← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§181.10-182.28

相反者结合所产生的六种配对论题

关于亚里士多德《论题篇》112b27中来自相反者结合的论题的注疏。亚历山大逐步列举并梳理了由两对相反者(公正/不公正,善/恶)如何产生六种结合配对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27#1

" Ἐπεὶ δὲ τἀναντία συμπέπλεκται μὲν ἀλλήλοις ἑξαχῶς, ἐναντίωσιν δὲ ποιεῖται τετραχῶς συμπλεκόμενα." Ὁ μὲν τόπος ἀπὸ τῆς τῶν ἐναντίων συμπλοκῆς. τὸ δὲ κεφάλαιον τοῦ λεγομένου· ἐπεὶ δύο συζυγίαι ἐναντιώσεων συμπλεκόμεναι ἀλλήλαις ἓξ συζυγίας συμπλοκῶν ποιοῦσιν, ὧν αἱ μὲν δύο συζυγίαι οὐκ ἔχουσιν ἐναντίωσιν πρὸς ἀλλήλας, αἱ δὲ τέσσαρες ἔχουσιν, ἀξιοῖ ἀπὸ τῶν συζυγιῶν τῶν τὴν ἐναντίωσιν ἐχουσῶν ὁρμωμένους, ὅταν τι ᾖ τιθέμενον τοιοῦτον ὡς ἔχειν ἑκάτερον τῶν ὅρων τῶν ἐν τῷ τιθεμένῳ προβλήματι ἐναντίον τινί, ἐπὶ τὰς ἐναντίας τῆς ἐν τῷ προβλήματι συμπλοκῆς συμπλοκὰς ἐπιβλέποντας πειρᾶσθαι δεικνύναι1 τινὰ αὐτῶν ἀληθῆ· ἐκείνης γὰρ ἀληθοῦς δειχθείσης ἀνῃρημένον ἂν εἴη τὸ πρόβλημα, ἐπειδὴ ἀδύνατον ἅμα τἀναντία ἀληθῆ εἶναι. καὶ ἡ μὲν τοῦ τόπου περίληψις τοιαύτη. σαφὲς δ’ ἂν τὸ λεγόμενον γίνοιτο, εἰ ἐκθέμενοι τὰς ἐναντιώσεις καὶ τὰς συζυγίας τὰς γινομένας κατὰ τὰς συμπλοκὰς αὐτῶν δείξαιμεν, πῶς μὲν ἓξ ἅπασαι γίνονται, πῶς δὲ αἱ τέσσαρές εἰσιν ἀπὸ τῶν ἓξ αἱ τὴν ἐναντίωσιν ἔχουσαι, καὶ τίνες αὗται. ἔστωσαν δὴ δύο συζυγίαι ἐναντίων, μία μὲν δίκαιον καὶ ἄδικον, ἑτέρα δὲ ἀγαθὸν καὶ κακόν, καὶ συζευγνύσθω ταῦτα ἀλλήλοις καθ’ ὅσους τρόπους οἷόν τε συζεύγνυσθαι αὐτά, φυλασσομένου τοῦ ἑκάστην συζυγίαν ἀνὰ ἕνα ὅρον ἔχειν τῶν ἐξ ἑκατέρας ἐναντιώσεως.2 ἔσονται δὴ οὕτως συντιθεμένων συζυγίαι συμπλοκῶν οὐ πλείους τῶν ἕξ· ἢ γὰρ ἑκάτερον τῶν ἐκ τῆς ἑτέρας ἐναντιώσεως ἑκατέρῳ τῶν ἐκ τῆς ἑτέρας συμπλακήσεται, καὶ ἔσονται τοῦτον τὸν τρόπον συμπλεκομένων αὐτῶν δύο συζυγίαι συμπλοκῶν· ἢ γὰρ τῷ μὲν δικαίῳ τὸ ἀγαθόν, τῷ δὲ ἀδίκῳ τὸ κακὸν συμπλακήσεται, καὶ ἔσται μία αὕτη συζυγία ἡ ‘τὸ δίκαιον ἀγαθόν, τὸ ἄδικον κακόν’, ὑποκειμένου μὲν ἐν ἑκατέρᾳ τῶν συμπλοκῶν ἐν ᾗ μὲν τοῦ δικαίου ἐν ᾗ δὲ τοῦ ἀδίκου, κατηγορουμένου δὲ ἐν μὲν τῇ τοῦ ἀγαθοῦ ἐν δὲ τῇ τοῦ κακοῦ· ποτὲ δὲ ἔμπαλιν τῷ μὲν δικαίῳ τὸ κακόν, τῷ δὲ ἀδίκῳ τὸ ἀγαθόν, ὡς εἶναι τὴν συζυγίαν ‘τὸ δίκαιον κακόν, τὸ ἄδικον ἀγαθόν’. ποτὲ δὲ αὖ τῷ ἑτέρῳ τῶν ὑποκειμένων ἑκάτερος ἀνὰ μέρος τῶν κατηγορουμένων συμπλακήσεται, οἷον τῷ δικαίῳ ὁτὲ μὲν τὸ ἀγαθὸν ὁτὲ δὲ τὸ κακόν, καὶ ἔσονται πάλιν ἄλλαι δύο συζυγίαι, μία μὲν ‘τὸ δίκαιον ἀγαθόν, τὸ δίκαιον κακόν’, ἑτέρα δὲ ‘τὸ ἄδικον κακόν, τὸ ἄδικον ἀγαθόν’. αἱ δὲ λοιπαὶ δύο, ὅταν ἔμπαλιν ἀμφοτέρους τοὺς ὑποκειμένους κατ’ ἰδίαν ποτὲ μὲν τῷ ἑτέρῳ τῶν κατηγορουμένων συμπλέξωμεν ποτὲ δὲ τῷ ἑτέρῳ, οἷον τῷ δικαίῳ ποτὲ μὲν τὸ ἀγαθὸν ποτὲ δὲ τὸ κακόν, καὶ πάλιν τῷ ἀδίκῳ ποτὲ μὲν τὸ κακὸν ποτὲ δὲ τὸ ἀγαθόν· ἔσται γὰρ ἡ μὲν ἑτέρα ‘τὸ δίκαιον ἀγαθόν, τὸ ἄδικον ἀγαθόν’, ἡ δὲ ἑτέρα ‘τὸ δίκαιον κακόν, τὸ ἄδικον κακόν’. αἱ μὲν οὖν γινόμεναι ἐκ τῶν δύο ἐναντιώσεων συμπλεκομένων κατὰ τὸν προειρημένον τρόπον συζυγίαι τε καὶ συμπλοκαὶ αὗταί τε καὶ τοσαῦται. πρώτη συζυγία ἡ ἔχουσα ἑκάτερον περὶ ἑκατέρου, ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ ἄδικον κακόν ἐστι’. δευτέρα ὁμοίως αὐτῇ ἔχουσα ἔμπαλιν ἑκάτερον περὶ ἑκατέρου ἡ ‘τὸ δίκαιον κακόν ἐστι, τὸ ἄδικον ἀγαθόν’. τρίτη ἡ ἔχουσα τοῦ ἑτέρου τῶν ὑποκειμένων ἐν μέρει ἀμφότερα κατηγορούμενα, ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ δίκαιον κακόν ἐστι’. τετάρτη καὶ αὐτὴ ὁμοίως τοῦ ἑτέρου τῶν ὑποκειμένων ἀμφότερα ἐν μέρει κατηγοροῦσα ἡ ‘τὸ ἄδικον ἀγαθόν ἐστι, τὸ ἄδικον κακόν ἐστι’. πέμπτη ἡ ἔχουσα ἑκατέρου τῶν ὑποκειμένων παρὰ μέρος τὸν αὐτὸν κατηγορούμενον, ὡς ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ ἄδικον ἀγαθόν ἐστιν’.

