- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:177.6-178.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《论题篇》卷二第6章(112b1)中基于事物模态分类(必然、大体、稀少、均等)的论题,并结合具体事例说明了如何驳斥颠倒这些模态的论断。
" Ἐπεὶ δὲ τῶν πραγμάτων τὰ μέν ἐστιν ἐξ ἀνάγκης τὰ δὲ ὡς ἐπὶ τὸ πολὺ τὰ δὲ ὁπότερ’ ἔτυχεν." Ὁ τόπος οὗτος τὴν ἀφορμὴν ἀπὸ τῆς τῶν πραγμάτων διαφορᾶς λαμβάνει, καὶ ἔστιν ἐπὶ πλέον τοῦ πρώτου παραδοθέντος τοῦ ἀξιοῦντος “ἐπιβλέπειν εἰ τὸ κατ’ ἄλλον τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν.” ἐπὶ γὰρ τούτου τοῦτό που μετείληπται, τὸ μὲν ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὁρισμὸς ὑπάρχον εἰς τὸ ἐξ ἀνάγκης ὑπάρχον (οὕτως γὰρ ἐκείνων ἕκαστον λαμβάνεται), τὸ δὲ συμβεβηκὸς εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ ὁπότερ’ ἔτυχεν· τοιοῦτον γὰρ τὸ οἷόν τε ὑπάρχειν καὶ μή, ᾧ ὡρίζετο τὸ συμβεβηκός. ἔτι εἰ καὶ συμβεβηκότα τινά ἐστιν ἀχώριστα, εἴη ἂν καὶ ταῦτα 〈ταὐτὰ〉 τοῖς ἐξ ἀνάγκης ὑπάρχουσιν· διὸ οὐδὲ ἀντιτίθησιν τῷ ἐξ ἀνάγκης τὸ συμβεβηκός· οὐδὲ γὰρ χρῆται οὔτε τῷ συμβεβηκότι οὔτε τῶν ἄλλων τινί, ἀλλὰ ὡς ἄλλῃ διαιρέσει χρῆται τῷ ἀναγκαίως τε ὑπάρχοντι καὶ μή. ἔχομεν γὰρ ὅτι τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἐστίν, ὡς τὸ τὸν ἄνθρωπον ζῷον εἶναι (ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης ἐστίν· ὁμοίως ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι), τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράσκοντα πολιοῦσθαι, τὰ δὲ ἐπ’ ἔλαττον, ὡς τὰ τούτοις ἀντικείμενα, τὸ τὸν ἄνθρωπον ἢ τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι (ἔστι γὰρ οὕτως καὶ ταῦτα) ἢ τὸ μὴ πολιοῦσθαι γηρῶντα τὸν ἄνθρωπον, τὰ δὲ ἐπ’ ἴσης, ὡς τὸ πολιτεύεσθαι τὸν ἄνθρωπον ἢ μή, ἀποδημεῖν ἢ μή, λούεσθαι ἢ μή. οὔσης τοίνυν τοιαύτης ἐν τοῖς οὖσι διαφορᾶς, ἂν τὸ κατ’ ἄλλον τρόπον ὑπάρχον τινὶ κατ’ ἄλλον τις ὑπάρχειν λέγῃ ἐναλλάσσων τοὺς τῆς ὑπάρξεως αὐτῶν τρόπους, ἀφορμὴν δίδωσιν ἐπιχειρήσεως ἐλεγκτικῆς. εἰ γάρ τις λέγοι ἐνδέχεσθαι τὸν θεὸν ἄφθαρτον εἶναι ἢ τὸν ἄνθρωπον ζῷον ἢ λογικόν, οὗτος λέγοι ἂν τὸ ἀδύνατον μὴ εἶναι ἐνδέχεσθαι εἶναι· ἀδύνατον γὰρ τὸν θεὸν μὴ εἶναι ἄφθαρτον ἢ τὸν ἄνθρωπον μὴ ζῷον εἶναι· ὁ δὲ λέγων ἐνδέχεσθαι αὐτὸν ζῷον εἶναι οὗτος λέγοι ἂν ἐνδέχεσθαι καὶ μὴ εἶναι ζῷον αὐτόν· τοιοῦτον γὰρ τὸ ἐνδεχόμενον. ἔτι τὸ ἀεὶ ὑπάρχον οὐκ ἀεὶ ἂν ὑπάρχειν λέγοι· τὸ γὰρ ἐξ ἀνάγκης ὑπάρχον ἀεί τε καὶ παντὶ ὑπάρχει. ἀλλὰ κἂν διορίζων ὡς ἐπὶ τὸ πλεῖστον λέγῃ εἶναι τὸ ἐξ ἀνάγκης ὄν, ἡ αὐτὴ ἁμαρτία τῷ τὸ ὡς ἐπὶ τὸ πλεῖστον ὂν ἐνδέχεσθαι καὶ μὴ εἶναι1 (διὰ τοῦτο γὰρ τὸ ὡς ἐπὶ τὸ πλεῖστον οὐκ ἀναγκαῖον), οἷον ἂν λέγῃ τις τὴν ἀπόδειξιν ὡς ἐπὶ τὸ πλεῖστον ἀληθῆ εἶναι. κἂν ἐναλλάξας δέ τις τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀνάγκης εἶναι λέγῃ, παραπλήσιος ὁ λόγος. εἰ γὰρ λέγοι τις ἐξ ἀνάγκης τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι, λέγοι ἂν τὸ ἐνδεχόμενον εἶναι ἀναγκαῖον εἶναι· ἐνδέχεται μὲν γὰρ καὶ μὴ εἶναί τινα πενταδάκτυλον· ὁ δὲ ἐξ ἀνάγκης λέγων πάντα εἶναι πενταδάκτυλον οὔ φησιν ἐνδέχεσθαι μὴ εἶναί τινα πενταδάκτυλον. ἀλλὰ κἂν τὸ ἐναντίον τῷ ὡς ἐπὶ τὸ πολύ (τοῦτο δέ ἐστι τὸ ἐπ’ ἔλασσον· ὡς γὰρ τὸ πολὺ τῷ ὀλίγῳ ἀντίκειται, οὕτω καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ τῷ ἐπ’ ἔλασσον), ἂν δή τις τὸ ἐπ’ ἔλασσον ὂν ἢ ἐξ ἀνάγκης εἶναι λέγῃ ἢ ὡς ἐπὶ τὸ πολύ, ἐλέγχοιτ’ ἂν ἢ τὸ ὡς ἐπὶ τὸ πλεῖστον μὴ ὂν ἀδύνατον εἶναι λέγων μὴ εἶναι ἢ [τὸ] ὡς ἐπὶ τὸ πλεῖστον εἶναι τιθέμενος,2 οἷον εἰ λέγοι τις ἐξ ἀνάγκης ὑπὸ κύνα ὕειν ἢ ὡς ἐπὶ τὸ πλεῖστον ἑξαδακτύλους εἶναι τοὺς ἀνθρώπους. ὁμοίως κἂν τῶν ἀπὸ τύχης γινομένων τι λέγῃ τις ἢ ὡς ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι.
