- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:185.27-187.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了如何将基于相反者的论题应用于反驳和确立,并特别通过无中介相反者阐明了论证步骤。随后,他通过复合主词和谓词在不同方面的区分,消解了‘一物只与一物相反’的原则与复合命题具有多个相反者之间的表面矛盾。
ἀδύνατον γὰρ συνυπάρχειν τὰ ἐναντία· ὅταν οὖν πρόβλημά τι ᾖ ἐξ ἐναντίων συγκείμενον ᾧ πλείω ἐστὶν ἐναντία, ἀνασκευάζοντας αὐτὸ χρή, τίνα ἐστὶ τὰ ἐναντία αὐτῷ, λαμβάνειν καὶ τούτων ὃ ἂν μᾶλλον ᾖ δι’ ἐνάργειαν πρὸς τὸ τεθῆναι χρήσιμον, τοῦτο προχειριζομένους καὶ δεικνύντας ὅτι ἀληθές ἐστιν ἀναιρεῖν τὸ κείμενον1 τούτῳ ἐναντίον ὡς οὐκ ἀληθές. οἷον εἰ λέγοι τις τὴν δικαιοσύνην κακὸν εἶναι, ἐπεὶ τούτῳ ἐναντία δύο, τό τε τὴν δικαιοσύνην ἀγαθὸν εἶναι καὶ τὸ τὴν ἀδικίαν κακόν, εἰ φανερώτερόν ἐστι τὸ τὴν ἀδικίαν κακὸν εἶναι κακίαν οὖσαν καὶ νόσον ψυχῆς καὶ φθαρτικὴν τοῦτο μὲν τῆς ἐν πόλει κοινωνίας τοῦτο δὲ πάσης συναλλαγῆς, ἐναντίαν δὲ καὶ παρὰ φύσιν τοῖς ἀνθρώποις (οἱ γὰρ ἄνθρωποι φύσει κοινωνικοί), εἰ δὴ τοῦτο διὰ ταῦτα φανερώτερον τοῦ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, τοῦτο 〈δεῖ〉 δείξαντάς τε καὶ θέντας ὂν ἐναντίον τῷ τὴν δικαιοσύνην κακὸν εἶναι ἀναιρεῖν ἐκεῖνο.2 ἐπὶ δέ γε τῶν ἀμέσων ἐναντίων καὶ κατασκευάσομεν τὸ προκείμενον, δείξαντες τὸ ἐναντίον αὐτῷ μὴ ὑπάρχον ὄντι δεκτικῷ αὐτοῦ καθ’ ὁπότερον ἂν σημαινόμενον τοῦ ἐναντίου προχειρότερον τοῦτο δυνώμεθα δεικνύναι. τοῦτο δὲ γίνοιτ’ ἄν, εἰ ἀμφότεραι αἱ ἐναντιώσεις, ἐξ ὧν ἡ τῶν ἐναντίων συμπλοκή, εἶεν ἄμεσοι· οὕτω γὰρ καὶ τὰ ἄλλα ἄμεσα ἔσται συγκείμενα. ὁ γὰρ δείξας, ὅτι μή ἐστιν ἡ ὑγεία κακόν, ἤδη δέδειχεν ὅτι ἡ ὑγεία ἀγαθόν, εἰ εἴη ἄμεσα τό τε ἀγαθὸν καὶ τὸ κακὸν ὁμοίως [δὲ] τῇ ὑγείᾳ καὶ τῇ νόσῳ. ὡς γὰρ καὶ πρὸς κατασκευὴν ὄντος τοῦ τόπου χρησίμου εἶπε καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι. δεῖ δὲ τὸ μᾶλλον ἐν τοῖς κατηγορουμένοις ὅροις ζητεῖν, 〈οἷον〉 πότερον μᾶλλον καὶ φανερώτερον ὑπάρχει τῇ δικαιοσύνῃ τὸ ἀγαθὸν ἢ τῇ ἀδικίᾳ τὸ κακόν. ὁ αὐτὸς λόγος καὶ ἐὰν ἄλλα τινὰ ἐναντία λάβωμεν, οἷον ἡδονὴν καὶ λύπην καὶ ἀγαθὸν καὶ κακόν, καὶ ταῦτα συμπλέκωμεν. ὁμοίως κἂν [ἐπὶ τούτων], οἷς αὐτὸς ἐχρήσατο, λάβωμεν φίλους καὶ ἐχθροὺς καὶ εὖ ποιεῖν καὶ κακῶς ποιεῖν. Ὁ μὲν οὖν τόπος οὗτος. ἐπιζητήσαι δ’ ἄν τις πῶς πάλιν ἐνταῦθα πλείω ἑνὶ ἐναντία εἶναι ἔλαβεν ἀρεσκόμενος τῷ ἓν ἑνὶ ἐναντίον εἶναι. ἢ ὅταν μὲν ἁπλοῦν τὸ ἓν ᾖ,3 ἀνάγκη τούτῳ ἓν ἐναντίον εἶναι· ὅταν δὲ μὴ ἁπλοῦν, οὐδὲν κωλύει τούτῳ καὶ πλείω εἶναι ἐναντία, οὐ κατὰ ταὐτὸν ἀλλὰ ἄλλου κατ’ ἄλλο τῶν λαμβανομένων ἐναντίων ὄντος ἐναντίου τῷ ἑνί· κατὰ ταὐτὸν γὰρ ἀδύνατον πλείω τῷ αὐτῷ ἐναντία εἶναι. κἂν ἓν δέ τι ὂν κατ’ ἀριθμὸν δυνάμεις ἔχον πλείους ἑκάστῃ τῶν ἐν αὐτῷ δυνάμεων ἔχῃ τι ἐναντίον, οὐκ ἐπεὶ ἓν κατ’ ἀριθμόν ἐστι τὸ λαμβανόμενον, διὰ τοῦτο ἑνὶ πλείω ἔσται ἐναντία. οὐδὲν γὰρ κωλύει ἕν τι κατ’ ἀριθμὸν ὂν καὶ ψυχρὸν εἶναι καὶ λευκόν, ὡς τὴν χιόνα, καὶ ἔχειν ἐναντία τό τε θερμὸν καὶ τὸ μέλαν· ἀλλ’ οὐ διὰ τοῦτο ἑνὶ πλείω ἐναντία γίνεται, ὅτι μὴ κατὰ ταὐτὸν ἄμφω, τό τε θερμὸν καὶ τὸ μέλαν, ἐναντία τῇ χιόνι. καὶ ἐπὶ τῆς τῶν ἐναντίων δὲ συμπλοκῆς ταὐτὸ συμβαίνει· οὐ γὰρ δὴ κατὰ ταὐτὸν τῷ ‘ἡ ἡδονὴ ἀγαθόν ἐστιν’ ἐναντίον ἐστὶ τὸ ‘ἡ ἡδονὴ κακόν’ καὶ ‘ἡ λύπη ἀγαθόν’, ἀλλ’ ἡ μὲν πρώτη, ὅτι τὸ ἐναντίον τοῦ αὐτοῦ κατηγόρησεν, ἡ δὲ δευτέρα, ὅτι τοῦ ἐναντίου τὸ αὐτό· δύο γὰρ τὰ συγκείμενα, καὶ ἑκατέρῳ αὐτῶν ἴδιόν τί ἐστιν ἐναντίον. οὐδ’ ἐνταῦθα οὖν αὑτῷ τι μαχόμενον λέγει, ὥσπερ οὐδὲ ἐν τοῖς Ἠθικοῖς, ὡς ἐδείξαμεν καὶ ἐν τοῖς εἰς ἐκεῖνα ὑπομνήμασιν.
