← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§19.28-21.26

争辩推论的定义及质料与形式上的缺陷

亚历山大对亚里士多德关于争辩推论的定义(100b23)进行了解析,将其区分为质料上的缺陷(基于表面看似通俗之见而实则虚假立现的前提)和形式上的缺陷(非推论性的组合),并分别列举了具体实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Ἐριστικὸς δέ ἐστι συλλογισμὸς ὁ ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ καὶ ὁ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινόμενος." Εἴρηκε μὲν περὶ τοῦ ἐριστικοῦ συλλογισμοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, ἔνθα ἦν καὶ προηγουμένως περὶ τῶν τοιούτων συλλογισμῶν αὐτῷ ὁ λόγος. ὁρίζεται δὲ ἐνταῦθα ὁμοίως ὡς κἀκεῖ τὸν ἐριστικὸν συλλογισμόν. διττὸν δέ φησιν εἶναι τὸν τοιοῦτον συλλογισμόν, τὸν μὲν παρὰ τὴν ὕλην ἡμαρτημένον τὸ ἐριστικὸν ἔχοντα οὐκέτι δὲ παρὰ τὸ σχῆμα·1 τοιοῦτος γὰρ ὁ ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συλλογισμός. τίνα δέ ἐστι τὰ φαινόμενα ἔνδοξα μὴ ὄντα δέ, αὐτὸς λέγει· οὐ γὰρ πᾶν, φησί, τὸ φαινόμενον ἔνδοξον καὶ ἔστιν ἔνδοξον. καὶ δι’ ὅ τι ἐπιφέρει· οὐδὲν γὰρ τῶν λεγομένων ἐνδόξων ἐπιπόλαιον ἔχει παντελῶς τὴν φαντασίαν. ἐπιπόλαιον δέ ἐστι τὸ ἐκ βραχείας ἐπιστάσεως ἐλεγχόμενον. τοιοῦτον δὲ τὸ εἶδος τῶν προτάσεων τῶν ἐριστικῶν συλλογισμῶν· οἷον φαινόμενόν ἐστιν ἔνδοξον τὸ τὸν ὁρῶντα ὀφθαλμοὺς ἔχειν· δι’ οὗ συνάγεται ‘ὁ ἑτερόφθαλμος ὀφθαλμοὺς ἔχει’. καὶ τὸ ‘ἃ λαλεῖς, διὰ τοῦ στόματός σου διέρχεται’· ὃ λαβών τις συνάγει τὸ τὴν ἅμαξαν διὰ τοῦ στόματος διέρχεσθαι τοῦ ἅμαξαν λαλοῦντος. καὶ ‘ἃ οὐκ ἀποβέβληκας, ἔχεις’· τοῦτο γάρ τις λαβὼν συνάγει ὅτι κέρατα ἔχεις, οὐκ ἀποβέβληκας γὰρ κέρατα. ὁμοίως καὶ τὸ τὸν ὄψιν ἔχοντα ὁρᾶν, τὸν δὲ κοιμώμενον ὄψιν ἔχειν. τὰ γὰρ τοιαῦτα ἐπιπόλαιον ἔχει τὸ πιθανόν, καί, ὡς φησιν αὐτός, παραχρῆμα τοῖς καὶ μικρὰ συνορᾶν δυναμένοις κατάδηλον ἐν αὐτοῖς τὸ ψεῦδος γίνεται. ὃ οὐκ ἔχει τὰ ἀληθῶς ἔνδοξα· οὐ γὰρ ῥᾴδιον ἐν ἐκείνοις φωραθῆναι τὸ ψεῦδος. τὸ γοῦν τοὺς θεοὺς πάντα δύνασθαι ἔνδοξον ὂν οὐκ ἀληθὲς δὲ οὐ ῥᾴδιόν ἐστιν ἐλεγχθῆναι· ὁμοίως καὶ τὸ ‘τῷ μείζονι ἀγαθῷ ἐναντίον μεῖζόν ἐστι κακόν’. ἐπ’ ὀλίγων γὰρ ἄν τις εὕροι τοῦτο μὴ ἔχον οὕτως· ὡς δοκεῖ ἐπὶ τῆς εὐεξίας ἔχειν καὶ τῆς ὑγείας· τὸ γὰρ τῷ μείζονι ἀγαθῷ ἐναντίον (τοῦτο δέ ἐστιν ἡ καχεξία) ἔλαττον εἶναι δοκεῖ κακὸν τῆς νόσου, ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, τῷ ἐλάττονι ἀγαθῷ, τῷ τοὺς μὲν νοσοῦντας πάντας καχεκτεῖν οὐ πάντας δὲ τοὺς καχεκτοῦντας ἤδη καὶ νοσεῖν. τὸ δὲ αἴτιον τούτου ἐστίν, ὅτι ἡ μὲν εὐεξία περιείληφεν ἐν αὑτῇ καὶ τὴν ὑγείαν· ἔστι γὰρ ὑγεία ἡ εὐεξία· διὸ περιέχουσα ἐν αὑτῇ ὑγείαν μεῖζόν ἐστιν αὐτῆς ἀγαθόν· πρόσεστι γὰρ αὐτῇ τὸ εἶναι αὐτὴν τῶν δι’ ἑαυτὰ αἱρετῶν· ἡ δὲ καχεξία οὐκέτι ἐν αὑτῇ περιέχει τὴν νόσον, ἀλλ’ ἔστι μόνῳ ἐν ἐκείνῳ, ἐν ᾧ ὑπερεῖχεν ἡ εὐεξία τῆς ὑγείας· ἡ δὲ νόσος ἐν αὑτῇ πάλιν περιέχει τὴν καχεξίαν· ἐπὶ γὰρ καχεξίᾳ γίνεται νόσος, ὡς καὶ ἡ εὐεξία ἐπὶ τῇ ὑγείᾳ. Τοὺς μὲν οὖν τῶν ἐριστικῶν συλλογισμῶν παρὰ τὴν ὕλην φησὶ καὶ συλλογισμοὺς εἶναι. ὅταν γὰρ συλλογίσηταί τίς τι ἐν συζυγίᾳ συλλογιστικῇ διὰ τοιούτων προτάσεων, ἐριστικὸς συλλογισμὸς γίνεται· ὡς οἵ τε προειρημένοι ἔχουσι καὶ ὁ τοιοῦτος. ‘πᾶς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ χιτὼν ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει’· οὗτος γὰρ ἐριστικὸς ὁ συλλογισμὸς οὐ παρ’ ἄλλο τι ἢ παρὰ τὸ ληφθῆναι ὡς ἔνδοξον τὸ πάντα τὸν ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συζυγίᾳ συλλογιστικῇ ἐν πρώτῳ οὔσῃ σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου, τῆς μείζονος.2 ἔστι δέ τις ἐριστικὸς συλλογισμὸς καὶ ὁ κατὰ τὸ εἶδος ἡμαρτημένος· οὗτος δὲ οὐκέτι οὐδὲ συλλογισμὸς ἁπλῶς ἐστιν, ἀλλὰ τὸ ὅλον τοῦτο ἐριστικὸς συλλογισμός. τοιοῦτοι δέ εἰσιν οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι λόγοι. οἷον εἰ συνάγοι τις ἤτοι τὸ ὅτι πᾶς ἄνθρωπος ἵππος ἐστὶ διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ πάντα ἵππον ζῷον· ἀσυλλόγιστος γὰρ ἡ τοιαύτη συμπλοκὴ καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων τῷ εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι.3 ὁμοίως καὶ εἰ λάβοι τις τὰ νεκρὰ τῶν σωμάτων κινεῖσθαι καὶ ἀλλοιοῦσθαι, ἀλλὰ καὶ τὰ αἰσθανόμενα κινεῖσθαι, καὶ ἐκ τούτου οἴοιτο δεικνύναι ὅτι τὰ νεκρὰ τῶν σωμάτων αἰσθάνεται, ὡς ᾤετο Δημόκριτος. ὁ τοιοῦτος παραλογισμὸς γίνεσθαι μὲν δύναται καὶ ἐξ ἀληθῶν, ὥσπερ οὓς προειρήκαμεν. ὅμοιοι τούτοις καὶ οἱ τοιοῦτοι ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν, τὸ ζῷον γένος ἐστίν, ὁ ἄρα ἄνθρωπος γένος ἐστίν’· ἔνδοξοι μὲν γὰρ καὶ ἀληθεῖς αἱ προτάσεις, ἀσυλλόγιστος δὲ ἡ συμπλοκή, ὅτι ἐν πρώτῳ σχήματι οὐκ ἔστιν ἡ μείζων πρότασις καθόλου.

“争辩推论是出于看似有声望而实则并非有声望的前提的推论,以及出于有声望或看似有声望的前提但看似是推论的推论。” 他在《辨谬篇》中曾论述过争辩推论,在那里他的讨论主要是针对此类推论的。而在这里,他也以类似于那里的方式给争辩推论下定义。他说此类推论有两类:一类因在质料上有缺陷而具有争辩性,但不再是在格式上有缺陷;因为出于看似有声望而实则并非有声望的前提的推论就是这一类。至于何为看似有声望而实则并非有声望的前提,他自己陈述道:因为他说,并非凡是看似有声望的就真的是有声望的。并且他接着说明了原因:“因为在被称为有声望的事物中,没有一个是具有完全浮浅的表象的。”所谓浮浅的,就是稍加留意即可被驳倒的事物。争辩推论的前提的种类正是如此:例如,看见者拥有眼睛,这是看似有声望的;由此推导出“独眼者拥有双眼”。还有“凡你所言说的,都经过你的口”;有人据此推导出,大车经过言说大车者的口。还有“凡你未曾失去的,你就拥有”;因为有人据此推导出你拥有角,因为你未曾失去角。同样,拥有视力者在看,而睡眠者拥有视力。因为这类事物仅仅具有浮浅的说服力,并且正如他自己所说,对于哪怕稍能明察秋毫的人来说,其中的虚假都是立刻昭然若揭的。真正有声望的事物则不具有这种性质;因为在那些事物中,虚假并不容易被识破。例如,神能成就一切,虽是有声望的见解但并不真实,却不容易被驳倒;同样,“更大的恶与更大的善相反”也是如此。因为人们只能在极少数情况下发现这并不成立,正如在健壮与健康的情况下所表现出的那样;因为与更大的善相反之物(即虚弱)似乎是比疾病更小的恶,而疾病是与健康这一较小的善相反的,这是因为所有患病者都处于虚弱状态,但并非所有虚弱者都已然患病。这其中的原因在于,健壮本身已包含健康在内;因为健壮本身就是一种健康;因此,由于它自身包含健康,它就是比健康更大的善;因为它还附有自身属于因其自身而值得欲求的事物这一点;然而虚弱并不再在自身中包含疾病,而仅仅存在于健壮超出健康的那个方面;而疾病则反过来在自身中包含虚弱;因为疾病是在虚弱之上产生的,正如健壮是在健康之上产生的一样。 因此,他说争辩推论中因质料而有缺陷的那些确实也是推论。因为每当有人在推论式组合中通过这些前提推论出某事时,就产生了争辩推论;正如前述那些推论所表现的那样,以及如下这种推论:“凡勇敢者皆有勇气;而这件短袍是勇敢的;所以这件短袍有勇气”。因为这一争辩推论除了把凡勇敢者皆有勇气当作有声望的前提来采纳之外,并不因其他任何原因而成为争辩推论,因为它处在第一格的推论式组合中,由两个肯定命题构成,其中一个特称,另一个全称,即大前提。但也有在形式上有缺陷的争辩推论;这种推论根本不再是严格意义上的推论,而只有这整体才被称为“争辩推论”。在非推论式组合中所提出的论证就是此类。例如,如果有人通过采纳凡人皆动物和凡马皆动物,从而推导出凡人皆是马;因为这种结合即使由真实的前提构成,也是非推论性的,因为在第二格中出现了两个肯定命题。同样,如果有人采纳死去的尸体会运动和变化,但具有感觉者也会运动,并由此认为自己证明了死去的尸体具有感觉,正如德谟克利特所认为的那样。此类谬误推理也可以由真实的前提产生,正如我们此前所说的那样。与这些类似的还有这样的推论:“人是动物,动物是属,所以人是属”;因为前提虽然有声望且真实,但结合是非推论性的,因为在第一格中大前提并非全称的。

