← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§16.31-18.16

第一前提的论证实例与基于通见之辩证推论

注疏者以灵魂的本质和欧几里得几何定理为例,解释了出自在先且无中介前提的推论以及基于预先论证前提的论证结构,随后转向对辩证推论及其所依赖的通俗之见的界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#2

παράδειγμα δὲ τοῦ διὰ πρώτων καὶ ἀμέσων συλλογισμοῦ καὶ τὸ τοιοῦτον ἂν εἴη. ἑκάστου τῶν ὄντων εἶδός ἐστι τοῦτο καθ’ ὅ ἐστιν· αὕτη γὰρ ἡ πρότασις δι’ ἐπαγωγῆς μὲν συνίσταται, ἀναπόδεικτος δέ ἐστι καὶ πρώτη κειμένου τοῦ πᾶν τὸ ἐνεργείᾳ ὂν ἐξ ὕλης καὶ εἴδους εἶναι·1 ἕπεται γὰρ τούτου κειμένου [τῷ] παντὶ τῷ ἐξ ὕλης καὶ εἴδους ὄντι τὸ κατὰ τὸ εἶδος εἶναι τοῦτο ὅ ἐστι. τούτῳ εἰ προσληφθείη πρότασις ἡ λέγουσα ‘τὸ δὲ ζῷον ἐκ τούτων’ ἐναργὴς καὶ αὕτη καὶ ἀναπόδεικτος, συνάγοιτο ἂν τὸ τοῦ ζῴου εἶδος εἶναι τοῦτο καθ’ ὃ ζῷόν ἐστιν. ᾧ συμπεράσματι εἰ προσληφθείη πάλιν ἐναργὴς πρότασις ἡ λέγουσα ‘ἀλλὰ μὴν τὸ ζῷόν ἐστι κατὰ τὴν ψυχὴν αἰσθητικόν’, κατὰ τὴν ψυχὴν ἂν ζῷον εἴη· εἰ γὰρ καθ’ ὃ αἰσθητικόν, ζῷον, κατὰ δὲ τὴν ψυχὴν αἰσθητικόν, κατὰ τὴν ψυχὴν ἂν ζῷον εἴη. ὧν κειμένων συνάγοιτο ἂν οὐκέτι διὰ πρώτων ἀλλὰ διὰ τῶν δεδειγμένων διὰ τῶν πρώτων τὸ τοῦ ζῴου εἶδος εἶναι τὴν ψυχήν. πάλιν εἰ προσλάβοιμεν τὸ ‘ὅτι τὸ τοῦ ζῴου εἶδος ἔνυλον, ζωτικὸν εἶδος ἔνυλόν ἐστιν’ ἐναργὲς καὶ προσθείημεν αὐτῷ τὸ τὸ ἔνυλον εἶδος ἀχώριστον εἶναι, συνάγοιτο ἂν ἡ ψυχή, ἥτις ἦν εἶδος τοῦ ζῴου, ἀχώριστος εἶναι τοῦ σώματος. καὶ γὰρ εἰ μὴ διὰ πρώτων καὶ ἀμέσων δέδεικται, ἀποδείκνυται καὶ τοῦτο. ὁ γὰρ δεικνὺς ὅτι ἡ σελήνη ἐστέρηται φωτός, διὰ τὸ ἐκλείπειν αὐτήν, δι’ ἀμέσου μὲν οὐ δείκνυσιν οὐδὲ ἀναποδείκτου (οὐ γὰρ ἀναπόδεικτον τὸ ἐκλείπειν τὴν σελήνην ἀλλὰ δεικνύμενον, ὡς προειρήκαμεν, διὰ τοῦ ἀντιφράττειν αὐτῇ τὴν γῆν ἢ διὰ τοῦ ἐπισκοτεῖσθαι)· τῷ μέντοι τοῦτο δι’ ἀμέσων