← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§175.27-177.5

基于词源的论题及其局限

解说者阐明了依据词源将词语转换为解说以构建论证的论题,列举了心力、幸福、抉择与自制等具体实例,并指出了该方法虽具说服力但在普遍性上的局限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24

" Ἔτι τὸ ἐπιχειρεῖν μεταφέροντα τοὔνομα κατὰ τὸν λόγον." Τόπον ἡμῖν ἀπὸ ἐτυμολογίας παραδίδωσιν. ἂν μὲν γὰρ τὰ ὀνόματα μεταφέρωμεν ἐπὶ τοὺς κατὰ τὴν ἐτυμολογίαν λόγους (τοῦτο γὰρ σημαίνει τὸ μεταφέροντα τοὔνομα κατὰ τὸν λόγον) ὡς τούτων ὄντα σημαντικὰ μᾶλλον καὶ προσῆκον ὂν οὕτως ἀκούειν τῶν ὀνομάτων ἢ ὡς κεῖται,1 εὐπορήσομεν ἐπιχειρημάτων πρὸς τὸ προκείμενον.2 οἷον εἰ βουλόμεθα δεῖξαι ὅτι ὁ ἡντινοῦν ἀρετὴν ἔχων εὔψυχός ἐστιν, ἀλλ’ οὐχ ὁ ἀνδρεῖος μόνος, μεταληψόμεθα τὸ εὔψυχος ὄνομα εἰς τὸν λόγον τὸν κατὰ τὴν ἐτυμολογίαν· ἔστι δ’ οὗτος ὁ εὖ τὴν ψυχὴν ἔχων, τοῦτ’ ἔστιν ὁ ἀγαθὴν τὴν ψυχὴν ἔχων· ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ ἀγαθὴν τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ σώφρων καὶ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὁμοίων παραθέσει· καὶ γὰρ εὔελπις ὁ εὖ ἐλπίζων, τοῦτ’ ἔστιν ὁ ἀγαθὰ ἐλπίζων. πάλιν βουλόμενοι δεῖξαι, ὅτι ὁ σπουδαῖος εὐδαίμων ἐστί, τὸν εὐδαίμονα μεταληψόμεθα εἰς τὸν κατὰ τὴν ἐτυμολογίαν λόγον· ὁ γὰρ εὖ τὸν δαίμονα ἔχων σημαίνεσθαι δοκεῖ ὑπὸ τοῦ εὐδαίμονος. εἰ δὴ δαίμων ἑκάστου ἡ ψυχή, καθ’ ἃ Ξενοκράτει δοκεῖ, εἴη ἂν εὐδαίμων ὁ εὖ τὴν ψυχὴν ἔχων· εὖ δὲ τὴν ψυχὴν ἔχει ὁ σπουδαῖος· ὁ σπουδαῖος ἄρα εὐδαίμων. πάλιν δεῖξαι θέλοντες, ὅτι μή ἐστιν ἐν ἀλόγῳ προαίρεσις, ληψόμεθα τὸν λόγον τῆς προαιρέσεως· ἔστι δ’ οὗτος ‘πρὸ ἑτέρου αἵρεσις’· ἀλλὰ μὴν τὸ ἄλλο πρὸ ἄλλου αἱρεῖσθαι ἐν τούτοις ἐστὶν ἐν οἷς καὶ τὸ βουλεύεσθαι· τὸ γὰρ ἄλλο ἄλλου προκρῖναι μετὰ λόγου γίνεται· οὐδὲν δὲ τῶν ἀλόγων βουλεύεται· ὥστε οὐδὲ προαιρεῖται. πάλιν θέλοντες δεῖξαι, ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής, μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν ἑαυτοῦ κρατοῦντα (τοῦτο γὰρ σημαίνει τὸ ὄνομα), καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὴ τὸ μὲν κρατούμενον τὸ δὲ κρατοῦν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα, εἴημεν ἂν δεδειχότες τὸ προκείμενον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἀκολάστου. οὕτως ἔνεστι δεικνύναι τὸν φίλον μὴ εὔνουν, εἰ εὔνους μὲν ὁ ὀρθῶς νοῶν καὶ τἀληθῆ ἢ τἀγαθὰ νοῶν, οὐ πάντως δὲ ὀρθῶς ὁ φίλος νοεῖ. ὁ δὲ τόπος τὸ μὲν πιθανὸν καὶ ἔνδοξον καὶ διαλεκτικὸν ἔχει, οὐ μὴν ὑγιὲς τὸ λεγόμενον ἐπὶ πάντων· οὔτε γὰρ εὐθάλασσος λέγεται ὁ ἔχων ἀγαθὴν θάλασσαν, οὔτε εὔχειρ ὁ ἔχων καλὰς χεῖρας, ἀλλ’ ὁ πυκτικός, οὔτε μεγαλόψυχος ὁ ἔχων τὴν ψυχὴν μεγάλην. διὸ οὐδὲ εὐδαίμων ὁ σπουδαῖος.3

