- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:182.28-184.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大引入第六个配对以确立相反者结合的全部六种组合,并考察了亚里士多德的论证:最先的两个配对不产生相反对立(特别是当规避者除非因过度与不足否则并不相反),而其余四个配对则基于产生于相反的品格与品质而具有相反对立。
ἕκτη καὶ αὐτὴ ὁμοίως ἔχουσα τὸν αὐτὸν ἑκατέρου τῶν ὑποκειμένων κατηγορούμενον ἡ τὸ ‘δίκαιον κακόν ἐστι, τὸ ἄδικον κακόν ἐστι’. παρὰ δὲ ταύτας οὐχ οἷόν τε ἄλλην τινὰ συμπλοκὴν εὑρεῖν φυλάσσοντας τὸ τὴν συμπλοκὴν δύο τε ὅρους ἔχειν καὶ ἐξ ἑκατέρας ἐναντιώσεως ἕνα. τούτων δὴ τῶν ἓξ συζυγιῶν αἱ μὲν δύο αἱ πρῶται ῥηθεῖσαι, ἐν αἷς ἑκάτερον τῶν ἐναντίων συμπλέκεται, οὐ ποιοῦσιν οὐδεμίαν ἐναντίωσιν. οὔτε γὰρ ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι’ τῇ ‘τὸ ἄδικον κακόν ἐστιν’ ἐναντία συμπλοκή (ἀμφότερα γὰρ ἀληθῆ, καὶ ἄμφω τοῦ αὐτοῦ ἤθους· τοῦ γὰρ αὐτοῦ τὸ δίκαιον ἀγαθὸν ὑπολαμβάνειν καὶ τὸ ἄδικον κακόν· ἀστεῖα γὰρ ἄμφω), οὔτε πάλιν ἡ ‘τὸ δίκαιον κακόν’ λέγουσα τῇ ‘τὸ ἄδικον ἀγαθόν’ λεγούσῃ· πάλιν γὰρ καὶ ταῦτα ὁμοίως ψευδῆ καὶ φευκτὰ καὶ τοῦ αὐτοῦ ἤθους· τοῦ γὰρ αὐτοῦ τό τε δίκαιον κακὸν ὑπολαμβάνειν καὶ τὸ ἄδικον ἀγαθόν. οὐ μάχεται οὖν ἀλλήλοις ἀλλὰ ἀκολουθεῖ· τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά. εἰπὼν δὲ ἀμφότερα φευκτὰ εἶναι τὰ δεύτερον εἰρημένα καὶ τοῦ αὐτοῦ ἤθους καὶ προσθεὶς ὅτι φευκτὸν φευκτῷ οὐκ ἔστιν ἐναντίον, ἐπεὶ ἔκειτο ἐν Ἠθικοῖς καθ’ ἑκάστην ἠθικὴν ἀρετὴν εἶναί τις κακία, ἡ μὲν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ, * * * ἀλλὰ καὶ ἀλλήλαις,1 προσέθηκε τὸ ἐὰν μὴ ᾖ τὸ μὲν καθ’ ὑπερβολὴν τὸ δὲ κατ’ ἔνδειαν. πῶς μὲν οὖν ἐκεῖ ἐναντία τὰ τοιαῦτα ἀλλήλοις τε καὶ τῇ ἀρετῇ εἶναι λέγεται, καὶ ὅτι μὴ ὁμοίως μηδὲ κατὰ τὸ αὐτὸ τῇ τε ἀρετῇ καὶ ἀλλήλοις, ἐν ἐκείνοις εἴρηται. νῦν δὲ λέγει, ἐπεὶ τὰ προειρημένα ἀμφότερα ὄντα φευκτὰ οὐ δι’ ὑπερβολὴν ἢ ἔνδειάν ἐστι φευκτὰ ἀλλ’ ἁπλῶς, ὅτι μή ἐστιν ἀλλήλοις ἐναντία. ἔδειξε δὲ τὴν δευτέραν συζυγίαν μὴ ἔχουσαν ἐναντίωσιν οὐδὲν εἰπὼν περὶ τῆς πρώτης, ὅτι ἐπὶ μὲν τῆς πρώτης αὔταρκες ἦν τὸ εἶναι αὐτὰς ἅμα ἀληθεῖς· οὐδέποτε γὰρ οἷόν τε συνυπάρχειν καὶ ἅμα ἀληθῆ εἶναι τὰ ἐναντία· ἅμα μέντοι ψευδῆ εἶναι οὐδὲν κεκώλυται τὰ ἐναντία· οὐ γὰρ διαιρεῖ τἀληθές τε καὶ ψεῦδος τὰ ἐναντία ὥσπερ ἡ ἀντίφασις. ἐπεὶ τοίνυν ἡ δευτέρα συζυγία ἡ ἀμφοτέρας τὰς συμπλοκὰς φευκτὰς ἔχουσα ἀμφοτέρας τὰς συμπλοκὰς ἔχει ψευδεῖς, ὃ οὐκ ἔστιν ἀδύνατον περὶ τὰ ἐναντία, διὰ τοῦτο πρὸς τὸ μὴ εἶναι αὐτὰς ἐναντίας ἐχρήσατο δείξει τῇ ὅτι φευκτὸν φευκτῷ οὐκ ἔστιν ἐναντία ἀλλήλοις, ἀλλ’ ἢ ἐν μόνοις ἐν οἷς περὶ ταὐτόν τι τὸ μὲν ὑπερβάλλει τὸ δὲ ἐλλείπει. ἔτι ἐναργές τέ ἐστι καὶ καθόλου ἀληθὲς ὅτι ἀγαθὸν ἀγαθῷ οὐκ ἔστιν ἐναντίον· οὐκέτι δὲ καθόλου ἀληθὲς τὸ φευκτὸν φευκτῷ μὴ εἶναι ἐναντίον. τὰς δὲ καταλειπομένας τέσσαρας συμπλοκὰς ἐναντίωσίν φησι ποιεῖν. ἥ τε γὰρ λέγουσα τὰ δίκαια ἀγαθὰ συμπλοκὴ ἐναντία τῇ τὰ δίκαια κακὰ λεγούσῃ, ἐξ ὧν ἦν συμπλοκῶν ἡ τρίτη συζυγία. τοῦ δὲ ἐναντίας εἶναι τὰς ἐν ταύταις ταῖς συζυγίαις συμπλοκὰς δεικτικῷ χρῆται τῷ ἀπὸ ἐναντίου ἤθους καὶ ἀπὸ ἐναντίας ἕξεως ταύτας γίνεσθαι·2 ἐναντίοι γὰρ τὰ ἤθη ὅ τε τὸ δίκαιον ἀγαθὸν λέγων καὶ ὁ τὸ δίκαιον κακόν. ᾧ μέτρῳ τῶν ἐναντίων χρώμενος εἰκότως εὑρήσει πλείω ἑνὶ ἐναντία. ἔστι δὲ καὶ τὸ τῇ κατὰ τὸ ἦθος ἐναντιώσει κρίνειν τὰ ἐναντία ἔνδοξον μὲν καὶ διαλεκτικόν, οὐκ ἀληθὲς δέ· ἀπὸ ἐναντίου γὰρ ἤθους καὶ τὸ λέγειν τό τε δίκαιον ἀγαθὸν καὶ τὸ μοιχεύειν ἀγαθόν, ἀλλ’ οὐκ ἐναντία ἀλλήλοις τὸ δίκαιον ἀγαθόν, τὸ μοιχεύειν ἀγαθόν. ἦν δ’ ἂν ἐναντία, εἰ ἦν τῷ δικαίῳ ἡ μοιχεία ἐναντίον·3 περὶ γὰρ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα ὁ λόγος.
