- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:184.14-185.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了在产生相反对立的其余四个配对中,每个结合都对应着两个相反的结合,从而导致对同一事物产生多个相反者;他还解释了根据是否存在中间状态,基于相反者的论题为何主要用于反驳。
ἀλλὰ καὶ ἡ τετάρτη συζυγία ἐξ ἐναντίων δοκεῖ συγκεῖσθαι, ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα τῇ τὸ ἄδικον κακὸν λεγούσῃ· ἀπὸ ἐναντίων γὰρ καὶ αὗται ἕξεων. ἀλλὰ καὶ ἡ πέμπτη τοιαύτη, ἡ τὸ δίκαιον ἀγαθὸν λέγουσα καὶ ἡ τὸ ἄδικον ἀγαθόν· ἐναντίαι γὰρ καὶ αὗται καὶ ἀπὸ ἐναντίων ἕξεων. ὁμοίως καὶ ἡ ἕκτη ἔχει, ἡ τὸ δίκαιον κακὸν λέγουσα καὶ ἡ τὸ ἄδικον κακόν· καὶ γὰρ αὗται ταῖς προειρημέναις ἐναντίαι. Δείξας δὲ ταύτας καὶ εἰπὼν καθ’ ἑκάστην γὰρ συζυγίαν τὸ μὲν αἱρετὸν τὸ δὲ φευκτόν, καὶ τὸ μὲν ἐπιεικοῦς ἤθους τὸ δὲ φαύλου, ἐπήνεγκε δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι τῷ αὐτῷ πλείονα ἐναντία συμβαίνει γίνεσθαι, λαμβάνων τοῦτο ὡς τοῖς κειμένοις ἑπόμενον. ἣν γὰρ ἂν συμπλοκὴν ἐπαινετὴν ἢ ἀληθῆ λάβωμεν, ταύτῃ πᾶσαι1 αἱ ψεκταὶ ἢ ψευδεῖς ἐναντίαι ἔσονται 〈αἱ〉 ἐν πάσαις ταῖς συζυγίαις, καὶ οὐ πλείους εὑρεθήσονται οὖσαι τῶν δύο· καὶ ὁμοίως ἣν ἂν ψεκτὴν ἢ ψευδῆ, ταύτῃ πᾶσαι αἱ ἐν πάσαις ταῖς συζυγίαις ἐπαινεταὶ ἢ ἀληθεῖς ἐναντίαι, αἵτινες οὐδ’ αὐταὶ πλείους εἰσὶ τῶν δύο. ἔστι δ’ ἐπαινετὸν μέν, τοῦτ’ ἔστιν ἀληθές, ἐν τῇ πρώτῃ συζυγίᾳ τὸ τὸ δίκαιον ἀγαθὸν ὑπολαμβάνειν, ψεκτὸν δὲ τὸ τὸ δίκαιον κακόν, ὥστε τοῦτο ἐναντίον ἔσται ἐκείνῳ· ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ συμπλοκῇ, τῇ τὸ ἄδικον ὑποκείμενον ἐχούσῃ ἐν ἀμφοτέραις ταῖς συμπλοκαῖς, ψεκτὴ πάλιν ἐστὶ συμπλοκὴ ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα· ἔσται ἄρα καὶ αὕτη ἐναντία τῇ τὸ δίκαιον ἀγαθὸν λεγούσῃ. ἐν δέ γε ταῖς καταλειπομέναις δύο συζυγίαις αἱ ψεκταὶ συμπλοκαὶ αἱ αὐταί εἰσι ταῖς ἤδη προειρημέναις· ἐν μὲν γὰρ τῇ ἑτέρᾳ αὐτῶν, τῇ πέμπτῃ, ψεκτή ἐστιν ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα, ἥτις ἦν καὶ ἐν τῇ τετάρτῃ ψεκτὴ συμπλοκή, ἐν δέ γε τῇ ἕκτῃ ἡ τὸ δίκαιον κακὸν λέγουσά ἐστιν ἡ ψεκτή, ἥτις ἡ αὐτή ἐστι τῇ ἐν τῇ τρίτῃ συζυγίᾳ ψεκτῇ. δύο ἄρα εἰσὶν ἐναντίαι τῇ τὸ δίκαιον ἀγαθὸν λεγούσῃ, ἥ τε τὸ δίκαιον κακὸν λέγουσα καὶ ἡ τὸ ἄδικον ἀγαθόν. ἀλλὰ καὶ τῇ ψεκτῇ τῶν ἐν τῇ τρίτῃ συζυγίᾳ δύο ἔσονται ἐναντίαι συμπλοκαί, ἥ τε ἐν αὐτῇ ταύτῃ ἡ τὸ δίκαιον ἀγαθὸν λέγουσα καὶ ἡ ἐν τῇ τετάρτῃ ἡ τὸ ἄδικον κακὸν λέγουσα· αἱ γὰρ ἐν τῇ πέμπτῃ τε καὶ ἕκτῃ συζυγίᾳ συμπλοκαὶ ἐπαινεταὶ πάλιν αἱ αὐταί εἰσι ταῖς δύο ταῖς προειρημέναις. ὁμοίως καὶ τῶν ἐν ταῖς ἑξῆς τρισὶ συζυγίαις ἐπαινετῶν τε καὶ ψεκτῶν συμπλοκῶν ἑκάστῃ δειχθήσονται δύο οὖσαι συμπλοκαὶ ἐναντίαι. Οὐσῶν τοίνυν ἑκάστῃ συμπλοκῇ ἐξ ἐναντίων οὔσῃ καὶ ἐναντίωσιν περιεχούσῃ δύο ἐναντίων συμπλοκῶν2 (αἱ γὰρ πρῶται δύο συζυγίαι ἐξ ἐναντίων μὲν ἦσαν καὶ αὐταί, οὐ μὴν καὶ ἐναντίωσιν περιεῖχον), λαμβάνειν φησὶ δεῖν τῶν ἐναντίων ὁπότερον ἂν ᾖ πρὸς τὴν θέσιν χρήσιμον. τοῦτο βραχέως μὲν καὶ διὰ τοῦτο ἀσαφῶς εἴρηται· ἔστι δὲ τοιοῦτον· ἔστι μὲν ὁ ἐπὶ τῶν ἐναντίων τόπος πρὸς ἀνασκευὴν χρήσιμος, οὐκέτι δὲ καὶ πρὸς κατασκευὴν καθόλου· ἐπὶ μὲν γὰρ τῶν ἀμέσων ἐναντίων καὶ πρὸς κατασκευήν, ὅταν ἐπὶ τῶν δεκτικῶν αὐτῶν ὁ λόγος γίνηται, ὡς ἤδη προείρηται. ἐπεὶ δέ ἐστί τινα καὶ ἔμμεσα ἐναντία, ἐφ’ ὧν οὐκέτι ἡ τοῦ ἑτέρου ἀναίρεσις θάτερον αὐτῶν κατασκευάζει, ἀλλὰ μόνον ἡ θατέρου θέσις θάτερον ἀναιρεῖ (εἰ γὰρ λευκόν, οὐ μέλαν, οὐ μήν, εἰ μὴ λευκόν, ἤδη καὶ μέλαν· δύναται γὰρ καὶ τῶν μεταξύ τι εἶναι), διὰ τοῦτο, ὡς εἶπον, ὁ τόπος ὁ προειρημένος πρὸς ἀνασκευὴν μᾶλλον χρήσιμος.
