← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§18.16-19.27

科学本原的自明性与通俗之见的判定标准

亚历山大阐明了科学本原是不证自明、无需追问“为什么”的前提,进而分析了辩证推论所依据的“通俗之见”(被所有人、大多数人或智者所持的意见)的具体分类与实例,并指出通俗之见与真理的区别不在于真假,而在于其评判依据取决于听众的信念而非客观事实本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#3

τὰς γὰρ ἐπιστημονικὰς ἀρχὰς ἐξ αὑτῶν φησι δεῖν ἔχειν τὸ πιστὸν καὶ μὴ ζητεῖσθαι τοῦ τοιαύτας εἶναι αὐτὰς τὴν αἰτίαν· οὐ γὰρ ἂν ἔτι αὐτὰ οὕτως ἔχοντα ἀρχαὶ εἶεν, ἔχοντα ἄλλας τινὰς ἀρχὰς καὶ αἰτίας. τοιοῦτοι δὲ οἱ ὁρισμοί· οὐ γὰρ δι’ ἀποδείξεως τὰ ἐν τοῖς ὁριστικοῖς λόγοις λαμβανόμενα· ἀλλὰ καὶ αἱ φυσικαὶ καὶ κοιναὶ ἔννοιαι λεγόμεναι, ὁποῖά ἐστι τὰ ἀξιώματα. ἀλλὰ καὶ ὅτι τὸ θερμὸν θερμαίνει καὶ τὸ ψυχρὸν ψύχει ἀρχή· ἀλλὰ καὶ ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. τὸ δὲ οὐ δεῖ γὰρ ἐν ταῖς ἐπιστημονικαῖς ἀρχαῖς ἐπιζητεῖσθαι τὸ διὰ τί οὐχ ὡς νομοθετῶν εἶπεν,1 ἀλλὰ δεικνὺς ὅτι ἐφ’ ὧν ἂν ζητῆται τὸ διὰ τί, οὐκ ἔστιν ἀπόδειξις τοῦτο· δεῖ γὰρ τὴν ἀπόδειξιν ἔχειν διὰ γνωρίμων. ἔνδοξα δὲ τίνα ἐστί, δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός, ἑξῆς λέγει, καὶ φησὶν ἔνδοξα εἶναι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις τε καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρώτως ἔνδοξα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα, πᾶσι μὲν τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, τὸ ζῆν· οἱ γὰρ ἄλλως λέγοντες οὐχ ὡς οὕτως διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται· μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιαῦτα καὶ τὸ τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν τοὺς γονεῖς τιμᾶν· τοῖς δὲ πλείστοις τὸ τὴν φρόνησιν πλούτου αἱρετωτέραν εἶναι ἢ τὸ ψυχὴν σώματος εἶναι τιμιωτέραν 〈καὶ〉 τὸ θεοὺς εἶναι. εἰ μὲν οὖν περὶ τῶν ἐν ταῖς κοιναῖς δόξαις κειμένων ἦν λόγος τῷ διαλεκτικῷ μόνων,2 μόνον τὸ πᾶσι δοκοῦν ἢ τὸ τοῖς πλείστοις ἦν ἂν αὐτῷ πρὸς τὸ συλλογίζεσθαι χρήσιμον καὶ τὸ οὕτως ἔνδοξον. ἐπεὶ δὲ ἤδη καὶ περὶ τοιούτων οἱ λόγοι τῷ διαλεκτικῷ, περὶ ὧν οὐδὲν οἱ πολλοὶ δοξάζουσιν, ἀλλὰ ἄλλοις περὶ αὐτῶν πιστεύουσι μᾶλλον (τοῖς γὰρ σοφοῖς τε καὶ περὶ ταῦτα ἔχουσι), περὶ πάντων ἄρ’ ἔσται συλλογιστικὸς ὁ διαλεκτικός. πάλιν, ὡς εἴρηται, καὶ τὸ ἐν τούτοις ἔνδοξον. ἔστι δὲ ἐν τούτοις ἔνδοξον πρῶτον μὲν τὸ πᾶσι δοκοῦν τοῖς σοφοῖς, οἷον ἔστι τὸ τὰ τῆς ψυχῆς ἀγαθὰ μείζω εἶναι τῶν τοῦ σώματος, τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, τὸ τὰς ἀρετὰς ἀγαθὰ εἶναι· ἢ τὸ τοῖς πλείστοις αὐτῶν, ὡς τὸ τὴν ἀρετὴν δι’ αὑτὴν αἱρετὴν εἶναι, εἰ καὶ μὴ Ἐπικούρῳ δοκεῖ, καὶ τὴν εὐδαιμονίαν ὑπ’ ἀρετῆς γίνεσθαι, ὁμοίως τὸ μὴ εἶναί τι σῶμα ἀμερὲς μηδὲ κόσμους ἀπείρους· ἢ γοῦν τὸ τοῖς ἐνδοξοτάτοις, ὡς τὸ τὴν ψυχὴν ἀθάνατον διὰ Πλάτωνα ἢ πέμπτον τι εἶναι σῶμα δι’ Ἀριστοτέλην. εἰ γὰρ οἱ ἔνδοξοι κατὰ σοφίαν τῷ ὑπὸ τῶν πολλῶν ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι τοιοῦτοι, εἴη ἂν καὶ τὸ ὑπ’ ἐκείνων λεγόμενον τρόπον τινὰ ὑπὸ τῶν πολλῶν τιθέμενον. ἐπὶ γὰρ ταῖς τοιαύταις δόξαις αὐτοὺς ἀποδέχονται· δι’ ἃ γὰρ οὗτοι ἔνδοξοι, ἔνδοξα κἀκεῖνα, διὰ δὲ τὰς τοιαύτας δόξας ἔνδοξοι οἱ σοφοί. παραδώσει δὲ ἡμῖν καὶ τόπους ἐν τῷ περὶ διαλεκτικῶν προτάσεων λόγῳ, δι’ ὧν οἷοί τε ἐσόμεθα τὰ ἔνδοξα λαμβάνειν. διαφέρει δὲ τὸ ἔνδοξον τοῦ ἀληθοῦς οὐ τῷ ψευδὲς εἶναι (ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ) ἀλλὰ τῇ ἐπικρίσει.3 ἔστι γὰρ τῷ μὲν ἀληθεῖ ἀπὸ τοῦ πράγματος, περὶ οὗ ἐστιν, ἡ ἐπίκρισις· ὅταν γὰρ τοῦτο αὐτῷ ὁμολογῇ, τότε ἐστὶν ἀληθές· τῷ δὲ ἐνδόξῳ οὐκ ἀπὸ τῶν πραγμάτων ἡ ἐπίκρισις ἀλλ’ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃς ἔχουσι περὶ τῶν πραγμάτων.

