← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§174.3-175.26

基于相反者与矛盾排他性的确立与反驳

针对亚里士多德112a24,亚历山大阐明了由冲突出发的确立性与反驳性论题在无中介相反者、矛盾以及有中介相反者中的适用条件,并将其与斯多亚派的第四和第五无证明式相联系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

" Ὅσοις δὲ ἀνάγκη θάτερον μόνον ὑπάρχειν, οἷον τῷ ἀνθρώπῳ ἢ νόσον ἢ ὑγείαν." Ἐκθέμενός τινας τόπους ἐξ ἀκολουθίας κατασκευαστικούς τε καὶ ἀνασκευαστικούς, μετὰ ταῦτα παραδίδωσι τόπον ἐκ μάχης κατασκευαστικόν τε καὶ ἀνασκευαστικόν. ἔστι δὲ ὁ τόπος ἐπὶ τῶν ἀμέσων ἐναντίων ἁρμόζων. ἐπεὶ γὰρ ταῦτά ἐστιν ἄμεσα ἐναντία ὧν ἀνάγκη θάτερον τῷ δεκτικῷ ὑπάρχειν, ἂν ᾖ τὸ πρόβλημα τῶν τοιούτων τι ὑπάρχον τινὶ τιθέν, ἂν μὲν λαβόντες τὸ δεκτικὸν τῶν ἀμέσων ἐναντίων, οὗ κατηγορήθη τὸ ἕτερον,1 δείξωμεν αὐτῷ τὸ ἕτερον αὐτῶν μὴ ὑπάρχον, δεδειχότες ἂν εἴημεν ὅτι τὸ ἕτερον αὐτῷ ὑπάρχει τὸ τεθέν· ἂν δὲ δείξωμεν ὑπάρχον αὐτῷ τὸ ἕτερον, ἀνῃρηκότες ἂν εἴημεν τὸ τὸ ἕτερον ὑπάρχειν αὐτῷ.2 ἀξιοῖ οὖν ἐπὶ τῶν τοιούτων προβλημάτων, ἐν οἷς ἀνάγκη θάτερον ὑπάρχειν τῷ ὑποκειμένῳ, ἄμφω δὲ ἀδύνατον, πρὸς ὃ εὐπορεῖ τις αὐτῶν, διαλέγεσθαι· διὰ γὰρ τοῦ ἑτέρου καὶ τὸ ἕτερον δείκνυται· ἄν τε γὰρ θάτερον ὑπάρχον δειχθῇ τῷ προκειμένῳ, θάτερον ἀνῃρημένον ἔσται, ἄν τε θάτερον μὴ ὑπάρχον, θάτερον κατεσκευασμένον. ὅταν οὖν τοιοῦτον ᾖ τὸ κατηγορούμενόν τινος ἐν τῷ προβλήματι, διὰ τοῦ τὸ ἐναντίον αὐτῷ δεικνύναι ὑπάρχον τῷ προκειμένῳ ἢ μὴ ὑπάρχον κατασκευάζοιμεν ἂν καὶ ἀνασκευάζοιμεν τὸ προκείμενον· οἷον ἐπεὶ τοῦ ἀριθμοῦ κατηγορεῖται τὸ ἄρτιον καὶ τὸ περιττόν, ἐὰν ἐπί τινος ἀριθμοῦ τὴν ἐπιχείρησίν τις ποιῆται καὶ λέγῃ [τις] αὐτὸν ἄρτιον, εἴτε δειχθείη ὅτι μή ἐστι περιττός, ἄρτιος ἂν εἴη, εἴτε πάλιν δεικνύμενον εἴη ὅτι ἐστὶ περιττός, εἴη ἂν δεδειγμένον ὅτι μὴ ἄρτιος. ὁμοίως καὶ εἰ σῶμα ζῴου τὸ προκείμενον εἴη καὶ λέγοιτο ὑγιαίνειν, εἰ μὲν νοσοῦν δειχθείη, ἔσται δεδειγμένον ὅτι οὐχ ὑγιαίνει, εἰ δὲ μὴ νοσοῦν, ὅτι ὑγιαίνει. οὕτως κειμένου τοῦ εἶναί τι μέγεθος ἄπειρον, ἐπεὶ πᾶν μέγεθος ἢ πεπερασμένον ἢ ἄπειρον, δείξαντες ὅτι πᾶν πεπερασμένον ἀνῃρηκότες ἂν εἴημεν τὸ ἄπειρόν τι εἶναι, ὡς ἔδειξεν ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ Ἀριστοτέλης, δείξας πᾶν καὶ τὸ ἁπλοῦν σῶμα καὶ τὸ σύνθετον πεπερασμένα. ἁρμόζοι δ’ ἂν ὁ τόπος καὶ ἐπὶ τῆς ἀντιφάσεως· ἄμεσος γὰρ ἀντίθεσις καὶ αὕτη, οὐχ ὡς τὰ ἐναντία τὰ ἄμεσα ἐπὶ τῶν δεκτικῶν τὴν προειρημένην ἀνάγκην ἔχουσα ἀλλὰ ἐπὶ πάντων. ἀνάγκη γὰρ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὥστε, εἰ μὲν ἡ κατάφασις, οὐχ ἡ ἀπόφασις, εἰ δὲ μὴ ἡ κατάφασις, ἡ ἀπόφασις· εἴτε γὰρ ὁ πλοῦτος ἀγαθὸν εἴη δεδειγμένος, ἀνῃρημένη ἂν εἴη ἡ ἀπόφασις, εἴτε μὴ ἀγαθόν, ἡ κατάφασις. οὐκέτι δέ ἐστιν ἐπὶ τῶν ἐναντίων τῶν ἐμμέσων ὁ τόπος πρὸς ἄμφω χρήσιμος, καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν, ἀλλὰ πρὸς ἀνασκευὴν μόνην τοῦ τιθεμένου τῶν ἐναντίων. ἂν γὰρ δειχθῇ τὸ ἕτερον αὐτῶν ὑπάρχον καὶ οὐ τὸ τιθέμενον τῷ δεκτικῷ, ἀνῄρηται τὸ τὸ ἕτερον ὑπάρχειν αὐτῷ· οὐ γὰρ οἷόν τε ἅμα τὰ ἐναντία· οὐ μήν, ἂν μὴ τὸ ἕτερον ὑπάρχῃ, ὑπάρξει καὶ τὸ λοιπὸν τῷ δύνασθαι τῶν ἐμμέσων τι ὑπάρχειν αὐτῷ. τὸ γὰρ σῶμα, εἰ μὲν λευκόν, ἐξ ἀνάγκης οὐ μέλαν· εἰ δὲ μὴ λευκόν, οὐκ ἐξ ἀνάγκης μέλαν. καὶ εἰ μέν τις εὐδαίμων, οὗτος οὐ κακοδαίμων· οὐ μήν, εἰ μὴ εὐδαίμων, κακοδαίμων ἐξ ἀνάγκης· οὐ γὰρ ἀμέσως ἀντίκειται εὐδαιμονία τε καὶ κακοδαιμονία, ἐπεὶ ἐνδέχεται τινα σπουδαῖον ὄντα μὴ εἶναι εὐδαίμονα. καὶ εἰ μὲν σπουδαῖος, οὐ κακός· εἰ δὲ μὴ σπουδαῖος, οὐκ ἐξ ἀνάγκης κακός· οὐ γὰρ ἄμεσα ἀρετὴ καὶ κακία. καὶ ὁ μὲν σώφρων οὐ μαίνεται· οὐ μὴν ὁ μὴ σώφρων μαίνεται. ὥστε οὐκέτι καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν τὰ οὕτως ἐναντία χρήσιμα. καὶ ἔστι τοῖς μὲν ἀμέσοις ἐφαρμόζουσα μᾶλλον ἡ δεῖξις ἡ διὰ τοῦ πέμπτου λεγομένου ἀναποδείκτου, ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἀντικειμένου ἑνὶ τῶν ἐν τῷ διαιρετικῷ τὸ λοιπὸν συνάγων,3 τοῖς δὲ ἐμμέσοις ἡ διὰ τοῦ τετάρτου, ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἑτέρου τῶν ἐν τῷ διαιρετικῷ ἀναιρῶν τὸ ἕτερον.