而且第四个配对似乎也是由相反者构成的,即说‘不公正为善’的结合与说‘不公正为恶’的结合相对立;因为这些也产生于相反的品质。而且第五个也是如此,即说‘公正为善’与说‘不公正为善’;因为这些也是相反的,并且产生于相反的品质。第六个同样如此,即说‘公正为恶’与说‘不公正为恶’;因为这些也与前述的那些相反。而在指明了这些并说了‘因为在每个配对中,一个是当选择的,另一个是当规避的,且一个属于端正的品格,另一个属于低劣的品格’之后,他接着说‘因此,从所说的话显然可见,同一事物会有多个相反者’,把这当作是从已确立的前提中得出的结论。因为无论我们取哪一个值得称赞的或真实的结合,在所有配对中所有应受谴责的或虚假的结合都会与它相反,并且它们会被发现不会超过两个;同样,无论取哪一个应受谴责的或虚假的结合,在所有配对中所有值得称赞的或真实的结合都会与它相反,而这些结合本身也不会超过两个。在第一组配对中,认为公正为善是值得称赞的,即真实的,而认为公正为恶是应受谴责的,因此后者将与前者相反;而且在第二个配对中,即在两个结合中都以不公正为主体的那一组中,说不公正为善的结合再次是应受谴责的;因此这一结合也将与说公正为善的结合相反。而在剩下的两个配对中,应受谴责的结合与已在前文述及的那些结合是相同的;因为在它们之中的一个即第五个配对中,说不公正为善是应受谴责的,这也曾是第四个配对中应受谴责的结合;而在第六个配对中,说公正为恶是应受谴责的,这与第三个配对中应受谴责的结合是相同的。因此,与说公正为善的结合相反的有两个结合:即说公正为恶的结合与说不公正为善的结合。不仅如此,与第三个配对中的应受谴责的结合相反的也将有两个结合,即恰好在这一配对本身中说公正为善的结合,以及在第四个配对中说不公正为恶的结合;因为在第五和第六个配对中值得称赞的结合再次与前述的两个结合相同。同样,对于后继三个配对中每一个值得称赞与应受谴责的结合,都将被证明存在着两个相反的结合。因此,既然对于每一个由相反者构成且包含相反对立的结合而言,都存在着两个相反的结合(因为最初的两个配对本身虽然也是由相反者构成的,却并未包含相反对立),他说就必须选取相反者中对于主张有用的那一个。这话说得简短,并因而显得晦涩,但其实意如下:基于相反者的论题对于反驳是有用的,但对于确立而言却不再具有普遍的用处;因为在无中介的相反者的情况下,正如先前已经说过的那样,只要论述是关于能容纳它们的主体时,它对于确立也是[有用的]。然而,既然也存在一些有中介的相反者,对于它们而言,取消其中一方不再能确立另一方,而仅仅是设定其中一方会取消另一方(因为如果是白,就不是黑;但如果不是白,却并不立刻就是黑;因为也可能是某种中间状态),正是因此,如我所言,前述论题更多是对于反驳有用的。
- 2.27ἣν γὰρ ἂν συμπλοκὴν ἐπαινετὴν ἢ ἀληθῆ λάβωμεν, ταύτῃ πᾶσαι
带有先行词内入(antecedent incorporation)的泛指关系条件从句(ἣν ἂν συμπλοκὴν ... λάβωμεν,“无论我们取哪一个结合”),在主句中由充当 ἐναντίαι 补足语的复指与格代词 ταύτῃ 承接。
- 2.27Οὐσῶν τοίνυν ἑκάστῃ συμπλοκῇ ἐξ ἐναντίων οὔσῃ καὶ ἐναντίωσιν περιεχούσῃ δύο ἐναντίων συμπλοκῶν
这是一个属格绝对结构(Οὐσῶν ... δύο ἐναντίων συμπλοκῶν),其中嵌入了领有与格(ἑκάστῃ συμπλοκῇ,由分词短语 ἐξ ἐναντίων οὔσῃ καὶ ἐναντίωσιν περιεχούσῃ 修饰),意为“由于对于每一个由相反者构成且包含相反对立的结合而言,都存在两个相反的结合”。
