← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§169.17-171.4

应对归纳反驳与转移论点的必要性

亚历山大将亚里士多德原文中“通过所提出的问题”解释为通过前提本身进行的归纳反驳及其再驳斥,进而考察了文本异读(ποιησάμενος 与 ποιησαμένου),并举例说明在归纳中应对反对意见而转移论点何以是必然的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21#2

τὸ δὲ διὰ τοῦ προκειμένου σημαίνοι ἂν τὸ ‘δι’ αὐτῆς τῆς τιθεμένης προτάσεως’· ἡ μὲν γὰρ πρότασις τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι· ἡ δὲ ἐπαγωγὴ δι’ αὐτῆς ταύτης τῆς προτάσεως δοκεῖ γινομένη δεικνύναι αὐτὴν ψευδῆ· λαμβάνει γὰρ καθ’ ἕκαστά τινα κατὰ φύσιν δοκοῦντα φανερῶς μὴ εἶναι ἀγαθά. ὁ δὴ πρὸς τὸ διὰ τῆς ἐπαγωγῆς δεικνύμενον καὶ τιθέμενον μεταβὰς καὶ τοῦτο ἀναιρῶν εἰς τὸ ἀναγκαῖον πρὸς τὸ προκείμενον τὴν μετάληψιν ποιεῖται, οἷον ἂν διαιρούμενος δεικνύῃ ὅτι οὐ πᾶν τὸ φύσει γινόμενον κατὰ φύσιν, ἀλλὰ τὸ ἄριστον τῶν φύσει γινομένων, τῶν δὲ διὰ τῆς ἐπαγωγῆς εἰλημμένων οὐδὲν τοιοῦτον. ὁ αὐτὸς δὲ λόγος, κἂν κατασκευάζειν τις βουλόμενος τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι λαμβάνῃ πρότασιν τὴν ὅτι οὐδὲν ἀγαθὸν γένεσις, ὡς προσληψόμενος ταύτῃ τὸ ‘ἡ δὲ ἡδονὴ γένεσις’. ἔνεστι δὲ πρὸς ταύτην τὴν πρότασιν καὶ ἁπλῶς ἐνστῆναι μὴ συγχωροῦντα, ἔνεστι δὲ καὶ δι’ ἐπαγωγῆς, προσχρώμενον τῷ προκειμένῳ, ψευδῆ ποιεῖν τὴν πρότασιν λέγοντα ‘τὸ ὑγιάζεσθαι γένεσις ὂν ἀγαθόν ἐστιν, ἀλλὰ καὶ τὸ μανθάνειν.’ τὸ γὰρ ἐπὶ τὴν δεῖξιν τῆς προτάσεως ταύτης ἀπὸ τοῦ προκειμένου προβλήματος μεταβῆναι καὶ ἀνελεῖν τὰ διὰ τῆς ἐπαγωγῆς τιθέμενα, δεικνύντα ὅτι μὴ ἁπλῶς ἀγαθά, ἀναγκαῖόν ἐστι πρὸς τὴν τοῦ προκειμένου δεῖξιν, εἴ γε ἀναιρεθείσης ταύτης τῆς προτάσεως διὰ τῆς ἐπαγωγῆς οὐχ οἷόν τε τὸ ἐξ ἀρχῆς προκείμενον, τὸ ὅτι μηδεμία ἡδονὴ ἀγαθόν, δειχθῆναι· τούτου γὰρ ἀναιρεθέντος, τοῦ μηδεμίαν γένεσιν ἀγαθὸν εἶναι, καὶ τὸ προκείμενον, ὅπερ ἦν τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι, ἀναιρεῖται. ἀναγκαία οὖν ἐν τοῖς τοιούτοις πρὸς τὸ προκείμενον ἡ μετάθεσις τοῦ προβλήματος ἡ εἰς τὰ τοιαῦτα. ἢ δύναται ταῦτα περὶ τοῦ ἀποκρινομένου λέγειν, ὡς κἀκείνου διὰ τῆς ἐνστάσεως πρὸς ὃ εὐπορεῖ ἀπάγοντος τῇ ἐπαγωγῇ χρωμένου· δόξει γὰρ μηδὲ οὗτος ἄτοπόν τι ποιεῖν, εἰ διὰ τῆς ἐπαγωγῆς, πρὸς ἣν εὐπορεῖ λόγων, ἀναιροῖ τὴν θέσιν. ἢ μᾶλλον τὸ λεγόμενον τοιοῦτόν ἐστι διὰ τῆς λέξεως· ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός τι διὰ τοῦ προκειμένου ποιησαμένου ἀναιρεῖν ἐπιχειρῇ· τούτου γὰρ ἀναιρεθέντος καὶ τὸ προκείμενον ἀναιρεῖται, ὡς εἶναι τὴν γραφὴν ποιησαμένου ἀλλ’ οὐχὶ ποιησάμενος.1 λέγοιτο γὰρ ἂν ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός τι ποιησαμένου διὰ τοῦ προκειμένου τούτου, δῆλον ὅτι τοῦ εἰς ὃ ἡ μετάληψις γίνεται καὶ πρὸς ὃ εὐπορεῖ ἐπιχειρημάτων, ἀναιρεῖν ἐπιχειρῇ τοῦτο ὁ ἀποκρινόμενος τῷ ἐνίστασθαι αὐτῷ· καὶ γὰρ τούτου ἀναιρεθέντος δι’ οὗ κατεσκευάζετο τὸ προκείμενον πρόβλημα, ὃ καὶ αὐτὸ προκείμενον εἶπεν, ἀναιρεῖται τὸ πρόβλημα. ἀναγκαία οὖν γίνεται ἡ εἰς τὴν τούτου κατασκευὴν μετάληψις τοῦ λόγου τῷ ἐρωτῶντι· εἰ γάρ τι εἴη κατασκευαζόμενον πρόβλημα ὑπὸ τοῦ ἐρωτῶντος δι’ ἐπαγωγῆς (οὐδὲν γὰρ ἔλαττον διαλεκτικοῦ τὸ δι’ ἐπαγωγῆς δεικνύναι τὸ προκείμενον ἢ διὰ συλλογισμοῦ), ἔπειτα ἐν τῷ ἐπακτικῷ λόγῳ καὶ τοιοῦτόν τι λαβόντος ὡς χρήσιμον πρὸς τὴν δεῖξιν, πρὸς ὃ εὐπορεῖ λόγων πλειόνων, ὁ διαλεγόμενος αὐτῷ πρὸς τοῦτο τὴν ἔνστασιν ποιήσεται,2 ἀναγκαία γίνεται τῷ κατασκευάζοντι τὸ προκείμενον ἡ τοῦ λόγου μετάληψις εἰς τοῦτο. εἰ γὰρ τοῦ ἀποκρινομένου λέγοντος μὴ εἶναι τὸ κατὰ φύσιν ἀγαθὸν ὁ ἐρωτῶν δι’ ἐπαγωγῆς κατασκευάζοι αὐτό, λαμβάνων ἐφ’ ἑκάστου ζῴου ὅτι τὰ κατὰ φύσιν ἑκάστῳ αὐτῶν ἀγαθά, ἵππῳ μὲν τὰ ἵππῳ, κυνὶ δὲ τὰ κυνὶ καὶ λέοντι τὰ λέοντι, λαμβάνοντι δὲ αὐτῷ, ὅτι καὶ τὰ ἀνθρώπῳ κατὰ φύσιν ἀγαθὰ ἀνθρώπῳ, ἐνσταίη πρὸς τοῦτο ὁ προϊστάμενος τοῦ ἀντικειμένου τῷ δεικνυμένῳ, ὁ δὲ εὐποροίη πρὸς τὸ τοῦτο δεῖξαι πλειόνων ἐπιχειρημάτων, μεταλήψεται μὲν οὕτω πρὸς ὃ εὐπορεῖ πλειόνων, οὐ μὴν δὲ ἀλλὰ καὶ ἀναγκαίως, εἴ γε τούτου μὴ δειχθέντος ἀναιρεῖται καὶ τὸ ἐξ ἀρχῆς δεικνύμενον, τὸ εἶναι πᾶν τὸ κατὰ φύσιν ἀγαθόν.