“但是在那些必然仅有二者之一从属的事物中,例如对于人而言,或是疾病或是健康。” 在阐述了由后承出发的若干确立性和反驳性论题之后,他接下来传授由冲突出发的确立性和反驳性论题。这一论题适合于无中介的相反者。因为既然无中介的相反者是那些其二者之一必然从属于受纳体的事物,若问题设定了此类事物中的某物从属于某物,那么如果我们取该无中介相反者的受纳体——其中之一已被述及该受纳体——并证明它们之中的另一者不从属于它,我们就会已经证明了所设定的那一者从属于它;但如果我们证明另一者从属于它,我们就会已经消除了那一者从属于它这一断言。因此,在这样一些二者之一必然从属于主词、但二者兼属却不可能的问题中,他要求人们针对它们之中自己富有论据的一方展开论辩;因为通过那一者,另一者也被证明了;因为无论那一者被证明从属于所提事物,另一者都将被消除,抑或那一者被证明不从属,另一者都将被确立。因此,当问题中述及某物的东西是此类事物时,通过证明与它相反者从属于或不从属于所提事物,我们便能确立和反驳所提事物;例如,既然奇与偶述及数,若有人就某个数进行论难并说它是偶数,无论它是被证明不是奇数,它都会是偶数,还是再次被证明是奇数,它都会已被证明不是偶数。同样,若所提事物是动物的身体并被说成是健康的,若被证明患病,就会已被证明不健康,若被证明不患病,就会已被证明是健康的。同样,当设定了某个量度是无限的时,既然一切量度或为有限或为无限,通过证明一切皆为有限,我们就会消除了某物是无限的这一断言,正如亚里士多德在《论天》第一卷中所证明的那样,他证明了无论一切单一体还是复合体都是有限的。这一论题也适合于矛盾;因为这也是一种无中介的对立,它不是像无中介的相反者那样在受纳体中具有上述必然性,而是在一切事物中都具有。因为在一切事物中,或是肯定或是否定都是必然的,因此若肯定成立,否定便不成立,若肯定不成立,否定便成立;因为无论财富被证明是善,否定都会被消除,还是被证明不是善,肯定[都会被消除]。但是在有中介的相反者中,这一论题不再对两者,即既对反驳又对确立有用,而是仅对被设定的相反者的反驳有用。因为若它们之中的一者而非被设定者被证明从属于受纳体,那么另一者从属于它就被消除了(因为相反者不可能同时存在);然而,若一者不从属,剩余者并不会由此而从属,因为中介的某物有可能从属于它。因为物体若是白的,必然不是黑的;但若不是白的,并不必然是黑的。而且若某人是幸福的,此人就不是不幸的;然而若他不是幸福的,并不必然是不幸的;因为幸福与不幸并非无中介地对立,既然有可能一个高尚的人却不是幸福的。而且若他是高尚的,便不是邪恶的;但若他不是高尚的,并不必然是邪恶的;因为德性与恶习不是无中介的。有节制的人并不发狂;然而并非没有节制的人就发狂。因此,这种相反者不再既对确立又对反驳有用。而且对于无中介者而言,通过所谓第五无证明式的证明更为适合,该式由析取命题和析取项之一的对立项出发推导出剩余者;而对于有中介者而言,通过第四式的证明适合,该式由析取命题和析取项之一出发消除另一者。

