- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:180.18-181.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了亚里士多德在《论题篇》112b21中提出的“将同一事物当成相异事物设定为其自身之偶性”的论题,指出该论题针对的是由多名同义词引起的错误,即误以为名称不同便指不同实体并判定为偶性关系,同时批评了普罗狄科与斯多亚派强行区分同义词涵义的做法。
" Ἔτι εἰ αὐτὸ ἑαυτῷ συμβεβηκὸς ἔθηκεν ὡς ἕτερον." Ὁ μὲν τόπος ἀπὸ τῶν πολυωνύμων. ἔστι δὲ τὸ δι’ αὐτοῦ λεγόμενον· ἐπεὶ οὐδὲν αὐτὸ ἑαυτῷ οἷόν τε συμβεβηκέναι (τὸ γὰρ συμβεβηκὸς ἐν ὑποκειμένῳ καὶ ἄλλο τοῦ ᾧ συμβέβηκε, καὶ [ὃ] οἷόν τε ὑπάρχειν καὶ μή· οὔτε δέ τι αὐτὸ αὑτῷ ὑπόκειται καὶ ἄλλο τί ἐστιν αὑτοῦ, οὔτε οἷόν τέ τι αὑτῷ ὑπάρχειν τε καὶ μή), ἂν δή τις πλανηθεὶς ἐπὶ τῶν πολυωνύμων ὡς κατὰ τὴν τῶν ὀνομάτων διαφορὰν ἐχόντων καὶ πραγμάτων διαφορὰν1 εἴπῃ τὸ ἕτερον τῷ ἑτέρῳ συμβεβηκέναι, οἷον τὸ ξίφος τῇ μαχαίρᾳ ἢ τῷ βροτῷ τὸν ἄνθρωπον ἢ τῷ φάρει τὸ ἱμάτιον ἢ τῷ ἥδεσθαι τὸ χαίρειν ἢ τῷ χαίρειν τὸ εὐφραίνεσθαι, οὗτος ἐλέγχοιτ’ ἂν αὐτό τι αὑτῷ συμβεβηκέναι λέγων· ταὐτὸν γὰρ κατὰ τὸ ὑποκείμενόν τε καὶ σημαινόμενον ἡδονὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις. Πρόδικος δὲ ἐπειρᾶτο ἑκάστῳ τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἄλογον ἔπαρσιν, τέρψιν δὲ τὴν δι’ ὤτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων· νομοθετούντων δέ ἐστι τοῦτο ἀλλ’ οὐδὲν ὑγιὲς λεγόντων.2 τὸ μὲν οὖν εἰπεῖν τὴν ἡδονὴν χαρὰν οὐχ ἁμάρτημα, ὥσπερ οὐδὲ τὸ τὴν μονάδα ἀδιαίρετον ἢ τὴν στιγμὴν ἀμερῆ· οὐδὲ γὰρ τὸ τὴν χαρὰν χαρὰν εἰπεῖν ἢ τὴν μονάδα μονάδα· τὸ δὲ συμβεβηκέναι θάτερον θατέρῳ λέγειν ἄτοπόν τε καὶ ψεῦδος.
“此外,如果他将同一个事物当成了另一个事物,设定为对它自身的偶性。” 该论题来自多名同义词。而通过它所表达的意思是:既然没有任何事物可能成为它自身的偶性(因为作为偶性的事物存在于主体中,并且与它所附着的事物互为他物,而且是能够属于也能不属于的;然而既没有任何事物对它自身而言是主体并且是与它自身相异的事物,也没有任何事物能够对它自身既属于又不属于),那么,如果有人在多名同义词上受了蒙蔽,以为随着名称的差异它们也有事物的差异,因而说这一事物作为偶性附着于另一事物(例如剑附着于利刃,或人附着于会死者,或短外套附着于长袍,或欢喜附着于享乐,或欣悦附着于欢喜),那么这个人就会作为说出了某事物附着于自身而遭到反驳;因为在主体和所指上,快感、欢喜、欣悦和悦乐都是同一个事物。然而普罗狄科曾试图给这些名称中的每一个分配某种固有的所指,正如斯多亚学派的人一样,他们说欢喜是合乎理性的高昂,快感是无理性的高昂,悦乐是通过耳朵的快感,而欣悦则是通过言语的[快感];但这不过是立法者的行径,而不是说出任何健全道理的人的行径。因此,说快感是欢喜并不是错误,正如说单元不可分或点没有部分不是[错误]一样;因为说欢喜是欢喜,或者说单元是单元,也不是[错误];但是说二者之一作为偶性附着于另一者,则是荒谬而且虚假的。
- 2.26ὡς κατὰ τὴν τῶν ὀνομάτων διαφορὰν ἐχόντων καὶ πραγμάτων διαφορὰν
ἐχόντων 构成属格独立结构,其省略的主语为 τῶν πολυωνύμων(多名同义词或其指称的事物)。接续词 ὡς 引导受蒙蔽者(πλανηθείς)的主观认定或设想,即“以为伴随着名称的差异也具有事物的差异”。
- 2.26νομοθετούντων δέ ἐστι τοῦτο ἀλλ’ οὐδὲν ὑγιὲς λεγόντων
属格分词 νομοθετούντων 与 λεγόντων 为表特征或属性的谓语属格(所属属格),与系动词 ἐστι 连用,构成“这是……者的特征/作为”句式。主语为中性指示代词 τοῦτο(指代前文随意细分词义的行为)。