“然而,既然相反者相互结合有六种方式,但在结合时产生相反对立的方式有四种。” 这一论题取自相反者的结合。所论述的要旨如下:既然两对相反者相互结合时产生了六种结合的配对,其中两对相互之间没有相反对立,而四对具有相反对立,因此他要求,当某物被如此设定,以致所设定的问题中的两个项各自都相对于某物具有相反者时,应当从具有相反对立的配对出发,着眼于与问题中的结合相反的那些结合,尝试证明其中的某一个是真实的;因为一旦证明那个是真实的,问题就会被驳倒,既然相反者不可能同时为真。该论题的概要就是如此。但是,如果我们列出这些相反对立以及根据它们的结合而产生的那些配对,说明究竟如何一共产生了六种,这六种之中的四种如何是具有相反对立的,以及它们是哪些,那么所说的内容就会变得明了。那么,假定有两对相反者,一对是公正与不公正,另一对是善与恶,让它们按照所可能结合的全部方式相互结合,同时遵守每一配对各自从两个相反对立中各取一项的规则。如此组合时,结合的配对不会超过六种;因为要么来自其中一个相反对立的每一项与来自另一方的每一项相结合,当它们以此种方式结合时将产生两对结合的配对——因为要么公正与善结合而不公正与恶结合,这将是“公正为善,不公正为恶”这一个配对,在每个结合中,一个以公正为主体,另一个以不公正为主体,而在一个中以善为谓词,在另一个中以恶为谓词;要么相反,公正与恶结合而不公正与善结合,以致这一配对成为“公正为恶,不公正为善”。要么反过来,两个主体之一依次与各个谓词相结合,例如公正有时与善结合,有时与恶结合,从而又会有另外两个配对,一个是“公正为善,公正为恶”,另一个是“不公正为恶,不公正为善”。而其余的两个配对,则是在我们相反地将两个主体分别有时与一个谓词结合,有时与另一个谓词结合时产生的,例如有时将善与公正结合,有时将恶与公正结合,又有时将恶与不公正结合,有时将善与不公正结合;因为一个将是“公正为善,不公正为善”,另一个将是“公正为恶,不公正为恶”。因此,由两个相反对立按照上述方式结合而产生的配对和结合,就是这些且仅有这么多。第一个配对是各自关于各自陈述的配对,即“公正为善,不公正为恶”。第二个配对与它类似,是相反地各自关于各自陈述的,即“公正为恶,不公正为善”。第三个配对是将两者依次述及主体之一的配对,即“公正为善,公正为恶”。第四个配对同样也是将两者依次述及主体之另一者的,即“不公正为善,不公正为恶”。第五个配对是将同一个谓词依次述及各个主体的,如“公正为善,不公正为善”。

语法注2 条
  1. 2.27ἀξιοῖ ἀπὸ τῶν συζυγιῶν τῶν τὴν ἐναντίωσιν ἐχουσῶν ὁρμωμένους ... πειρᾶσθαι δεικνύναι

    这是由主动词 ἀξιοῖ(语境中主语为亚里士多德)支配不定式 πειρᾶσθαι 的带宾格的不定式句式。宾格分词 ὁρμωμένους 和 ἐπιβλέποντας 作为不定式的逻辑主语,泛指辩证提问者或论辩者。

  2. 2.27φυλασσομένου τοῦ ἑκάστην συζυγίαν ἀνὰ ἕνα ὅρον ἔχειν τῶν ἐξ ἑκατέρας ἐναντιώσεως

    属格绝对句结构。带有定冠词属格 τοῦ 的不定式短语 τοῦ ... ἔχειν 充当主语短语,与被动分词 φυλασσομένου 在性、数、格上一致。介词短语 ἀνὰ ἕνα 表示分配意义(“各一个”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:181.10-182.28