← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§165.4-167.2

源于推论关系的论题及其应用实例

亚里士多德提出了“源于推论关系的论题”(111b17),亚历山大对此进行了解释,阐明了通过肯定前件进行立论(第一种不可证推论)与通过否定后件进行驳论(第二种不可证推论)的双重结构,并列举柏拉图对话、修辞学、数学及自然学中的诸实例加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

" Σκοπεῖν δὲ περὶ τοῦ προκειμένου, τίνος ὄντος ἀνάγκη τὸ προκείμενον εἶναι.1" Ὁ μὲν τόπος ἐστὶν ἐξ ἀκολουθίας. διπλοῦς δ’ ἐστί· καὶ γὰρ κατασκευαστικός ἐστι καὶ ἀνασκευαστικός. προκειμένου γάρ τινος προβλήματος, ὃ βουλόμεθα ἢ κατασκευάσαι ἢ ἀνασκευάσαι, φησὶ δεῖν σκοπεῖν καὶ ζητεῖν τίσι τοῦτο τὸ προκείμενον ἕπεται, καὶ τίνα πάλιν αὐτῷ οὕτως ἕπεται. κἂν μὲν βουλώμεθα αὐτὸ κατασκευάσαι, δεικτέον τι τούτων ὂν οἷς τοῦτο ἕπεται· πάντως γὰρ ἐκείνου τεθέντος ἔσται καὶ τοῦτο, ἐπεὶ ἕπεται αὐτῷ· εἰ γὰρ τὸ ἡγούμενον, καὶ τὸ ἑπόμενον κατὰ τὸν πρῶτον λεγόμενον ἀναπόδεικτον ὄντα ἐξ ἀκολουθίας κατασκευαστικόν. οἷον εἰ εἴη τὸ πρόβλημα πότερον πᾶσα ἡδονὴ ἀγαθὸν ἢ οὔ, βουλοίμεθα δὲ δεικνύναι πᾶσαν οὖσαν ἀγαθόν, ζητητέον τίνι ἕπεται τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, κἀκεῖνο κατασκευαστέον· οἷον εἰ ἕπεται τῷ πᾶσαν ἡδονὴν κατὰ φύσιν εἶναι, τοῦτο οὕτως ἔχον δεικτέον· δειχθέντος γὰρ τούτου ἔσται συναποδεδειγμένον αὐτῷ καὶ τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι. ὁμοίως κἂν κατασκευασθῇ πᾶσα εἶναι αἱρετή, ἕποιτ’ ἂν πάλιν τὸ ἀγαθὸν εἶναι πᾶσαν. οὕτως καὶ Πλάτων ἐν μὲν τῷ Φαίδωνι βουλόμενος δεῖξαι τὰς ψυχὰς ἐν Ἅιδου οὔσας τε καὶ σωζομένας ἔλαβεν, ᾧ τοῦτο ἕπεσθαι ᾤετο, τὸ ἐκ τῶν τεθνεώτων τοὺς ζῶντας γίνεσθαι·2 τοῦτο δὲ κατεσκεύασε διὰ τοῦ τὰ ἐναντία ἐκ τῶν ἐναντίων γίνεσθαι, ἐναντία δὲ εἶναι τὸ ζῆν καὶ τὸ τεθνάναι. ἐν δέ γε τῷ Μένωνι πάλιν βουλόμενος δεῖξαι τὰς ἀρετὰς διδακτὰς ἔλαβεν ᾧ τοῦτο ἕπεται· ἔστι δὲ τοῦτο τὸ ἐπιστήμας αὐτὰς εἶναι· εἰ γὰρ αἱ ἀρεταὶ ἐπιστῆμαι, διδακταὶ αἱ ἀρεταί. τοῦτο δὲ ὃ λαμβάνει κατασκευασθείη ἂν οὕτως· ὁ ἄριστα τὴν ψυχὴν διακείμενος πάντων τῶν προσηκόντων τε καὶ δεόντων ἐπιστήμην ἔχει· ὁ δὲ τὰς ἀρετὰς ἔχων ἄριστα τὴν ψυχὴν διάκειται· ὁ τὰς ἀρετὰς ἄρα ἔχων πάντων τῶν δεόντων ἐπιστήμην ἔχει· ἡ ἀρετὴ ἄρα πάντων τῶν δεόντων ἐστὶν ἐπιστήμη. ἔστι τὸ αὐτὸ καὶ οὕτως δεῖξαι· οὗ παρουσίᾳ ἐπιστήμων τίς ἐστιν, ἐπιστήμη τοῦτο· ἀρετῆς δὲ παρουσίᾳ ἐπιστήμονες τῶν δεόντων γίνονται· ἡ ἀρετὴ ἄρα ἐπιστήμη. ἀλλὰ καὶ οἱ ῥήτορες τούτῳ τῷ τόπῳ χρῶνται ἐν πολλοῖς. ἀνδροφονίας γοῦν ἐγκαλοῦντές τινι, οἷς ἕπεται τοῦτο, ταῦτα δεικνύουσιν, οἷον ὅτι ἐχθρός, ὅτι ἐπίβουλος, ὅτι ὤφθη ξίφος ἔχων ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ τῷ τόπῳ πολλάκις. καὶ μοιχείας ἐγκαλοῦντες κατασκευάζουσιν ὅτι καλλωπιστής· ἕπεσθαι γὰρ δοκεῖ. οὕτως καὶ οἱ τὸ κενὸν κατασκευάζοντες ἡγούμενοι ἕπεσθαι τοῦτο τῇ κινήσει τὸ κίνησιν εἶναι λαμβάνουσιν. κατασκευάζοντες μὲν οὖν τὸ πρόβλημα τὸ ᾧ ἕπεται τὸ προκείμενον, ἐκεῖνο εἶναι δείξομεν.3 εἰ δὲ ἀνασκευάζοιμεν, πάλιν ληψόμεθα τὰ ἑπόμενα τῷ προκειμένῳ ἡμῖν εἰς ἀνασκευήν, καὶ δείξαντες ἐκεῖνα μὴ ὄντα ἀνεσκευακότες ἂν εἴημεν καὶ τὰ προκείμενα· εἰ γὰρ μὴ τὸ ἑπόμενον, οὐδὲ τὸ ἡγούμενον κατὰ τὸν δεύτερον λεγόμενον ἀναπόδεικτον, ὅς ἐστιν ἐξ ἀκολουθίας ἀνασκευαστικός. οἷον εἰ προκείμενον ἡμῖν εἴη δεῖξαι τὸ μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, δείξαντες τὸ ἑπόμενον τῷ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι μὴ ὂν δεδειχότες ἂν εἴημεν τὸ προκείμενον· οἷον ἕπεται τῷ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι τὸ καὶ τὰς τῶν κιναίδων ἀγαθὰς εἶναι· 〈ὃ〉 ὅτι μὴ οὕτως ἔχει λαβόντες ἀνῃρηκότες ἂν εἴημεν τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι. πάλιν ὅτι μὴ σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ δεῖξαι βουλόμενοι, λαβόντες τῷ σύμμετρον εἶναι τὸ ἑπόμενον καὶ δείξαντες ἄτοπον τοῦτο ὂν ἀναιροῦμεν τὸ εἶναι τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ. ἕπεται γὰρ αὐτῷ τὸ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι, ὡς ἐν τοῖς εἰς τὰ Ἀναλυτικὰ δέδεικται· ἀδύνατον δὲ τοῦτο· ἀδύνατον ἄρα καὶ τὸ ᾧ τοῦτο ἕπεται. πάλιν δείξαντες ἑπόμενον τῷ κενὸν εἶναι τὸ ἰσοταχῆ γίνεσθαι τὰ ἀνισοβαρῆ, ἐπεὶ ἄτοπον τοῦτο, ἀναιροῦμεν τὸ κενὸν εἶναι. οὕτως καὶ Πλάτων ἐν Πολιτείᾳ ἀναιρεῖ τὸ τὴν ἀδικίαν εὐβουλίαν εἶναι λαβὼν τὸ ἑπόμενον αὐτῷ, τὸ τὴν δικαιοσύνην κακοβουλίαν εἶναι, καὶ δείξας οὐχ οὕτως ἔχον. ἀλλὰ καὶ ὅτι μὴ ἡ ἐγκράτεια ἀρετή, διὰ τῆς τοῦ ἑπομένου τῷ τὴν ἐγκράτειαν ἀρετὴν εἶναι ἀναιρέσεως δείκνυται· εἰ γὰρ ἀρετὴ ἡ ἐγκράτεια, ὁμολογουμένη διάθεσις ἂν εἴη· οὐκ ἔστι δὲ τοιαύτη· οὐδὲ ἀρετὴ ἄρα. ἀλλὰ καὶ ὅτι τοῦ χρώματος μή ἐστιν ὁρισμὸς τὸ ἴδιον ὄψεως αἰσθητόν, οὕτως δείκνυται· εἰ γὰρ ἐν τούτῳ αὐτῷ τὸ εἶναι, πρός τί ἐστι τὸ χρῶμα· οὐκ ἔστι δὲ πρός τι· ποιότης ἄρα. ἢ ἡ τοιαύτη δεῖξις ὁρική. ἀλλὰ καὶ εἰ ἕπεται τῷ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν εἶναι τὸ μὴ εἶναι εὔλογον ἐξαγωγήν, εἰ ἔστιν εὔλογος ἐξαγωγή, οὐκ ἂν εἴη αὐτάρκης πρὸς εὐδαιμονίαν ἡ ἀρετή.