语法注3 条
  1. 2.23οὗ κατηγορήθη τὸ ἕτερον

    关系代词 οὗ 为中性单数属格,指涉先行词 τὸ δεκτικόν。动词 κατηγορεῖσθαι 带有所述及对象的属格(即“述及某物”)。

  2. 2.23ἀνῃρηκότες ἂν εἴημεν τὸ τὸ ἕτερον ὑπάρχειν αὐτῷ

    冠词 τὸ 连续出现两次:第一个宾格冠词 τὸ 将整个不定式短语(τὸ ἕτερον ὑπάρχειν αὐτῷ)名词化,作为动词 ἀνῃρηκότες εἴημεν 的直接宾语;第二个 τὸ 则是修饰不定式主语 ἕτερον 的冠词。

  3. 2.23ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἀντικειμένου ἑνὶ τῶν ἐν τῷ διαιρετικῷ τὸ λοιπὸν συνάγων

    在由 ὅς(先行词为 ὁ πέμπτος ἀναπόδεικτος)引导的关系节中,分词 συνάγων 与 ἐστιν 结合。句子的基本骨架是 συνάγων ἐκ [διαιρετικοῦ καὶ τοῦ ἀντικειμένου ἑνί...] τὸ λοιπόν,表示“由析取命题及与析取肢之一相对立者推导出剩余肢”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:174.3-175.26