν γὰρ δειχθῇ τοῦτο ὑπάρχον αὐτῷ, ἀνεσκευασμένον ἔσται τὸ τιθέμενον αὐτῷ συμβεβηκέναι. εἰ γάρ τις λέγοι τὴν ἀδικίαν ὠφέλιμον εἶναι τῷ ἔχοντι, ἐπεὶ τῷ μὲν ὠφελίμῳ τὸ βλαβερὸν ἐναντίον, ἡ δὲ ἀδικία νόσος ψυχῆς ἐστιν, ἂν λάβωμεν ὅτι πᾶσα νόσος βλαβερὰ τῷ ἔχοντι αὐτήν, ἔχοιμεν ἂν ὅτι καὶ ἡ ἀδικία· εἰ δὲ βλαβερά, οὐκ ὠφέλιμος· ἀδύνατον γὰρ ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν. ὁμοίως, ἂν τὸ ὑγιαίνειν λεγόμενον δείξωμεν νοσοῦν, ἀνῃρηκότες ἂν εἴημεν τὸ ὑγιαίνειν αὐτό. ἀλλὰ καὶ εἰ τὴν ἡδονήν τις ἀγαθὸν ἔθετο, δειχθείσης ὅτι κακὸν3 ἀνῃρημένον ἂν εἴη τὸ ἀγαθὸν αὐτὴν εἶναι· ἔσται γὰρ ἅμα περὶ αὐτὴν τἀναντία. διαφέροι δ’ ἂν οὗτος ὁ τόπος τοῦ πρὸ ὀλίγου ῥηθέντος τοῦ “ὅσοις δὲ ἀνάγκη θάτερον μόνον ὑπάρχειν”, ὅτι ἐκεῖνος μὲν ἦν ἐπὶ ἀμέσων λεγόμενος, διὸ ἦν καὶ κατασκευαστικός, οὐ μόνον ἀνασκευαστικός, οὗτος δὲ ἐπὶ τῶν ἐμμέσων ἐναντίων, διὸ μόνον ἐστὶν ἀνασκευαστικός.
“此外,偶性是否有某种相反者。” 如果有人说某物偶合于某物,他说,必须考察对于偶合之物是否存在[某种]相反者。这个论题与在某些写本中位于它之前的那个论题是相同的,仅在字句上与它不同,仿佛亚里士多德有悖常理地用不同的字句指示了同一个论题;因此在某些写本中,这前一个论题被删除了。而且这个论题本身也是基于相反者的反驳性论题。因为既然相反者不可能同时属于并偶合于某物,所以他说,如果有人说某物偶合于某物,就必须考察对于被说成是偶合的事物是否存在某种相反者,以及那与它相反的事物是否属于有人声称[该偶性]所属于的那一事物。因为如果证明了这属于它,那么被假定为偶合于它的事物就已被反驳了。因为如果有人说不正义对于拥有它的人是有益的,既然有害与有益相反,而不正义是灵魂的疾病,那么如果我们设定凡疾病对于拥有它的人都是有害的,我们就会得出不正义也是[有害的];而如果是有害的,就不是有益的;因为相反者不可能同时属于同一事物。同样,如果我们证明被说成是健康的事物正在患病,我们就已经否定了它是健康的。而且,即使有人设定快乐是善,一旦证明了它是恶,其为善也就被否定了;因为相反者将会同时存在于它之中。这个论题与刚才所说的‘对于那些必然只有二者之一属于的事物’这一论题有所不同,因为那个论题是针对无中介的事物而言的,所以它不仅是反驳性的,而且也是确立性的;而这个论题则是针对有中介的相反者而言的,所以它仅是反驳性的。
- 2.28ὡς 〈παρὰ〉 τὸ εἰκὸς Ἀριστοτέλους διαφόρῳ λέξει τὸν αὐτὸν ὑποσημηναμένου τόπον
由 ὡς 引导的属格独立结构(Ἀριστοτέλους ... ὑποσημηναμένου),表示主观拟想(“仿佛亚里士多德有悖常理地用不同字句指示了同一论题”),修饰前面的 διαφέρων,并由此构成后句(διό)部分写本删除前一论题的理由。编者瓦利斯增补的 〈παρὰ〉 补足了“有悖于合情理(τὸ εἰκός)”之意。
- 2.28εἰ ὑπάρχει τούτῳ ᾧ ὑπάρχειν τίς φησι τὸ ἐναντίον αὐτῷ
带有倒置(hyperbaton)的复合结构。动词 ὑπάρχει 的真正主语是句末后置的 τὸ ἐναντίον αὐτῷ(“与它[即偶性]相反者”),而与格先行词 τούτῳ 则受关系从句 ᾧ ὑπάρχειν τίς φησι(“某人声称[该偶性]所属于的主体”)所限定。
- 2.28δειχθείσης ὅτι κακὸν
由阴性单数分词 δειχθείσης 构成的属格独立结构,未明写名词,其语义主语承接前一条件从句中的宾格名词 τὴν ἡδονήν。在 ὅτι 从句中,与表语 κακόν 搭配的系动词(ἐστίν)被省略。