“还要考察关于眼前的课题,何物存在时眼前之物必然存在。” 这一论题源于推论关系(归结)。而且它是双重的;因为它既是立论性的又是驳论性的。因为他主张,当设定了某个我们希望立论或驳论的课题时,应当考察并探究眼前之物紧随何物,以及反过来又有何物如此紧随于它。如果我们希望确立它,就必须表明眼前之物所紧随的那些事物中某物存在;因为若那件事物被设定,眼前之物也必定存在,既然它紧随于它;因为根据被称为第一种的、从推论关系出发的立论性不可证推论,如果前件存在,后件也存在。例如,若课题是是否一切快乐都是善,而我们希望表明一切快乐都是善,就必须探究“一切快乐是善”紧随于何物,并确立那件事物;例如,如果它紧随于“一切快乐合乎本性”,就必须表明这一情况属实;因为一旦证明了这一点,“一切快乐是善”也将随之被共同证明。同样,即使确立了一切快乐都是值得选择的,也同样会得出一切快乐都是善。柏拉图在《斐多篇》中也是这样,希望表明灵魂在哈得斯中既存在又得以保全,于是采取了他认为此点所紧随的事物,即活人由死者生成;而他是通过相反者由相反者生成,以及活着与死去是相反者,来确立这一点的。再者,在《美诺篇》中,他希望表明诸德性是可教的,便采取了此点所紧随的事物;这也就是诸德性是知识;因为如果诸德性是知识,诸德性就是可教的。而他所采取的这一点可以这样被确立:“灵魂处于最佳状态的人拥有关于一切适宜且必要事物的知识;而拥有诸德性的人其灵魂处于最佳状态;因此拥有诸德性的人拥有关于一切必要事物的知识;所以德性就是关于一切必要事物的知识。”同样的事情也可以这样来表明:“凡因其临在而使某人成为知晓者之物,即是知识;而因德性的临在,人们成为关于必要事物的知晓者;所以德性是知识。”不仅如此,修辞学家们也在许多场合使用这一论题。至少,在控告某人犯有谋杀罪时,他们便表明此点所紧随的事项,例如他是仇敌、他是阴谋者、在那个时间地点屡次被人看见手持利刃。在控告通奸罪时,他们确立其为爱打扮者;因为这似乎是伴随而来的。同样,那些确立虚空存在的人,认为虚空紧随于运动,便假定运动存在。因此,在立论课题时,我们将表明眼前的课题所紧随的那件事物存在。但如果我们进行驳论,我们将再次采取紧随于我们眼前的驳论课题的事物,并且在表明那些事物不存在之后,我们便也驳倒了眼前之物;因为根据被称为第二种的、从推论关系出发的驳论性不可证推论,如果后件不存在,前件也不存在。例如,如果摆在我们面前的是要表明并非一切快乐都是善,那么在表明紧随于“一切快乐是善”的事物不存在之后,我们便已经表明了眼前的课题;例如,紧随于“一切快乐是善”的是连浪荡之徒的快乐也是善;掌握了此点并非如此,我们便已经废除了“一切快乐是善”。再如,希望表明对角线与边不可通约,便采取紧随于可通约的事物,并表明这是荒谬的,从而废除了对角线与边可通约。因为奇数等于偶数紧随于此,正如在对《分析篇》的注解中所证明的那样;但这不可能;因此这件事物所紧随的前件也是不可能的。再如,在表明了不同重量的物体速度相等紧随于虚空存在之后,既然这是荒谬的,我们便废除了虚空的存在。柏拉图在《理想国》中也是这样废除了不正义是善于谋划,他采取了紧随其后的事物,即正义是不善谋划,并表明实际并非如此。此外,自制不是德性,也是通过否定紧随于“自制是德性”的事物而得到证明的;因为如果自制是德性,它应当是一种协调一致的品质;但它不是这样的;所以它也不是德性。再者,关于颜色,视觉固有的感知对象不是其定义,也是这样被证明的;因为如果它的所是在于此,颜色便是一种关系物;但它不是关系物;所以它是性质。或者说,这样的证明是定义性的。此外,如果“不存在合理的脱离[自尽]”紧随于德性对幸福自足,那么若存在合理的脱离,德性对于幸福就不是自足的。