第六个配对同样也是将同一个谓词述及各个主体的,即“公正为恶,不公正为恶”。而除这些之外,只要遵守一个结合具有两个项且从每个相反对立中各取一项的规则,就不可能找到任何其他结合。那么,在这六个配对中,最先说到的两个(在其中各个相反者相结合)并不产生任何相反对立。因为既不是“公正为善”这一结合与“不公正为恶”相反(因为两者皆为真,且两者都属于同一种品格;因为认为公正为善与认为不公正为恶属于同一个人;因为两者皆是高尚的),反过来也不是说“公正为恶”的结合与说“不公正为善”的结合相反;因为这些同样也是虚假的、当规避的,且属于同一种品格;因为认为公正为恶与认为不公正为善属于同一个人。因此它们并不相互冲突,而是相互伴随;然而相反者是相互排斥的。在说了第二种情况下所说的两者都是当规避的且属于同一种品格,并补充了当规避者与当规避者并不相反之后,由于在《伦理学》中曾假定依每一种伦理德性都存在[恶德],一种在过度中,另一种在不足中,[不仅相对于德性]而且相互之间也[相反],因此他补充了“除非一个是由于过度,另一个是由于不足”。那么,在那里此类事物究竟如何被说成是相互相反以及与德性相反,并且它们相对于德性与相互之间并非同样也非以同一种方式相反,已经在那些地方说明了。但现在他说,由于前述的两者虽然都是当规避的,却并非由于过度或不足而是无条件地当规避,因此它们相互并不相反。他证明了第二个配对不具有相反对立,却完全没有谈及第一个配对,这是因为对于第一个配对而言,它们同时为真就足够了;因为相反者绝不可能同时共存且同时为真;然而没有任何东西阻止相反者同时为假;因为相反者并不像矛盾那样划分真与假。因此,既然具有两个当规避的结合的第二个配对,其两个结合都是假的——这对于相反者而言并非不可能——正是因此,为了说明它们并非相反,他使用了这样的证明:当规避者与当规避者相互并不相反,除非仅在关于同一事物一个过度而另一个不及的那些情况下。此外,善与善不相反是显而易见且普遍真实的;但当规避者与当规避者不相反却不再是普遍真实的。他说剩下的四个结合产生了相反对立。因为说诸公正之事为善的结合与说诸公正之事为恶的结合是相反的,第三个配对就是由这些结合构成的。为了说明在这些配对中的结合是相反的,他采用的证明是:这些结合产生于相反的品格与相反的品质;因为说公正为善者与说公正为恶者在品格上是相反的。采用这一关于相反者的尺度,他理所当然会发现对于单一事物有多个相反者。通过品格上的相反对立来判定相反者是公认的且辩证的,但并非真实的;因为说公正为善与说通奸为善也产生于相反的品格,然而“公正为善”与“通奸为善”相互并不相反。但如果通奸与公正是相反的,它们就会是相反的;因为论述是关于彼此具有如此关系的事物的。
- 2.27ἐπεὶ ἔκειτο ἐν Ἠθικοῖς καθ’ ἑκάστην ἠθικὴν ἀρετὴν εἶναί τις κακία, ἡ μὲν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ, * * * ἀλλὰ καὶ ἀλλήλαις
该句为一个由 ἐπεί 引导的原因从句,修饰主句 προσέθηκε...,其中包含一处文本脱文(以星号标出)。根据文脉,此处指涉《伦理学》中过度与不足的恶德不仅与德性相反而且彼此也相反的学说,因此脱文处应当补足“不仅相对于德性”之类的句意,以与 ἀλλὰ καὶ ἀλλήλαις(“而且相互之间也”)相衔接。
- 2.27τοῦ δὲ ἐναντίας εἶναι τὰς ἐν ταύταις ταῖς συζυγίαις συμπλοκὰς δεικτικῷ χρῆται τῷ ἀπὸ ἐναντίου ἤθους καὶ ἀπὸ ἐναντίας ἕξεως ταύτας γίνεσθαι
动词 χρῆται 支配与格 δεικτικῷ(作名词用,“证明”或“论据”),后者受说明性属格 τοῦ... εἶναι(“关于在这些配对中的结合是相反的”)所修饰。证明的具体内容则由带冠词的与格不定词短语 τῷ... γίνεσθαι(“它们产生于相反的品格……”)作同位解释。
- 2.27ἦν δ’ ἂν ἐναντία, εἰ ἦν τῷ δικαίῳ ἡ μοιχεία ἐναντίον
这是一个由未完成过去时直陈式加 ἄν(归结从句)与 εἰ 引导的未完成过去时直陈式(条件从句)构成的与现在事实相反的虚拟条件句。意为“如果通奸与公正是相反的(但事实并非如此),它们就会是相反的”,以此解释为何前述命题并非严格相反。