因为他说,科学的本原必须凭自身获得确信,而不应探求它们之所以是如此的原因;因为如果它们具有其他某些本原和原因,那么处于这种状态的它们就不再是本原了。定义正是具有这种性质的;因为在定义性陈述中所采纳的内容并不是通过论证获得的;同样,所谓的自然且共通的概念也是如此,公理便属于这一类。此外,热者使之热、冷者使之冷也是本原;一切生成之物皆从某物生成,这也是本原。而他说“因为在科学的本原中不应探究‘为什么’”,并非如立法者那样发号施令,而是指明凡是探求“为什么”的地方,这本身就不是论证;因为论证必须通过更可知的事物来进行。接着,他陈述了辩证推论凭以产生的通俗之见究竟是什么,并说通俗之见就是所有人、或大多数人、或智者们所认为的事情,而在智者们中,则是所有智者、或大多数智者、或最知名且最具声望的智者所认为的事情。最严格且首要意义上的通俗之见,应当是所有人或大多数人所认为的事情:对所有人而言,值得欲求之物即是善,而值得欲求之物是健康、财富与生命;因为持相反说法的人并非出于真正的信念而如此言说,而只是作为论题提出;他们通过自己的抉择证明了这些事物确实具有此种性质。善是有益的,以及应当尊敬父母,也属于此类事情;而对大多数人而言,明智比财富更值得欲求,或者灵魂比身体更尊贵,以及诸神存在,皆属于此类事情。因此,如果辩证家的论辩仅仅关涉共通意见中所设定的事情,那么唯有所有人或大多数人所认为的事情,即这种意义上的通俗之见,对他进行推论才是有用的。然而,由于辩证家的论辩现在也涉及那些普通大众毫无意见、宁可在这些事情上信赖其他人(即智者以及从事这些研究的人)的题材,所以辩证家将是对一切事物都能进行推论的。同样,正如所说的那样,在这些人当中的通俗之见也被采纳。而在这些人当中的通俗之见,首先是所有智者都赞同的事情,例如灵魂的善大于身体的善、无不能生有、德性是善;或者是他们中大多数人所赞同的事情,例如德性因其自身而值得欲求(纵使伊壁鸠鲁不这样认为)、幸福由德性产生,同样还有不存在不可分的物体,也不存在无限多的世界;抑或是最具声望的智者所赞同的事情,例如因柏拉图而赞同“灵魂不朽”,或因亚里士多德而赞同“存在第五种物体”。因为,如果因智慧而享有声望的人是由于受到大众的赞美和敬仰而具有此种声望,那么由他们所说出的主张,在某种意义上也就是被大众所承认的。因为大众正是基于这些意见而接纳他们的;这些人凭以享有声望的事由本身就是通俗之见,而智者们正是由于这些见解才享有声望的。在关于辩证前提的讨论中,他还将传授给我们一些论题,通过这些论题我们将能够掌握通俗之见。通俗之见与真实之物的区别并不在于它是虚假的(因为某些通俗之见也是真实的),而在于评判的依据。对于真实之物而言,评判的依据来自它所关涉的实际事实;因为每当事实与陈述一致时,陈述就是真实的;而对于通俗之见而言,评判的依据并非来自实际事实,而是来自听众以及听众关于事实所持有的见解。

