- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:172.24-174.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在112a16处的论述,亚历山大解释道,陈述任何事物都在潜能上陈述了其定义、属等诸多后承,因此通过否定这些后承便能反驳原命题;同时他也告诫,应避免将论点转移到比原论题更难攻驳的后承之上。
" Ἔτι πᾶς ὁ εἰρηκὼς ὁτιοῦν τρόπον τινὰ πολλὰ εἴρηκεν." Οὗτος ὁ τόπος ὁ αὐτός ἐστι τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἐξ ἀκολουθίας ἀνασκευαστικῷ· εἶπε γὰρ δεῖν σκοπεῖν “τί ἐστιν ἐξ ἀνάγκης, εἰ τὸ προκείμενόν ἐστι”, καὶ τοῦτο ἀνασκευάζειν· ἀναιρεθέντος γὰρ τούτου ἀνῃρημένον ἂν εἴη καὶ τὸ προκείμενον, ᾧ τοῦτο ἕπεται.1 τὸ αὐτὸ δὲ καὶ νῦν λέγει· ἐπεὶ γὰρ παντὶ τῷ τιθεμένῳ πλείω ἕπεται, ὅ τι ἂν τῶν ἑπομένων αὐτῷ ἀνέλωμεν, ἀνῃρηκότες ἂν εἴημεν καὶ αὐτό. διαφέροι δ’ ἂν τὸ νῦν λεγόμενον ἐκείνου, ὅτι ἐκεῖ μὲν ἔφη δεῖν ζητεῖν τίνα ἕπεται τῷ κειμένῳ, ἐνταῦθα δὲ καὶ τὴν εὕρεσιν τῶν ἑπομένων ὑπογράφει. εἶπε γὰρ πᾶς ὁ εἰπὼν ὁτιοῦν τρόπον τινὰ πολλὰ εἴρηκεν· τόν τε γὰρ ὁρισμὸν τοῦ πράγματος τοῦ λεγομένου δυνάμει λέγει ὁ τὸ πρᾶγμα λέγων καὶ τὸ γένος αὐτοῦ καὶ τὰς εἰδοποιοὺς αὐτοῦ διαφορὰς καὶ τὰ ἴδια. εἰ δὲ ὁ τὸ πρᾶγμα λέγων δυνάμει καὶ ταῦτα λέγει, δῆλον ὅτι ἕπεται ταῦτα τῷ λεγομένῳ, ὥσθ’, ὅ τι ἂν τούτων δείξωμεν μὴ ὄν, ἀνῃρηκότες ἐσόμεθα καὶ τὸ τὴν ἀρχὴν κείμενον· ὁ γὰρ ἄνθρωπον εἰπὼν καὶ ζῷον εἴρηκε καὶ ἔμψυχον καὶ δίπουν καὶ λογικόν, ὥστ’, ἄν τι τούτων μὴ ὂν δειχθῇ, οὐδ’ ἂν ἄνθρωπος εἴη. οὕτως ἐπεὶ τῷ λέγοντι τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν ἕπεται τό τε μὴ εἶναι εὔλογον ἐξαγωγὴν καὶ τὸ μὴ εἶναι αἱρετὸν τὴν ὑγείαν μηδέ τι ἄλλο παρὰ τὴν ἀρετήν, ἄν τούτων τι ἀναιρεθῇ, ἀνῃρημένον ἂν εἴη τὸ τὴν ἀρετὴν αὐτάρκη εἶναι πρὸς εὐδαιμονίαν. πάλιν ἐπεὶ τῷ λέγοντι τὴν ψυχὴν σῶμα ἕπεται τὸ σῶμα διὰ σώματος χωρεῖν καὶ τὸ στοιχεῖον αὐτὴν εἶναι ἢ ἐκ στοιχείων, εἰ μὴ τούτων τι, οὐδὲ ἐκεῖνο. καὶ ἐπεὶ τῷ διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι λέγοντι ἕπεται τό τε τὰ ἀνισοβαρῆ ἰσοταχῆ εἶναι καὶ τὸ συμβλητὸν γενέσθαι τὸ κενὸν τῷ πλήρει καὶ τὸ ἐν ἴσῳ χρόνῳ κινεῖσθαί τι τὸ αὐτὸ διάστημα διά τε πλήρους καὶ κενοῦ, εἰ ταῦτα ἄτοπα, καὶ τὸ κείμενον. Εὐλαβεῖσθαι δέ φησι δεῖν τὸ εἰς χαλεπώτερον καὶ δυσεπιχείρητότερον τὴν μετάληψιν ποιεῖσθαι· πολλάκις γὰρ ῥᾷον αὐτὸ ἀνελεῖν ἢ τὸ ἑπόμενον αὐτῷ. ὁ γὰρ βουλόμενος δεῖξαι μὴ οὖσαν ὠφέλιμον τὴν ἀδικίαν ῥᾷον ἂν περὶ αὐτῆς ἐπιχειρῶν δείξαι τοῦτο ἢ εἰ λαβὼν τὸ ἑπόμενον αὐτῇ, τὴν πλεονεξίαν, ἐπὶ ταύτης τοὺς λόγους ποιοῖτο· δοκεῖ γὰρ ἡ πλεονεξία αἰσχρὸν μὲν εἶναι λυσιτελὲς δὲ καὶ ὠφέλιμον. ἐνδόξως δὲ ἔστι δεῖξαι ὅτι μὴ ὠφέλιμον ἡ ἀδικία, ποτὲ μέν, ὡς Πλάτων, ἀπὸ τοῦ νόσον αὐτὴν ψυχῆς εἶναι μηδεμίαν δὲ νόσον ψυχῆς ὠφέλιμον εἶναι, ποτὲ δὲ ἀπὸ τοῦ πᾶσαν μὲν κακίαν βλαβερὰν εἶναι τῷ ἔχοντι αὐτὴν τὴν δὲ ἀδικίαν κακίαν εἶναι. τὸ οὖν ἀπὸ τῆς ἀδικίας μεταβάντας ἐπὶ τὴν πλεονεξίαν ἐπ’ ἐκείνης τοὺς λόγους ποιεῖσθαι οὐ διαλεκτικοῦ.2
“此外,凡说了任何事物的人,在某种意义上都说了许多事物。” 这一论题与刚才所说的由后承出发的反驳性论题是相同的;因为他说过必须考察“如果所提事物存在,必然有什么存在”,并反驳这一点;因为若这一点被消除,这所依随的所提事物也将被消除。而他现在说的也是同样的事;因为既然对于每一被设定的事物都有更多的事物依随,那么凡是我们消除了依随于它的事物中的任何一个,我们也就会消除它本身。但现在所说的与先前的不同之处在于,那里他说必须探寻有什么依随于被设定的事物,而在这里他也勾勒了对依随之物的发现方法。因为他说过凡说了任何事物的人在某种意义上都说了许多事物;因为说出该事物的人,潜能上也说出了所说事物的定义、它的属、它的种差以及它的固有属性。若说出该事物的人潜能上也说了这些,显然这些就依随于所说之物,因此凡是我们证明了这些事物中的任何一个不存在,我们也就消除了最初被设定的事物;因为说了“人”的人,也说了“动物”、“有灵魂的”、“两足的”和“理性的”,因此若证明其中任何一个不存在,它也就不会是人了。同样,既然对于说“德性对于幸福是自足的”的人而言,依随着“合乎情理的自杀并不存在”,以及“健康并非可欲之物,德性之外的任何其他事物亦非如此”,若其中任何一项被消除,那么德性对于幸福是自足的这一命题也将被消除。再次,既然对于说“灵魂是物体”的人而言,依随着“物体穿过物体”,以及“灵魂是元素或由元素构成”,若其中任何一项不是真的,那么那一点也不是真的。而且既然对于说“运动穿过虚空而产生”的人而言,依随着“重量不等之物速度相等”、“虚空变得与充实可比”,以及“在相等的时间内某物穿过充实与穿过虚空移动了相等的距离”,若这些是荒谬的,那么被设定的事物也是如此。但他说必须防范向更困难且更不易论难的事物进行置换;因为消除事物本身往往比消除依随于它的事物更容易。因为意图证明不正义非为有益的人,若针对不正义本身进行论难来证明这一点,会比采纳依随于它的“贪得”并针对贪得展开论述更容易;因为贪得虽被认为是可耻的,却被认为是有利且有益的。然而通俗地证明不正义非为有益是可能的,有时像柏拉图那样,从不正义是灵魂的疾病且没有一种灵魂的疾病是有益的出发,有时则从一切恶习对于具有它的人都是有害的而不正义是一种恶习出发。因此,从不正义转移到贪得并针对后者展开论述,并不属于辩证家。
- 2.22ᾧ τοῦτο ἕπεται
关系代词与格 ᾧ 的先行词是前文的 τὸ προκείμενον。因动词 ἕπεται 支配与格,故关系代词采取与格形式,意为“此(后承)所依随的所提事物”。
- 2.22τὸ οὖν ἀπὸ τῆς ἀδικίας μεταβάντας ἐπὶ τὴν πλεονεξίαν ἐπ’ ἐκείνης τοὺς λόγους ποιεῖσθαι οὐ διαλεκτικοῦ.
全句的主语是带有中性单数冠词 τὸ 的不定式短语 τὸ ... ποιεῖσθαι,谓语为表示“属于/适于……”的领属性属格(谓语属格)οὐ διαλεκτικοῦ(系动词 ἐστί 被省略)。复数宾格分词 μεταβάντας 作为不定式的逻辑主语,泛指一般的人。