因为相反者不可能同时存在;因此,当有一个由相反者构成且对其有多个相反者的问题时,反驳它的人应当掌握对它相反的是哪些,并且在这些之中,凡是由于明晰性而对确立更为有用的,将它准备妥当并指明其为真实,从而将与此相反的既定主张作为非真实加以否定。例如,如果有人说正义是恶,既然对此有两个相反者,即正义是善与不正义是恶,那么如果不正义是恶更为显然——因为它是一种恶德和灵魂的疾病,一方面破坏城邦中的共同体,另一方面破坏一切交易,并且对人类而言是相反的和违反本性的(因为人类本性是具有社群性的)——如果确实由于这些缘故,这一点比正义是善更为显然,那么[应当]在证明并确立了这与正义是恶相反的事物之后,否定那前一个主张。另一方面,在无中介的相反者的情况下,我们将根据在相反者的哪个意义上我们能更便捷地证明这一点,通过表明其相反者不属于能接纳它的主体,从而也确立所提出的课题。如果相反者的结合所由之构成的两组对立都是无中介的,这种情况就会发生;因为这样一来,由它们构成的其他事物也将是无中介的。因为指明了健康不是恶的人,如果善与恶是无中介的且健康与疾病同样也是[无中介的],就已经指明了健康是善。实际上,他说了‘无论是对于反驳者还是对于确立者’,是因为这个论题对于确立也是有用的。必须在被述谓的词项中寻求‘更’,即善属于正义,还是恶属于不正义,何者更强且更显然。即使我们选取其他一些相反者,例如快乐与痛苦、善与恶,并将这些结合起来,同样的道理也适用。同样,即使我们选取他自己所使用的那些:朋友与敌人,以及善待与恶待,也是如此。 因此,这个论题就是这样的。但是有人可能会追问,他既然认可‘一物只与一物相反’,在这里为何又假定有一物有多个相反者。或者应当说,当那一物是单纯的时,必然只有一物与其相反;但当它不是单纯的时,就没有任何事物妨碍它有多个相反者,这不是在同一方面,而是所选取的相反者中的不同者依不同方面与那一物相反;因为在同一方面,多个事物与同一事物相反是不可能的。而且即使某个在数目上为一的事物具有多种潜能,并对其内在的每种潜能都具有某种相反者,也不会因为所选取的事物在数目上为一,就因此对一物有多个相反者。因为没有任何事物妨碍在数目上为一的事物既是冷的又是白的(如雪),并且具有热与黑作为相反者;但并不因此就产生一物有多个相反者的情况,因为热与黑两者并非在同一方面与雪相反。在相反者的结合中也发生同样的情况;因为‘快乐是恶’与‘痛苦是善’并不是在同一方面与‘快乐是善’相反,而是前者由于对同一事物述谓了相反者,后者则是由于对相反者述谓了同一事物;因为组成成分有两个,并且对它们中的每一个都有某种特有的相反者。因此,在这里他也并没有说任何自相矛盾的话,正如在《伦理学》中也没有一样,正如我们在对那部著作的注释中也指明的那样。
- 2.27ἀνασκευάζοντας αὐτὸ χρή ... ἀναιρεῖν τὸ κείμενον
这是由非人称动词 χρή 支配的带宾格不定式结构,宾格分词 ἀνασκευάζοντας、προχειριζομένους 和 δεικνύντας 充当不定式 ἀναιρεῖν 的逻辑主语。间接疑问句 τίνα ἐστὶ τὰ ἐναντία αὐτῷ 充当不定式 λαμβάνειν 的宾语,καὶ 之后由 τοῦτο 复指关系从句 τούτων ὃ ἂν μᾶλλον ᾖ ... 并通过分词短语引向主要不定式短语 ἀναιρεῖν τὸ κείμενον。
- 2.27εἰ δὴ τοῦτο διὰ ταῦτα φανερώτερον τοῦ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, τοῦτο 〈δεῖ〉 δείξαντάς τε καὶ θέντας ὂν ἐναντίον τῷ τὴν δικαιοσύνην κακὸν εἶναι ἀναιρεῖν ἐκεῖνο
长条件句的后结部分。指示代词 τοῦτο 指代紧邻前文的‘不正义是恶’(τὸ τὴν ἀδικίαν κακὸν εἶναι),而相对的 ἐκεῖνο 则指代较远的被反驳对象‘正义是恶’(τὴν δικαιοσύνην κακὸν εἶναι)。文本校勘补入的 〈δεῖ〉 支配不定式 ἀναιρεῖν,分词 δείξαντάς τε καὶ θέντας 表示其逻辑主语。
- 2.27ἢ ὅταν μὲν ἁπλοῦν τὸ ἓν ᾖ
在疑问句(ἐπιζητήσαι δ’ ἄν τις...)之后的 ἢ 引出了注解者对前述疑难(aporia)的解答与化解,属于注释作品中经典的修辞用法(‘或者应当说……’)。随后的 ὅταν μὲν ... ὅταν δὲ ... 将单纯的主体与非单纯的主体进行了对比。
