← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§167.23-169.17

转移至易证论题与诡辩的区别

亚历山大解释了亚里士多德关于将论证引向易于证明之论题的论点,区分了纯属诡辩的偏题逃避与有助于确立原初论点的必然辩证过渡(归谬还原),并举出为前提辩护及通过归纳进行反驳的实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21#1

" Ἔτι ὁ σοφιστικὸς τρόπος, τὸ ἄγειν εἰς τὸ τοιοῦτο πρὸς ὃ εὐπορήσομεν ἐπιχειρημάτων." Ὁ τόπος, ὃν νῦν παραδίδωσιν, ἐστὶ τὸ μεταφέρειν τὸ πρόβλημα καὶ τὸν λόγον πρὸς τοῦτο πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων. ὃν σοφιστικὸν εἶπεν εἶναι τρόπον, ἐπεὶ τοῖς σοφισταῖς σύνηθες τὸ καταλιπόντας τὸ περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν1 πρὸς τοῦτο πρὸς ὃ εὐποροῦσιν ἐπιχειρημάτων, ὡς ἐν τῷ Πρωταγόρᾳ τῷ Πλάτωνος ὁ Πρωταγόρας ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιών, ποτὲ δὲ περὶ ποιημάτων τὸν λόγον ποιούμενος, ἐν οἷς εὐπορεῖν ἠδύνατο λόγων, ἀποδιδράσκων τὸ περὶ τῶν προκειμένων προβλημάτων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τοὺς λόγους ποιεῖσθαι. τὸ μὲν οὖν μεταβαίνειν ἀπὸ τῶν προκειμένων ἐπὶ ἄλλο τινὰ πρὸς ὃ εὐπορεῖ ἐπιχειρημάτων τε καὶ λόγων, οὐ μὴν χρήσιμον πρὸς τὸ προκείμενον, ἄντικρυς σοφιστικόν. γίνεται δέ ποτε καὶ ἀναγκαία ἡ μετάληψις καὶ μετάβασις, ὅταν εἰς τοιοῦτον γίνηται ὃ κατασκευασθὲν χρήσιμόν ἐστι πρὸς τὸ ἐξ ἀρχῆς κείμενον. διὸ καίτοι σοφιστικὸν ὄντα καθόλου τὸν τόπον ἐν τοῖς διαλεκτικοῖς τίθησι· διαλεκτικοῦ γὰρ ἡ εἰς τοιαῦτα μετάληψις δι’ ὧν δειχθέντων τὸ ἐξ ἀρχῆς κείμενον συγκατασκευάζεται. ὡς γὰρ αὐτός φησι, ποτὲ μὲν εἰς ἀναγκαῖόν τε καὶ χρήσιμον πρὸς τὸ ἐξ ἀρχῆς κείμενον ἡ τοιαύτη μετάληψις γίνεται, ποτὲ δὲ εἰς φαινόμενον ἀναγκαῖον οὐκ ἀναγκαῖον δέ, ποτὲ δὲ εἰς φανερῶς ἀλλότριον καὶ οὔτε ἀναγκαῖον εἰς τὸ προκείμενον οὔτε φαντασίαν παρέχον ἀναγκαίου, ὅσπερ τρόπος τῆς μεταλήψεως φανερῶς ἐστι σοφιστικός. εἰς ἀναγκαῖον μὲν οὖν ἡ μετάληψις γίνεται, ὅταν ἐρωτήσαντός τινος πρότασιν συντελοῦσαν πρὸς τὴν δεῖξιν τοῦ προκειμένου μὴ συγχωρῇ ὁ ἀποκρινόμενος, ὁ δὲ περὶ αὐτῆς ταύτης τὸν λόγον μεταβὰς ποιῆται κατασκευάζων αὐτήν, τυγχάνῃ δὲ καὶ εὐπορῶν πρὸς αὐτὴν ἐπιχειρημάτων· δῆλον γὰρ ὅτι ἡ κατασκευὴ τῆς τοιαύτης προτάσεως συντελεῖ τι πρὸς τὸ ἐξ ἀρχῆς πρόβλημα, εἴ γε προέτεινεν αὐτὴν ὁ ἐρωτῶν ὡς δι’ αὐτῆς δείξων τὸ προκείμενον. οἷον εἰ πρόβλημά τις κατασκευάζων τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι λαμβάνοι εἰς τὴν τοῦδε δεῖξιν τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ὁ δὲ ἀποκρινόμενος μὴ συγχωρήσειεν, εὐποροίη δὲ μᾶλλον πρὸς τὴν τοῦδε κατασκευὴν ὁ ἐρωτῶν καὶ μεταβὰς περὶ τοῦ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι συλλογίζοιτο, δεικνὺς τοῦτο μὲν ὅτι τὸ κατὰ φύσιν ἑκάστῳ οἰκεῖόν ἐστι, τὸ δ’ οἰκεῖον ἑκάστῳ ἀγαθόν, τοῦτο δὲ ὅτι τὸ παρὰ φύσιν ἑκάστῳ κακὸν ἐκείνῳ καὶ φθαρτικὸν αὐτοῦ, εἰ δὲ τὸ παρὰ φύσιν κακόν, τὸ κατὰ φύσιν ἀγαθόν· εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἡ γὰρ τοιαύτη μετάβασις χρήσιμος πρὸς τὴν ἐξ ἀρχῆς θέσιν· εἰ γὰρ μὴ συγχωρηθείη τοῦτο, οὐχ οἷόν τε τὸ προκείμενον δειχθῆναι. ἀναγκαῖον 〈οὖν〉 πρὸς τὴν ἐξ ἀρχῆς θέσιν τόδε δεῖξαι. πάλιν ἂν βουλόμενός τις δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λαμβάνῃ ὅτι κινεῖται πρὸς τὸ δεῖξαι ὅτι καὶ ὑφ’ ἑαυτῆς, μὴ συγχωρῇ δέ2 τις αὐτὴν κινεῖσθαι, ὁ δὲ εὐπορῶν πρὸς αὐτὸ ἐπιχειρημάτων μεταλαβὼν πρὸς τοῦτο ποιῆται τοὺς λόγους δεικνὺς ὅτι κινεῖται, τοῦτο μὲν νοοῦσα, τοῦτο δὲ μανθάνουσα, τοῦτο δὲ ἡδομένη καὶ λυπουμένη, τοῦτο δὲ αἰσθανομένη, τοῦτο δὲ ἐλπίζουσα, τοῦτο δὲ φοβουμένη· εἰς γὰρ ἀναγκαῖον πρὸς τὸ προκείμενον ἡ μετάληψις ἡ τοιαύτη. καὶ ἔστιν ὁ τοιοῦτος τρόπος τῆς μεταβάσεως ἀπαγωγή, ὡς εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. Τὸ δὲ ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός τι διὰ τοῦ προκειμένου ποιησάμενος ἀναιρεῖν ἐπιχειρῇ τοιοῦτον ἂν εἴη·3 ὁ ἐνιστάμενος πρὸς τὴν ἐρωτωμένην πρότασιν ὡς χρήσιμον πρὸς τὴν τοῦ προκειμένου δεῖξιν δύναται καὶ ἁπλῶς μὴ συγχωρεῖν, λέγων μὴ ἀληθῆ εἶναι πρότασιν τὴν λέγουσαν πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, δύναται καὶ δι’ ἐπαγωγῆς αὐτὸ ἀναιρεῖν, λέγων τὸ ἀποθανεῖν κατὰ φύσιν ὂν μὴ εἶναι ἀγαθόν, ὁμοίως καὶ τὸ ἀλγεῖν καὶ τὸ νοσεῖν· οὐδὲν γὰρ τούτων ἐστὶ κατὰ συνθήκην ἀλλὰ κατὰ φύσιν.

