- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:167.3-167.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了亚里士多德提出的着眼于时间的驳论性论题(111b23),并列举了被认为具有必然推论关系的两个概念在时间上无法同时成立的具体事例(摄取营养与生长、知识与记忆、感觉与认识等)。
" Ἔτι ἐπὶ τὸν χρόνον ἐπιβλέπειν, εἴ που διαφωνεῖ." Εἰπὼν περὶ τοῦ ἐξ ἀκολουθίας ἀνασκευαστικοῦ τόπου, ὃς ἐκ τῆς ἀναιρέσεως τῶν ἀκολουθούντων γίνεται, προστίθησι τῷ προειρημένῳ τόπον ἀνασκευαστικὸν καὶ τὸν ἀπὸ τοῦ χρόνου, ὅς ἐστιν, εἰ τὸ τιθέμενον ἐξ ἀνάγκης ἕπεσθαί τινι διαφωνεῖ κατὰ τὸν χρόνον ὡς ὄντος τοῦ ἑτέρου θάτερον μὴ εἶναι·1 οὐ γὰρ ἔτι ἂν εἴη τὰ οὕτως ἔχοντα ἐπ’ ἴσης. οἷον εἰ εἴη τιθέμενον τὸ τοῖς τρεφομένοις ἐξ ἀνάγκης ἕπεσθαι τὸ αὔξεσθαι, ἀναιρήσομεν τοῦτο δείξαντές τινα τρεφόμενα μέν, οὐκ αὐξόμενα δέ· τὰ γὰρ παρηβηκότα τῶν ζῴων τρέφεται μέν (οὐδὲ γὰρ ἂν ἦν), οὐ μὴν ἔτι αὔξεται. ἀλλὰ καὶ ὅτι τῷ ἐπίστασθαι οὐχ ἕπεται τὸ μεμνῆσθαι οὐδὲ ὁ ἐπιστάμενος πάντως μέμνηται, ἀπὸ τοῦ χρόνου δείκνυται, εἴ γε μνήμη μέν ἐστι τῶν παρεληλυθότων μόνων, ἐπιστήμη δὲ καὶ τῶν ἐνεστώτων καὶ τῶν μελλόντων· ὁ γὰρ ἀστρολόγος καὶ τῆς μελλούσης ἐκλείψεως ἐπιστήμην ἔχει. ἀλλὰ καὶ ὅτι οὐχ ἕπεται τῇ μαθήσει ἀνάμνησιν εἶναι· αἱ μὲν γὰρ ἀναμνήσεις γεγονότων μόνων, μαθήσεις δὲ καὶ μελλόντων· τῆς γὰρ μελλούσης ἐκλείψεως ἔστι μάθησις. ἀλλ’ οὐδὲ τῇ αἰσθήσει τὸ ἐπιστήμην εἶναι·2 ἡ μὲν γὰρ ἐκ γενετῆς, αἱ δὲ ἐπιστῆμαι ὕστερον. ἀλλ’ οὐδὲ τῇ ὀρέξει ἡ προαίρεσις διὰ ταὐτόν· ὕστερον γὰρ ἡ προαίρεσις, ἐκ γενετῆς δὲ ἡ ὄρεξις. οὕτως δὲ οὐδὲ τῷ αἰσθητικῷ τὸ αἰσθάνεσθαι· αἰσθητικοὶ μὲν γάρ ἐσμεν καὶ κοιμώμενοι, αἰσθανόμενοι δὲ οὔ.
“还要着眼于时间,看何处是否存在不一致。” 在论述了源于推论关系、由否定后件而产生的驳论性论题之后,他在上述[论题]之外,又补充了来自时间的驳论性论题。这指的是:当被设定为必然紧随某物的事物在时间上发生不一致,使得一者存在时另一者并不存在;因为处于这种状况的事物将不再同等地成立。例如,如果设定了生长必然紧随受滋养之物,我们将通过表明某些事物虽受滋养却不生长来驳倒这一点;因为动物中过了壮年期的那些虽然受到滋养(否则它们甚至根本不会存在),但确实不再生长了。然而,记忆并不紧随知晓,知晓者也决非必定记得,这一点也是从时间中得到证明的,如果记忆确实仅仅关涉过去的事物,而知识则关涉现在和未来的事物;因为天文学家对于未来的食现象也拥有知识。此外,是回忆并不紧随学习[也是如此得到证明的];因为回忆仅关涉已经发生的事物,而学习则也关涉未来的事物;因为存在着关于未来食现象的学习。此外,是知识也不〔紧随〕感知;因为后者是与生俱来的,而诸知识则是后天产生的。同样,由于同一原因,抉择也不〔紧随〕欲求;因为抉择是后天产生的,而欲求则是与生俱来的。如此,正在感知也不〔紧随〕具备感知能力;因为我们即使在睡眠时也是具备感知能力的,但并不在感知。
- 2.20ὡς ὄντος τοῦ ἑτέρου θάτερον μὴ εἶναι
连词 ὡς 后接独立属格(ὄντος τοῦ ἑτέρου)与带不定式的宾格结构(θάτερον μὴ εἶναι)的复合句法。它具体说明了前述 διαφωνεῖ κατὰ τὸν χρόνον(在时间上不一致)的样态或结果,即“以一者存在时另一者不存在的方式”。
- 2.20ἀλλ’ οὐδὲ τῇ αἰσθήσει τὸ ἐπιστήμην εἶναι
省略句结构,从前文中承前省略了动词 ἕπεται(紧随)。带冠词的不定式短语 τὸ ἐπιστήμην εἶναι 作为与格 τῇ αἰσθήσει 的逻辑主语(即“是知识也不紧随感知”)。随后的 ὀρέξει 和 αἰσθητικῷ 句亦同样省略了该谓语动词。