语法注3 条
  1. 1.4τὸν μὲν παρὰ τὴν ὕλην ἡμαρτημένον τὸ ἐριστικὸν ἔχοντα οὐκέτι δὲ παρὰ τὸ σχῆμα

    τὸν μὲν 是宾格,接续前文 διττὸν ... τὸν τοιοῦτον συλλογισμόν(此类推论有两种)中的一种。分词 ἡμαρτημένον 由介词短语 παρὰ τὴν ὕλην(因质料)修饰,后接分词短语 τὸ ἐριστικὸν ἔχοντα(具有争辩性质)。οὐκέτι δὲ παρὰ τὸ σχῆμα 则构成对比性限制,意为“但在格式(推论形式)上不再[有缺陷]”。

  2. 1.4ἐπειδὴ ἐν συζυγίᾳ συλλογιστικῇ ἐν πρώτῳ οὔσῃ σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου, τῆς μείζονος

    由 ἐπειδή 引导的原因从句,省略了系动词(ἐστί)。与 συζυγίᾳ(结合)一致的分词 οὔσῃ 由 ἐν πρώτῳ σχήματι(在第一格中)以及介词短语 ἐκ δύο καταφατικῶν(由两个肯定命题)所补充,随后的属格短语 τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου, τῆς μείζονος 则是 καταφατικῶν 的同格限定说明(一为特称,另一即大前提为全称)。

  3. 1.4τῷ εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι

    带定冠词不定词的与格 τῷ εἶναι 表达原因或根据(“因为在第二格中有两个肯定命题”),为前句 ἀσυλλόγιστος γὰρ ἡ τοιαύτη συμπλοκὴ(因为此种结合是非推论性的)提供逻辑理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:19.28-21.26