τε καὶ πρώτων δεδεῖχθαι2 γίνεται καὶ ὁ διὰ τούτου συλλογισμὸς ἀπόδειξις· τρόπον γάρ τινα καὶ αὐτὸς γίνεται δι’ ἀμέσων δεικνύμενος τῷ τὰ δι’ ὧν δείκνυται διὰ τοιούτων εἶναι προδεδειγμένα. σαφεῖς δὲ δι’ οὗ παρεθέμεθα περὶ τῆς ψυχῆς λόγου3 οἵ τε δι’ ἀναποδείκτων καὶ 〈οἱ〉 διὰ τῶν δεδειγμένων δι’ ἀναποδείκτων· οἱ γὰρ δεύτεροι τοιοῦτοι. οὕτως καὶ ἐν γεωμετρίᾳ τὸ μὲν πρῶτον θεώρημα τῶν ἐν τοῖς Εὐκλείδου Στοιχείοις δι’ ἀναποδείκτων δείκνυται (διὰ γὰρ τῶν ἀρχῶν), τὸ δὲ ὅτι αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, οὐκέτι δι’ ἀναποδείκτων· διὰ γὰρ τοῦ τῶν εἰς τὰς παραλλήλους ἐμπιπτουσῶν εὐθειῶν τὰς ἐναλλὰξ γωνίας ἴσας ἀλλήλαις εἶναι καὶ διὰ τοῦ τῶν εἰς τὰς παραλλήλους ἐμπιπτουσῶν εὐθειῶν τὴν ἐκτὸς τῇ ἐντὸς καὶ ἀπ’ ἐναντίας ἴσην εἶναι, ἃ οὐκ εἰσὶν ἀρχαὶ ἀλλὰ δι’ ἀποδείξεως εἰλημμένα. κοινότερον μέντοι καὶ πάντα τὸν ἐξ ἀληθῶν συλλογισμὸν ἀπόδειξιν λέγει. λέγει μὲν οὖν περὶ ἀποδείξεώς τε καὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ προηγουμένως τε καὶ ἐπὶ πλέον ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· νῦν δὲ ἐπὶ τοσοῦτον περὶ αὐτοῦ εἴρηκεν, ἐφ’ ὅσον αὐτῷ χρήσιμόν ἐστι πρὸς τὸ χωρίσαι τῶν ἄλλων συλλογισμῶν τὸν διαλεκτικόν. ἔστι δὲ συλλογισμὸς αἱ προτάσεις μετὰ τοῦ συμπεράσματος. Εἰπὼν δὲ περὶ ἀποδείξεως ἑξῆς λέγει περὶ τοῦ διαλεκτικοῦ συλλογισμοῦ, καὶ φησὶ τὸν δι’ ἐνδόξων γινόμενον συλλογισμὸν διαλεκτικὸν εἶναι. ὃ εἰπὼν ἐφεξῆς, τίνα μέν ἐστιν ἀληθῆ καὶ πρῶτα, δι’ ὧν εἶπε γίνεσθαι τὸν ἀποδεικτικὸν συλλογισμόν, τίνα δὲ τὰ ἔνδοξα, δι’ ὧν τὸν διαλεκτικόν, ἐξηγεῖται δεικνὺς αὐτῶν τὴν διαφοράν. ἀληθῆ μὲν οὖν καὶ πρῶτα ταῦτά φησιν εἶναι ἃ μὴ δι’ ἑτέρων ἀλλ’ ἐξ αὑτῶν ἔχει τὴν πίστιν· τοιαῦται δέ εἰσιν αἱ ἄμεσοι προτάσεις.

