- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:171.4-172.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大在总结必然性置换的证明后,探讨了涉及论题用语却无助于证明的“表面必然的置换”,并阐释了亚里士多德将脱离论题的“任意置换(题外反驳)”斥为诡辩术的观点,以及应答者面对此类转移时的应对策略。
δεικνύει δὲ τοῦτο λαβὼν τὸ πᾶν τὸ κατὰ φύσιν ἀνθρώπῳ ἢ καλὸν εἶναι ἢ ἡδὺ ἢ συμφέρον καὶ ἕκαστον τούτων πιστωσάμενος μετὰ ταῦτα προσλαμβάνων τὸ ὅτι πάντα δὲ ταῦτα ἀγαθά· ἔσται γὰρ διὰ τούτου δεδειχὼς τοῦτο πρὸς ὃ ἡ ἔνστασις· οὗ συγχωρηθέντος δείκνυται τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι. Ὡς εἰς φαινόμενον δὲ ἀναγκαῖον οὐκ ἀναγκαῖον δὲ τὴν μετάληψιν ἔστι ποιεῖσθαι, ὅταν περί τινος μὲν τῶν ἐν τῷ προβλήματι ὠνομασμένων ποιῆται λόγον ὁ ἐρωτῶν, οὐδὲν μέντοι συντελοῦντος οὔτε πρὸς ἀνασκευὴν οὔτε πρὸς κατασκευὴν τοῦ προβλήματος. ὁ γὰρ εἰς τοιοῦτον τὴν μεταλῆψιν ποιούμενος φαντασίαν ἀποτελεῖ ὡς περί τινος χρησίμου πρὸς τὴν θέσιν καὶ τὸ πρόβλημα ποιούμενος τοὺς λόγους· οἷον εἰ τὸ μὲν πρόβλημα εἴη περὶ τοῦ τὸν κόσμον σφαιροειδῆ εἶναι, ὁ δὲ περὶ τοῦ ἢ ἕνα ἢ πολλοὺς εἶναι τοὺς κόσμους διαλέγοιτο ἢ περὶ τοῦ ἀίδιον ἢ γενητὸν αὐτὸν εἶναι, ἢ πάλιν ὄντος τοῦ προβλήματος εἰ ἡδονὴ κατὰ φύσιν, περὶ τῆς φύσεώς τις διαλέγοιτο, δεικνὺς ἤτοι τί ποτέ ἐστιν ἡ φύσις, ἢ ὅτι τὸ φύσει γινόμενον πᾶν ἕνεκά τινος γίνεται, τοῦτο δὲ ποιοῖ ἤτοι ἐρωτηθέντος τοῦ ἀποκρινομένου τε καὶ τὸν λόγον ὑπέχοντος καὶ ἀρνησαμένου αὐτὸ τοῦτο, οἷον εἰ ὁ μὲν ἔροιτο εἰ δοκεῖ αὐτῷ πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεσθαι, ὁ δὲ ἀρνήσαιτο, κἀκεῖνος καταλιπὼν τὸ προκείμενον πρόβλημα περὶ τούτου δεικνύοι, εὐπορῶν ἐπιχειρημάτων πρὸς αὐτό, ἢ καὶ ἐπαγωγῇ τινι ἐνδόξῳ χρωμένου1 οὐ φερούσῃ μὲν εἰς δεῖξιν τοῦ προκειμένου ὡς δεικνυούσῃ μέντοι τοῦτο, ἔπειτα ἐν τῇ ἐπαγωγῇ χρησαμένου καὶ τῇ θέσει, εἰς ἣν ἡ μετάληψις γίνεται, ὡς χρησίμῳ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν, τοῦ ὅτι πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεται, ὁ δὲ ἐνίσταιτο πρὸς τοῦτο ἀναιρεῖν αὐτὸ πειρώμενος. γίνεται γὰρ ἡ εἰς τοῦτο μετάληψις τῷ ἐρωτῶντι ὡς εἰς φαινόμενον ἀναγκαῖον, ὅτι ἐχρήσατο τούτῳ ὡς δεικτικῷ τοῦ προκειμένου προβλήματος· οἷον εἰ ὁ μὲν δι’ ἐπαγωγῆς δεικνύει ἐνδόξου ὅτι πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεται, ὃ οὐκ ἦν μὲν ἀναγκαῖον δείκνυσθαι πρὸς τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ὃ ἦν τὸ πρόβλημα, ἐφαίνετο μέντοι, χρησαμένου δὲ ἐν τῇ ἐπαγωγῇ τῷ καὶ τὸ ἀναπνεῖν ἕνεκά του γίνεσθαι μὴ συγχωρεῖ ὁ προσδιαλεγόμενος, ὁ δὲ πρὸς τοῦτο τοὺς λόγους ποιεῖται εὐπορῶν πρὸς αὐτὸ ἐπιχειρημάτων. καὶ εἴη ἂν ἡ εἰς τὸ τοιοῦτον μετάληψις διαλεκτικὴ [εἰς φαινόμενον ἀναγκαῖον] καὶ ἡ τοῦ τόπου χρῆσις πρὸς τὴν εἰς τὸ τοιοῦτον μετάληψιν. Ἔστι δὲ ὅτε ἡ μετάληψις γίνεται οὔτε εἰς ἀναγκαῖον οὔτε εἰς φαινόμενον ἀναγκαῖον ἀλλ’ εἰς τὸ τυχόν· οἷον εἴ τις, προκειμένου δεικνύναι ὅτι μόνον τὸ καλὸν ἀγαθόν, ἐξετάζοι τὸν ἀποκρινόμενον εἰ κενὸν αὐτῷ δοκεῖ εἶναι, καὶ φήσαντος ἐπιχειροίη ὅτι μὴ ἔστιν, εὐπορῶν ἐπιχειρημάτων πρὸς τὴν τοῦδε δεῖξιν καὶ παρεξελέγχων αὐτόν. φανερὰ γὰρ ἡ ἑτερότης τοῦ προβλήματος καὶ ὅτι μηδέτερον τῶν δειχθέντων εἰς τὴν θατέρου συντελεῖν δεῖξιν δύναται τῷ μήτε ἀναγκαῖα μήτε χρήσιμα λέγειν,2 ὅταν ἀφέμενός τις τοῦ προκειμένου δεικνύῃ τινὰ σεσολοικικότα ἢ παρ’ ἱστορίαν εἰρηκότα· τὰ γὰρ τοιαῦτα παρεξέλεγχοι. δεῖν δέ φησι φυλάττεσθαι τὴν τοιαύτην μετάβασιν ὡς παντελῶς οὖσαν σοφιστικὴν καὶ ἀλλοτρίαν τῆς διαλεκτικῆς μεθόδου. ἀξιοῖ δὲ ἐν ταῖς τοιαύταις μεταβάσεσι τὸν ἀποκρινόμενον, ὅταν ὁ ἐρωτῶν ἀλλότριον βούληται λαβεῖν τι τοῦ προκειμένου προβλήματος μεταφέρων τὸ πρόβλημα, εἰ καὶ μὴ δοκεῖ αὐτῷ οὕτως ἔχειν, συγχωρεῖν αὐτῷ οὕτως ἔχειν, ὑποσημαίνοντα ὅτι μὲν μὴ ἀρέσκεται αὐτῷ, τίθησι δὲ τοῦ περαίνεσθαι χάριν τὸ προκείμενον.3 συμβαίνει γὰρ ἐν ἀπορίᾳ γίνεσθαι τοὺς τὰ τοιαῦτα ἐρωτῶντας, ὅταν αὐτὸς μὴ χαλεπαίνῃ περὶ αὐτῶν, οὗ χάριν αὐτὰ καὶ προτείνουσιν, ἀλλὰ συγχωρῇ· φανεροὶ γὰρ γίνονται δοθεῖσιν αὐτοῖς μηδενὶ πρὸς τὸ προκείμενον χρῆσθαι δυνάμενοι.