语法注3 条
  1. 1.3τὸ δὲ οὐ δεῖ γὰρ ἐν ταῖς ἐπιστημονικαῖς ἀρχαῖς ἐπιζητεῖσθαι τὸ διὰ τί οὐχ ὡς νομοθετῶν εἶπεν

    定冠词 τὸ 将亚里士多德的原话 οὐ δεῖ γὰρ ... τὸ διὰ τί 整体名词化,作为动词 εἶπεν 的直接宾语。连词 γάρ 属于引文内部,而非注解者自身的论述标记。主句的谓语结构为 οὐχ ὡς νομοθετῶν εἶπεν, ἀλλὰ δεικνὺς ὅτι ...,构成“并非作为立法者发号施令,而是指明……”的对立结构。

  2. 1.3εἰ μὲν οὖν περὶ τῶν ἐν ταῖς κοιναῖς δόξαις κειμένων ἦν λόγος τῷ διαλεκτικῷ μόνων

    形容词 μόνων 是中性复数属格,通过倒装(hyperbaton)与介词短语中的名词化分词 τῶν ... κειμένων 一致修饰(意为“仅仅关涉那些存在于共通意见中的事物”)。随后的主句中,τὸ πᾶσι δοκοῦν ἢ τὸ τοῖς πλείστοις 作为主语,ἦν ἂν ... χρήσιμον 构成谓语。

  3. 1.3διαφέρει δὲ τὸ ἔνδοξον τοῦ ἀληθοῦς οὐ τῷ ψευδὲς εἶναι ... ἀλλὰ τῇ ἐπικρίσει

    动词 διαφέρει (与……相区分)所要求的表示方式或限定的与格,由带冠词不定式 τῷ ψευδὲς εἶναι (因虚假)和名词 τῇ ἐπικρίσει (因评判依据)通过 οὐ ... ἀλλὰ 形成对比。正如后文解释所明示的,ἐπίκρισις 指的是对真理或公认性进行断定时的“评判标准或出处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:18.16-19.27