通过在先且无中介的前提进行的推论,也可以举出如下的例子。在存在之物中,每一事物的形式都是该事物凭以存在的东西;因为这个前提固然是通过归纳确立的,但当设定一切在现实中存在之物皆由质料和形式构成时,它就是不可论证且在先的;因为在此设定之下,对于一切由质料和形式构成之物而言,凭借形式而成为其所是便随之而来。如果在这之上再附加一个说明“而动物正是由这些构成的”的前提——这一前提本身也是显明且不可论证的——,那么就可以得出结论:动物的形式就是动物凭以成为动物的东西。如果在这个结论之上再附加一个显明的前提,即说明“然而动物是凭借灵魂而具有感觉的”,那么动物就应当是凭借灵魂而成为动物;因为如果是凭借它凭以具有感觉的东西而成为动物,而它又是凭借灵魂具有感觉的,那么它就应当是凭借灵魂而成为动物。在这些前提被设定的情况下,就可以得出结论(不再是通过在先的前提,而是通过由在先前提所证明出的东西):动物的形式就是灵魂。再者,如果我们采纳显明的前提即“动物的形式是质料内在的,具有生命的形式是质料内在的”,并且在这之上再加上质料内在的形式是不可分离的,那么就可以得出结论:曾经作为动物形式的灵魂,是与身体不可分离的。因为即使这不是通过在先且无中介的前提被证明的,这本身也是被论证的。事实上,通过月亮发生月食来证明月亮被剥夺了光亮的人,并不是通过无中介且不可论证的前提进行证明的(因为月亮发生月食并非不可论证,而是正如我们先前所说,是通过大地遮蔽它或者它被遮掩而被证明的);然而,正是由于这一点是通过无中介且在先的前提被证明的,通过这一前提进行的推论也成为了论证;因为由于用来证明它的前提是预先通过此类前提被证明的,所以在某种意义上它本身也是通过无中介的前提被证明的。无论通过不可论证的前提进行的推论,还是通过由不可论证的前提所证明出的东西进行的推论,通过我们所引述的关于灵魂的论述都是显而易见的;因为后一类推论正是具有这种性质。在几何学中也是如此,欧几里得《原本》中的第一条定理是通过不可论证的前提(即通过本原)被证明的,但三角形三个内角之和等于两直角这一定理,就绝非通过不可论证的前提被证明;因为它是通过落于平行线上的直线的内错角彼此相等,以及落于平行线上的直线的外角等于相对的内角被证明的,而这些都不是本原,乃是通过论证获得的定理。然而,在更宽泛的意义上,他也把一切出自真实前提的推论称为论证。他在《后分析篇》中更为根本且详尽地讨论了论证以及论证性推论;而眼下他谈论它,仅以有助于他将辩证推论与其他推论区分开来为限。推论就是带有结论的前提。在讨论了论证之后,他接着讨论了辩证推论,并且说通过通俗之见所产生的推论就是辩证推论。他紧接着陈述了他所说的产生论证性推论的真实且在先的前提是什么,以及产生辩证推论的通俗之见是什么,并通过揭示它们的差异进行了解释。于是他说,真实且在先的前提就是那些不通过其他事物、而是凭借自身获得确信的前提;而无中介的前提正是具有这种性质。

语法注3 条
  1. 1.3κειμένου τοῦ πᾶν τὸ ἐνεργείᾳ ὂν ἐξ ὕλης καὶ εἴδους εἶναι

    属格独立结构,其中带有冠词的不定词短语 τοῦ... εἶναι 作为 κειμένου 的逻辑主语,带有条件从句的含义(“当/如果设定……”)。

  2. 1.3τῷ μέντοι τοῦτο δι’ ἀμέσων τε καὶ πρώτων δεδεῖχθαι

    带有冠词的完成时不定词短语(τῷ... δεδεῖχθαι)的与格,表示原因或依据(“由于这一点已经被证明……”),修饰主句 γίνεται καὶ ὁ διὰ τούτου συλλογισμὸς ἀπόδειξις。

  3. 1.3σαφεῖς δὲ δι’ οὗ παρεθέμεθα περὶ τῆς ψυχῆς λόγου

    表语形容词 σαφεῖς 后的系动词(εἰσί)被省略。其主语是后文并列的短语 οἵ τε δι’ ἀναποδείκτων καὶ 〈οἱ〉 διὰ τῶν δεδειγμένων...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:16.31-18.16