- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:178.24-180.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了颠倒模态表达的错误以及将无规定(直截了当)的断言视作必然断言的有效性,并阐明了为何对必然性的瓦解会被归入偶性论题之中。
ὅ τε γὰρ τὸ ἐξ ἀνάγκης ὑπάρχον ὡς ἐπὶ τὸ πολὺ ὑπάρχειν λέγων τὸ πᾶσιν ὑπάρχον οὐ πᾶσί φησιν ὑπάρχειν (ὡς γὰρ ὁ ἐνδεχομένως τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι οὐ πάντα φησὶν εἶναι,1 οὕτως καὶ ὁ λέγων ἐνδεχομένως αὐτὸν ἢ λογικὸν ἢ ἀναπνευστικὸν εἶναι οὐ πάντα ἂν λέγοι ἀεὶ τοιοῦτον εἶναι· τὸ μὲν γὰρ ἀναγκαῖον καθόλου, τὸ δὲ ἐνδεχόμενον οὐ τοιοῦτον), ὁμοίως κἂν ἐναλλὰξ πάλιν, ἐὰν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐξ ἀνάγκης εἴπῃ. ἔτι δὲ φανερωτέρα ἡ ἁμαρτία τοῦ τὸ ἐπ’ ἔλασσον ἐξ ἀνάγκης λέγοντος. Ἐνδέχεται μὲν οὖν τοῦτο ποιεῖν τινα ἐναλλάσσοντα τοὺς τρόπους τῆς ὑπάρξεως καὶ προστιθέντα, ὅτε καὶ φανερώτατος ὁ ἔλεγχος γένοιτ’ ἄν. ἐνδέχεται δὲ κἀκείνου μὴ προστιθέντος τινὰ διορισμόν, ἀλλ’ ἁπλῶς καὶ χωρὶς τοῦ προστιθέναι τὸν τρόπον τῆς ὑπάρξεως λέγοντος ὑπάρχειν τὸ πρᾶγμα, τὸν προσδιαλεγόμενον ἐφ’ ὃ οἷόν τέ ἐστιν ἐλεγχθῆναι μεταφέρειν τὸ ἀδιορίστως εἰρημένον ὡς οὕτως εἰρημένον.2 ἐπὶ μὲν οὖν τοῦ ἐνδεχομένου ἀπίθανος ὁ τόπος καὶ προδήλως σοφιστικός· ὁ γὰρ τὸν ἁπλῶς εἰπόντα εἶναι τὸν ἄνθρωπον ζῷον λέγων εἰρηκέναι, ὅτι ἐνδέχεται ζῷον αὐτὸν εἶναι, φανερῶς δόξει συκοφαντεῖν. γένοιτο δ’ ἂν διαλεκτικὸς ἐπὶ ἐκείνων μόνων, εἴ τις τὰ ἐνδεχομένως ὑπάρχοντα ἁπλῶς ὑπάρχειν λέγοι, οἷον εἴ τις λέγοι ἁπλῶς τὸν γηρῶντα πολιοῦσθαι ἢ πάντα ἄνθρωπον πενταδάκτυλον εἶναι· ἐπεὶ γὰρ τὸ ἀναγκαῖον ἁπλῶς ὑπάρχει, δοκεῖ καὶ τὸ ἁπλῶς λεγόμενον ὑπάρχειν ὡς ἀναγκαίως ὑπάρχον λέγεσθαι. ὁ μὲν γὰρ κυρίως σοφὸς καὶ ἁπλῶς σοφός· ὁ δὲ μὴ οὕτως [ὁ] μετὰ διορισμοῦ· τέκτων γὰρ σοφός· ἐν πᾶσι γὰρ τὸ κυρίως ἁπλῶς καὶ χωρὶς διορισμοῦ λέγεται. κυρίως δὲ ὑπάρχον τὸ ἀναγκαίως ὑπάρχον· ὁ δὴ τὸ ἐνδεχομένως ὑπάρχον ἁπλῶς καὶ χωρὶς διορισμοῦ λέγων ὑπάρχειν εὐλόγως ἂν εὐθύνοιτο ὡς ἀναγκαίως ὑπάρχειν λέγων τὸ μὴ οὕτως ὑπάρχον. τοῦτο δὲ καὶ αὐτὸς δι’ ὧν λέγει δηλοῖ· ἐπὶ γὰρ τῶν τὸ ἐνδεχομένως ὑπάρχον ἁπλῶς καὶ χωρὶς διορισμοῦ λεγόντων ὑπάρχειν χρῆται τῷ τόπῳ. ὁ γὰρ τοὺς ἀποκηρύκτους φαύλους εἶναι λέγων ἁπλῶς δόξειεν ἂν λέγειν ἐξ ἀνάγκης καὶ καθόλου τοιούτους αὐτοὺς εἶναι· οὐ μὴν οὕτως ἔχει· ἐνδέχεται γάρ τινα καὶ μὴ τοιοῦτον εἶναι ἀποκήρυκτον γενόμενον· Θεμιστοκλέα γοῦν ἀποκήρυκτον μέν φασιν γενέσθαι, οὐ μὴν φαῦλος ἦν. Ἐπιζητήσαι τις ἂν3 πῶς, εἰ τὸ μὲν ἐνδεχόμενον ὑπάρχειν τε καὶ μὴ συμβεβηκός, τὸ δ’ ἀναγκαίως ὑπάρχον ἢ γένος ἢ ἴδιον ἢ ὁρισμὸς ἤ τι τῶν ὑπὸ ταῦτα, πῶς ἔτι ὑποτάσσοιτ’ ἂν τοῖς πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα τόποις ὁ δεικνὺς ὅτι τὸ ἐξ ἀνάγκης ὑπάρχειν ἀποδεδομένον οὐκ ἐξ ἀνάγκης ὑπάρχει. δεικνύοι γὰρ ἂν οὗτος ἤτοι ὅτι οὐχ ὡς γένος ὑπάρχει ἢ ὅτι οὐχ ὡς ἴδιον ἢ ὅτι οὐχ ὡς ὅρος· ἀλλὰ τὰ τοῦ γένους ἀναιρετικὰ ἐν τοῖς πρὸς τὸ γένος τόποις· ὁμοίως καὶ ἐπὶ τοῦ ἰδίου καὶ ἐπὶ τοῦ ὁρισμοῦ [ὥσπερ καὶ τὰ τοῦ συμβεβηκότος προβλήματα]. ἢ ἐπεὶ οὐχ ὡς γένος ἢ ἴδιον ἢ ὁρισμὸν ἀναιρεῖ ἀλλὰ καθόλου ὅτι μὴ ἀναγκαῖον, ὑπ’ οὐδὲν ἂν ἐκείνων ὑποτάσσοιτο· καὶ γὰρ συμβεβηκός τι ἀναγκαῖον. ἔτι οὐ διὰ μεθόδου τινὸς ἀναιρεῖ τὸ ἀναγκαῖον ἀλλὰ προχείρῳ ἐναργείᾳ χρώμενος· ἀναιρῶν δὲ τοῦτο κατασκευάζει τὸ συμβεβηκός, ὥστε εἴη ἂν διὰ τοῦτο τοῖς πρὸς τὸ συμβεβηκὸς ὑποτασσόμενος ὡς τοῦ συμβεβηκότος κατασκευαστικός. διὰ τοῦτο δὲ καὶ ἐπὶ μὲν τοῦ πρώτου τόπου οὐκ ἀντέστρεψεν· οὐ γὰρ εἶπεν ‘εἰ τὸ ὡς συμβεβηκὸς ὑπάρχον κατ’ ἄλλον τινὰ τρόπον ἀποδέδωκεν’· ἐγένετο γὰρ ἐπ’ ἐκείνου ἀντιστρεφομένου ἢ ἀπὸ γένους ὁ τόπος ἢ ἀπὸ ἰδίου ἢ ἀπὸ ὅρου· τὸ γὰρ συμβεβηκὸς ἐγίνετο κατά τι τούτων ἀποδιδόμενον· ἐπὶ δὲ τούτου ἀντέστρεφεν, ὅτι τῷ ἀναγκαίῳ ἐν αὐτῷ χρῆται, ὃ δύναται καὶ ἐν τῷ συμβεβηκότι εἶναι, ἀλλ’ οὐ τῷ γένει ἢ ἰδίῳ ἢ ὅρῳ.