“由于在事物中,有些是出于必然,有些是在大多数情况下,有些则是无论怎样皆偶然如此。” 这个论题从事物间的区别出发,并且比最先传授的那个要求“审视他是否将以另一种方式属于的事物作为偶性给出”的论题适用范围更广。因为在这里,那一论断不知怎地被转换了:作为属、固有属性或定义而属于的事物,被转换成了出于必然属于的事物(因为那些事物中的每一项都是这样被领会的),而偶性则被转换成了在大多数情况下以及偶然如此的事物;因为能够属于也能够不属于的事物——偶性正是藉此被定义的——就是这般性质的事物。此外,即便有些偶性是不可分离的,这些偶性也将与出于必然属于的事物同一;因此他甚至没有将偶性与出于必然的事物相对立。因为他既没有使用偶性,也没有使用其他任何一类,而是采用了一种不同的划分,即使用必然属于的事物与不必然属于的事物。因为我们知道,在存在物中,有些是出于必然的,例如人是动物(因为凡属于一切且永远属于的,这便是出于必然的;同样,神是不灭的也是必然的);有些是可能存在的,而在这些可能事物中,有些是在大多数情况下,例如人有五指和年老变白发,有些则是在少数情况下,例如与这些相反的情况,人有四指或六指(因为这些情况确实也存在),或者人在年老时不生白发,还有些则是均等可能的,例如人参与政务与否、远行与否、沐浴与否。因此,既然在存在物中有这样的区别,如果有人将以某种方式属于某物的事物,通过颠倒它们的存在方式,说成是以另一种方式属于,他就提供了进行驳难论证的切入点。因为如果有人说神可能是不灭的,或者人可能是动物或有理性的,这人就是在说不可能不存在的事物可能存在;因为神不可能不是不灭的,人也不可能不是动物;而说他可能是动物的人,也就是在说他也可能不是动物;因为可能的事物就是如此。此外,他也就是在说永远属于的事物并不永远属于;因为出于必然属于的事物既是永远的也是对一切属于的。不仅如此,即使有人限定说出于必然存在的事物是在大多数情况下存在,由于在大多数情况下存在的事物也可能不存在(正是为此在大多数情况下存在的事物并不是必然的),同样会产生这一错误,例如有人说证明在大多数情况下是真实的。而如果有人反过来,说在大多数情况下存在的事物是出于必然的,论据也是相似的。因为如果有人说人出于必然是五指的,他就是在说可能的事物是必然的;因为确实可能有人不是五指的,但那个说所有人出于必然是五指的人,却断言不可能有人不是五指的。而且,如果有人将与在大多数情况下相反的事物(这就是在少数情况下存在的事物;因为正如多数与少数相对立,在大多数情况下也与在少数情况下相对立),即在少数情况下存在的事物,说成是出于必然或者在大多数情况下存在,他就将受到反驳,要么是因为他说在大多数情况下不存在的事物不可能不存在,要么是因为他假定它是在大多数情况下存在的,例如有人说在犬日下雨是必然的,或者说人大多数是六指的。同样,如果有人说因碰巧发生的事物中的任何一件是出于必然或在大多数情况下发生的,情况也是如此。
- 2.25τῷ τὸ ὡς ἐπὶ τὸ πλεῖστον ὂν ἐνδέχεσθαι καὶ μὴ εἶναι
带冠词的不定式从句“τῷ ... ἐνδέχεσθαι”用作表示原因的与格,解释了为何会出现“ἡ αὐτὴ ἁμαρτία”(同样的错误),即因为在大多数情况下存在的事物也可能不存在。
- 2.25ἐλέγχοιτ’ ἂν ἢ τὸ ὡς ἐπὶ τὸ πλεῖστον μὴ ὂν ἀδύνατον εἶναι λέγων μὴ εἶναι ἢ [τὸ] ὡς ἐπὶ τὸ πλεῖστον εἶναι τιθέμενος
在主干潜在祈愿动词“ἐλέγχοιτ’ ἂν”之下,由“ἢ ... λέγων ... ἢ ... τιθέμενος”引导的两个分词短语并列修饰,表达被驳斥的方式。在第一个分词分支中,“τὸ ὡς ἐπὶ τὸ πλεῖστον μὴ ὄν”作为“λέγων”所支配不定式结构的主语,与谓述成分“ἀδύνατον εἶναι μὴ εἶναι”相联系。