而他通过采纳“对人而言顺应自然之物要么是高尚的,要么是快乐的,要么是有益的”,并在确立了其中每一项的可信度之后,随后附加上“然而这一切皆为善”,来证明这一点;因为通过这一步骤,他将证明遭到反对的这一点;而一旦这一点获得承认,就证明了“一切顺应自然之物皆为善”。 但是,也有可能将论点置换到看似必然却非必然的事物上,这是指当提问者就论题中被指明的事物之一展开论述,然而这对于论题的反驳或确立都毫无贡献的时候。因为置换到此类事物的人制造出一种表象,仿佛他在就对该主张和论题有用的事物展开论述;例如,若论题是关于宇宙是否为球形,而他却讨论宇宙是一个还是多个,或者关于它是永恒的还是生成的;或者又如,论题是关于快乐是否顺应自然,某人却讨论自然,证明自然究竟是什么,或者证明凡自然生成之物皆为某一目的而生成,并且他这样做要么是因为应答并承担论辩者被提问后断然否定了正是这一点(例如一人询问对方是否认为凡自然生成之物皆为某一目的而生成,另一人予以否定,而前者抛开所提出的论题,由于对此拥有充足论据而论述这一点),要么也是因为[提问者]使用了一种被普遍接受、虽不能导向证明所提论题却看似证明了该论题的归纳,接着在该归纳中,他又将置换所转向的主张(即凡自然生成之物皆为某一目的而生成)作为对证明所提论题有用之事加以运用,而对方对此提出反对并企图驳斥它。因为对提问者而言,向此事的置换就成为向表面必然之事的置换,原因在于他将此事用作对所提论题具有证明力的事物;例如,若某人通过被普遍接受的归纳证明凡自然生成之物皆为某一目的而生成——这对于证明“一切顺应自然之物皆为善”这一论题而言本非必然要证明的,然而看起来却如此——而在归纳中运用“呼吸亦是为某一目的而生成”时,对话者不予承认,提问者便由于对此拥有充足论据而针对此点展开论述。而向此类事物的置换乃是辩证的[即向表面必然之事的置换],为向此类事物置换而运用论题亦是如此。 但有时置换既非转向必然之事,亦非转向表面必然之事,而是转向任意之事;例如,在提出证明唯有高尚者为善时,若有人盘问应答者是否认为存在虚空,并在对方肯定后企图证明虚空不存在,因为他拥有证明此点的充足论据并从而对应答者进行题外反驳。因为论题的差异是显而易见的,并且通过陈述既非必然亦非有用之事,所证两事皆不能对另一事的证明有所贡献也是显而易见的,正如某人抛开所提论题,去证明某人犯了语法错误或说得有违史实一样;因为此类事物乃是题外反驳。而他说必须防范此类转移,因为这完全是诡辩性的,与辩证法全然无涉。并且他要求应答者在面临此类转移时,当提问者意图通过转移论题来采纳与所提论题无关之物时,即使应答者不认为事情如此,也向他承认事情如此,同时指明自己并不赞同该观点,只是为了使所提论述得以完成而将其设定。因为提出此类问题的人,一旦对方不为这些问题动怒(提问者提出这些问题正是为了激怒对方)反而予以承认,就会陷入困境;因为很显然,即使这些前提被给予,他们也完全无法将其用于所提出的论题。
- 2.21τοῦτο δὲ ποιοῖ ἤτοι ἐρωτηθέντος ... ἢ καὶ ἐπαγωγῇ τινι ... χρωμένου
主句的希求法动词 ποιοῖ 带有两个由 ἤτοι... ἤ 并列的属格绝对结构(ἐρωτηθέντος τοῦ ἀποκρινομένου... 与 χρωμένου),用以表示不同的前提情境。后半部分的 χρωμένου 是属格分词,其逻辑主语依上下文为提问者(ὁ ἐρωτῶν)。
- 2.21τῷ μήτε ἀναγκαῖα μήτε χρήσιμα λέγειν
带中性单数与格定冠词的不定词短语(τῷ... λέγειν)在前句中表原因或手段,解释了为何两者皆不能对另一方的证明有所贡献(“因为/通过陈述既非必然亦非有用之事”)。
- 2.21ὑποσημαίνοντα ὅτι μὲν μὴ ἀρέσκεται αὐτῷ, τίθησι δὲ τοῦ περαίνεσθαι χάριν τὸ προκείμενον
宾格分词 ὑποσημαίνοντα 与不定词 συγχωρεῖν 的逻辑主语 τὸν ἀποκρινόμενον 一致。在 ὅτι 引导的从句中,μὲν... δέ 构成对比,ὅτι 同时统辖 μὴ ἀρέσκεται 与 τίθησι(“暗示自己虽不满意,但为了完成论辩而设定它”)。