“此外,根据解说转移名称来进行论难。” 他传授给我们一个由词源出发的论题。因为如果我们把名称转移到依据词源的解说上(因为“根据解说转移名称”指的就是这个意思),理由是名称更多地表达了这些解说,且如此理解名称比按照约定俗成的用法理解更为恰当,那么我们针对所提事物就将富有论据。例如,如果我们想要证明,凡具有任何一种德性的人都是有心力的,而不仅是勇敢的人,我们就会把“有心力的”这一名称换成依据词源的解说;而这解说就是“其灵魂处于良好状态的人”,也就是“拥有善良灵魂的人”;然而,如果说有心力的人是拥有良好灵魂的人,而公正的人、有节制的人以及明智的人也都拥有良好的灵魂,那么就不可能唯独勇敢的人是有心力的,心力充沛也不可能就是勇敢。而至于有心力的人就是其灵魂处于良好状态的人,我们将通过与类似事物的并置来证明;因为满怀希望的人正是怀有良好希望的人,也就是期望良好事物的人。再次,当我们想要证明高尚的人是幸福的时,我们会把“幸福的”换成依据词源的解说;因为其守护神处于良好状态的人似乎被“幸福的”所表示。如果按照色诺克拉底的主张,每个人的守护神就是其灵魂,那么灵魂处于良好状态的人就该是幸福的;而高尚的人其灵魂处于良好状态;所以高尚的人是幸福的。再次,当我们想要证明无理性者中不存在抉择时,我们将取抉择的解说;这就是“先于另一者的取舍”;然而,把一物置于另一物之前加以取舍,存在于那些具有深思熟虑的事物之中;因为在另一物之前优先选择某物是伴随理性发生的;而无理性的动物没有一个会深思熟虑;所以它也不做抉择。再次,当我们想要证明有节制的人不是自制的人时,我们会把“自制的人”换成“克制自己的人”(因为该名称表示的就是这个意思),并且通过证明:凡有克制者的地方,也必有被克制者,而被克制者是在对抗与抗争中被克制的,而在灵魂的一部分受克制而另一部分施行克制的地方,那里并不存在融洽,而有节制的人使灵魂的各部分彼此一致,我们就将已经证明了所提出的论题。同样的道理也适用于无自制者与放荡者。同样,若好意的人是指思想端正且思量真实或善良事物的人,但朋友并不必然思想端正,那么就可以证明朋友并不是抱有好意的人。这一论题具有说服力、公认性与辩证性,然而所言并非在一切情况中都成立;因为享有良好海域的人并不被称为“善于航海的”,拥有美丽双手的人也不被称为“好手”(而是拳击手被称为好手),拥有庞大灵魂的人也不被称为“心胸博大的”。因此,高尚的人也未必就是幸福的。

语法注3 条
  1. 2.24ὡς τούτων ὄντα σημαντικὰ μᾶλλον καὶ προσῆκον ὂν οὕτως ἀκούειν τῶν ὀνομάτων ἢ ὡς κεῖται

    连词 ὡς 引导分词 ὄντα(中性复数宾格,与宾语 τὰ ὀνόματα 一致)以及非人称分词结构 προσῆκον ὂν(宾格绝对),表达立论者进行词源转换的主观理据(“鉴于……”、“认为……”)。

  2. 2.24καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὴ τὸ μὲν κρατούμενον τὸ δὲ κρατοῦν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα, εἴημεν ἂν δεδειχότες τὸ προκείμενον.

    整个句子的骨架为 μεταληψόμεθα... καὶ δείξαντες... εἴημεν ἂν δεδειχότες τὸ προκείμενον(我们将转换为……并通过证明……从而证明所提论点)。在 ὅτι 引导的宾语从句内部,关联副词短语 ἔνθα..., ἐνταῦθα... 形成层层递进的嵌套结构,最终与从句末尾的 ὁ δὲ σώφρων... 形成对照,从而推导出自制与节制的非等同性。

  3. 2.24διὸ οὐδὲ εὐδαίμων ὁ σπουδαῖος.

    紧接前文的反例(如 εὔχειρ 并非指拥有美丽双手),此处简短的总结句说明前半段所举“高尚的人=幸福”的词源学论证亦缺乏必然的真实性;句中省略了系动词或必然性表达(如 ἐξ ἀνάγκης ἐστί),即“因此高尚的人也未必就是幸福的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:175.27-177.5