而“通过所提出的问题”这一句,意思应当是“通过所设定的命题本身”;因为命题是“一切顺应自然之物皆为善”,而通过该命题本身进行的归纳似乎表明它是假的;因为[归纳]采纳了某些看似顺应自然却显然非善的个别事物。因此,转移至通过归纳所表明并设定的[反例]并将其驳斥的人,是在向对所提问题而言必需的事物进行置换,例如他若通过划分来证明:并非一切自然生成之物都是顺应自然的,唯有自然生成之物中最优秀者才是顺应自然的,而通过归纳所采纳的事物无一是此类的。同样的论理也适用于:若有人意欲确立“没有任何快乐是善”,便采纳“没有任何善是生成”这一命题,打算为此附加上“快乐是生成”。而对于这一命题,既可以单纯不予承认而提出反对,也可以通过归纳并附带运用所提出的问题来使该命题成为假的,说“恢复健康虽是生成却是善,学习亦是如此”。因为从所提出的论题转移到证明这一命题、并驳斥通过归纳所设定的事物(证明它们并非毫无条件地是善),对于证明所提出的问题而言是必然的,既然若该命题通过归纳被驳斥,最初提出的论题——即没有任何快乐是善——便不可能得到证明;因为一旦这一点(即没有任何生成是善)被驳斥,所提出的问题(即没有任何快乐是善)亦被驳斥。因此,在这些情况下,将问题转移至此类事物,对于所提出的问题而言是必然的。或者,他也可以被理解为是在谈论应答者,因为后者亦通过反对将[讨论]引向其富有[论据]之处,运用了归纳;因为若此人通过其富有论据的归纳来驳斥论点,他似乎也没有做出任何不当之举。或者更确切地说,通过这一字句所表达的意思是这样的:“同样,当某人通过所提出的问题对某物进行归纳,而[应答者]企图加以驳斥时[亦然];因为一旦此点被驳斥,所提出的问题亦被驳斥”——也就是说,原文文本应读作 ποιησαμένου 而非 ποιησάμενος。因为这话可以被表述为:同样,当某人通过这所提出的问题——显然是指置换所转向的、且其对此富有论据之事——对某物进行归纳,而应答者企图通过对其提出反对来驳斥它时[亦然];因为一旦用来确立所提论题的这一事物(他亦称其本身为所提出的问题)被驳斥,论题亦被驳斥。因此,对提问者而言,将论据置换至确立此点便成为必然;因为若提问者正通过归纳来确立某个论题(因为通过归纳证明所提问题绝不比通过推论证明更少地属于辩证学家),接着在归纳论述中,他又采纳了某个作为对证明有用的此类事物(对此他拥有更多论据),而与他对话的人对此提出了反对,那么对于确立所提问题的人而言,将论述置换至此便成为必然。因为若在应答者说顺应自然之物并非是善时,提问者通过归纳确立它,就每种动物采纳顺应它们各自自然之物对它们是善的——对马而言是马之事,对狗而言是狗之事,对狮子而言是狮子之事——而在他采纳顺应人自然之物对人亦为善时,维护与所证之物相对立立场的人对此提出了反对,而提问者拥有更多论据来证明这一点,那么他便以这种方式置换到了他拥有更多论据的事物上,不仅如此,而且也是必然地如此做,既然若不证明这一点,最初所证明的“一切顺应自然之物皆为善”亦会被驳斥。

语法注2 条
  1. 2.21ὡς εἶναι τὴν γραφὴν ποιησαμένου ἀλλ’ οὐχὶ ποιησάμενος

    关于亚里士多德原文(111b33–34)的异读或句法理解的说明。针对通行的主格分词 ποιησάμενος(“[自己]进行了归纳并企图驳斥”),亚历山大提出或采纳属格分词 ποιησαμένου,从而将句子理解为属格独立结构:应答者(ὁ ἀποκρινόμενος)企图驳斥那位进行了归纳的提问者(ποιησαμένου)所设定的论点。

  2. 2.21ἔπειτα ἐν τῷ ἐπακτικῷ λόγῳ καὶ τοιοῦτόν τι λαβόντος... ὁ διαλεγόμενος αὐτῷ πρὸς τοῦτο τὴν ἔνστασιν ποιήσεται

    条件句(εἰ γάρ τι εἴη...)内部的复杂长句结构。在介词短语与插入说明之后,属格分词 λαβόντος 在句意上呼应在先的 ἐρωτῶντος,构成属格独立结构(或属格呼应),随后引出对话者提出反对(ὁ διαλεγόμενος αὐτῷ πρὸς τοῦτο τὴν ἔνστασιν ποιήσεται),最终归结至整句的主句 ἀναγκαία γίνεται... ἡ τοῦ λόγου μετάληψις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:169.17-171.4