因为,说出于必然属于的事物是在大多数情况下属于的人,是在断言属于一切的事物并不属于一切(因为正如那个说人可能是五指的人并不说所有人都是五指,同样,那个说人可能是有理性的或呼吸的人,也不会说所有人始终如此;因为必然的事物是全称的,而可能的事物则不是如此),同样,若是反过来,如果他说在大多数情况下属于的事物是出于必然,也是如此。而且,那个说在少数情况下属于的事物是出于必然的人,其错误更为明显。因此,有人固然可以通过颠倒存在的各种方式并加以附加来做到这一点,那时反驳也会是最为明显的。但也有可能,在对方并未附加任何限定,而是直截了当且不附加存在方式地说该事物属于时,对话者将这无规定地说出的内容转移到可以被反驳的方向上,如同它是以那种方式说出的一样。那么,在可能的事物上,这个论题缺乏说服力,并且显然是诡辩的;因为对一个直截了当地说了人是动物的人,断言他说过人可能是动物,显然会被看作是在曲解发难。然而,唯独在有人将可能地属于的事物说成是直截了当地属于时,它才会成为辩证的,例如有人直截了当地说变老者变白发,或者说每个人都是五指的;因为既然必然的事物是直截了当地属于的,那么被说成直截了当地属于的事物,也就似乎被说成是必然地属于的。因为在主要意义上的智者是直截了当的智者,而并非如此的智者则是带有规定的(例如作为木匠是聪慧的);因为在一切事物中,在主要意义上的事物都是直截了当且无规定地说出的。而在主要意义上属于的事物就是必然地属于的事物;因此,将可能地属于的事物直截了当且无规定地说成是属于的人,自当合情合理地受到追究,被指斥为是将并非如此属于的事物说成了必然地属于。而他自己通过他所说的话也表明了这一点;因为对于那些将可能地属于的事物直截了当且无规定地说成是属于的人,他便运用了这个论题。因为直截了当地说被逐出家门者是下劣之辈的人,似乎是在说他们出于必然且普遍是如此的;然而事实并非如此;因为即便成了被逐出家门者,也可能是并非如此的人;至少人们说地米斯托克利固然曾被逐出家门,但他却并非下劣之辈。然而有人可能会探究:如果能够属于也能不属于的事物是偶性,而必然属于的事物要么是属,要么是固有属性,要么是定义,要么是属于这些名下的事物之一,那么证明被给出为出于必然属于的事物并非出于必然属于的人,又怎么还能被归属于针对来自偶性之问题的论题之下呢?因为这个人所证明的,要么是它不作为属而属于,要么是它不作为固有属性而属于,要么是它不作为定义而属于;然而瓦解属的论点属于针对属的诸论题,在固有属性和定义的情况中也是同样。或者,是否因为他不是作为属、固有属性或定义来瓦解,而是普遍地因其不是必然的来瓦解,所以他不归属于那些之下的任何一个呢?因为某种偶性确实也是必然的。此外,他并非通过某种专门的方法瓦解必然的事物,而是借助显而易见的自明事实;通过瓦解这一事物,他确立了偶性,因此正因如此,他作为确立偶性的人而被归属于针对偶性的论题之下。而且也正因如此,在第一条论题上他并未作换位;因为他并没有说“如果他将作为偶性属于的事物以某种其他方式给出了”;因为在那条论题被换位时,论题就会变成来自属、来自固有属性或来自定义的;因为偶性本来会被作为这些中的某一项给出;但在这条论题上他作了换位,因为在其中他使用了也能够存在于偶性中的必然的事物,而不是属、固有属性或定义。
- 2.25ὡς γὰρ ὁ ἐνδεχομένως τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι οὐ πάντα φησὶν εἶναι
定冠词 ὁ 之后省略了言说动词(如 λέγων),构成实质化分词短语,意为“那个[说]人可能是五指的人”,与后文的 οὕτως καὶ ὁ λέγων 形成平行并列。
- 2.25τὸν προσδιαλεγόμενον ἐφ’ ὃ οἷόν τέ ἐστιν ἐλεγχθῆναι μεταφέρειν τὸ ἀδιορίστως εἰρημένον ὡς οὕτως εἰρημένον
此句为受非人称动词 ἐνδέχεται 支配的“宾格加不定式”结构,其中 τὸν προσδιαλεγόμενον 为不定式 μεταφέρειν 的逻辑主语。宾语为 τὸ ἀδιορίστως εἰρημένον,介词短语 ἐφ’ ὃ οἷόν τέ ἐστιν ἐλεγχθῆναι(“朝着可能被反驳的方向”)修饰 μεταφέρειν,而 ὡς οὕτως εἰρημένον 则表示“如同它是以那种方式被说出的一样”。
- 2.25Ἐπιζητήσαι τις ἂν πῶς, εἰ τὸ μὲν ἐνδεχόμενον ὑπάρχειν τε καὶ μὴ συμβεβηκός... πῶς ἔτι ὑποτάσσοιτ’ ἂν
引导由主句 Ἐπιζητήσαι τις ἂν(“有人可能会探究”)所支配的间接疑问句的疑问词 πῶς,在冗长的条件从句 εἰ... 之后以恢复性(resumptive)方式再次重复。该疑问从句的谓语动词为 ὑποτάσσοιτ’ ἂν,主语则是随后的分词短语 ὁ δεικνὺς ὅτι...