“此外还有诡辩式的方法,即将[讨论]引向我们富有论据的那类事物。” 他现在传授的论题,是指将论题和论证转移到我们富有论据的事物上。他说这是一种诡辩式的方法,因为诡辩家们的习惯就是放弃关于所提出问题的讨论,而将讨论转移并引向他们富有论据的事物,正如柏拉图的《普罗泰戈拉篇》中普罗泰戈拉所做的那样,他有时详述某些神话,有时则就诗歌发表演说,在这些方面他能够拥有丰富的言辞,从而逃避通过问答就所提出的论题进行论证。因此,从所提出的问题过渡到某人论据和言辞都丰富、却对所提出的问题毫无用处的其他事物,这完全是诡辩式的。然而,当这种置换与过渡是转向那样一种事物——即一旦被确立就对最初设定的主张有用——时,它有时也会成为必然的。因此,尽管该论题总体上是诡辩式的,他还是将其列入辩证论题之中;因为向那些通过其得到证明而使最初设定的主张一并得以确立的事物进行置换,乃是属于辩证学家的。正如他自己所言,这类置换有时是向对于最初设定的主张既必然又有用的事物进行的,有时是向表面看似必然实则不然的事物进行的,有时则是向明显不相干、既非所提问题所必需亦不呈现必需假象的事物进行的,而这种置换方式显然是诡辩式的。因此,当某人提出一个有助于证明所提问题的命题而应答者不予承认,提问者转移并就该命题本身展开论述以确立它,且恰好对其富有论据时,便发生了向必然之物的置换;因为显而易见,确立这样的命题对最初的论题有所助益,既然提问者提出它是为了通过它来证明所提问题。例如,若有人在确立“一切快乐皆为善”这一论题时,为了证明这一点而采用“一切顺应自然之物皆为善”,但应答者不予承认,而提问者对确立此点拥有更丰富的论据,遂转移并就“一切顺应自然之物皆为善”展开推论,一方面证明顺应自然之物对各物而言是本己的,而对各物本己之物皆为善;另一方面证明违背自然之物对各物而言是恶的且对其具有破坏性,而若违背自然之物是恶,则顺应自然之物是善;因为若相反者归属于相反者,则相反者亦归属于相反者。因为这样的过渡对于最初的论点是有用的;若不承认这一点,所提出的问题便不可能得到证明。因此,为了最初的论点,证明这一点是必然的。又如,若有人意欲证明灵魂是不朽的,为了证明灵魂亦由自身运动而采用灵魂是运动的,但有人不承认它是运动的,而富有论据的提问者置换至此并就此展开论述,一方面证明其在思想中运动,另一方面在学习中运动,一方面在快乐与痛苦中运动,另一方面在感知中运动,一方面在希望中运动,另一方面在恐惧中运动;因为这样的置换是向所提问题所必需之物进行的。而这种过渡方式就是还原(阿帕戈格),正如他在《前分析篇》第二卷中所说的那样。至于“同样,当有人通过所提出的问题对某物进行归纳并企图驳斥时”这一句,意思应当是这样的:反对那个被作为有助于证明所提问题而提出的命题的人,既可以直接不予承认,说“一切顺应自然之物皆为善”这一命题不真实,也可以通过归纳来驳斥它,说死亡虽是顺应自然的却并非是善,同样感到痛苦和患病也是如此;因为这些都不是出于约定,而是出于自然。

语法注3 条
  1. 2.21τὸ καταλιπόντας τὸ περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν

    宾格分词 καταλιπόντας 充当不定式 μετάγειν καὶ μεταφέρειν 的逻辑主语(不定式结构中的宾格主语),并未在语法格上与前文的与格 τοῖς σοφισταῖς 一致,而是遵循了不定式主语用宾格的常规句法结构。

  2. 2.21τοῦτο μὲν... τοῦτο δέ...

    反复出现的 τοῦτο μὲν... τοῦτο δέ 用作状语性宾格(副词性宾格),意为“一方面……另一方面……”或“部分因为……部分因为……”,构建了并列列举的句式框架。

  3. 2.21Τὸ δὲ ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός τι διὰ τοῦ προκειμένου ποιησάμενος ἀναιρεῖν ἐπιχειρῇ τοιοῦτον ἂν εἴη

    句首的中性单数冠词 Τὸ 使紧随其后的亚里士多德引文(ὁμοίως δὲ καὶ ὅταν... ἐπιχειρῇ)名词化,作为全句的主语,其主要谓语为 τοιοῦτον ἂν εἴη(“大概是这样的”)。这是古希腊注疏中解释引文或词条的典型句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:167.23-169.17