语法注3 条
  1. 2.19τίνος ὄντος ἀνάγκη τὸ προκείμενον εἶναι

    引文中的 τίνος ὄντος 是属格独立结构,相当于条件从句(“何物存在时……”)。整个间接疑问句 τίνος ὄντος ... εἶναι 作为 σκοπεῖν 的宾语,而前置的介词短语 περὶ τοῦ προκειμένου 则指示其探讨的主题。

  2. 2.19ᾧ τοῦτο ἕπεσθαι ᾤετο, τὸ ἐκ τῶν τεθνεώτων τοὺς ζῶντας γίνεσθαι

    关系代词 ᾧ 是动词 ἕπεσθαι 所要求的与格补足语,而充当 ἔλαβεν 宾语的先行词(指示代词等)被省略。其后带冠词的不定式短语 τὸ ἐκ τῶν τεθνεώτων τοὺς ζῶντας γίνεσθαι 作为同位语,具体解释了该先行词的内容。

  3. 2.19κατασκευάζοντες μὲν οὖν τὸ πρόβλημα τὸ ᾧ ἕπεται τὸ προκείμενον, ἐκεῖνο εἶναι δείξομεν

    主句语序包含倒置。分词短语 κατασκευάζοντες μὲν οὖν τὸ πρόβλημα 之后,作为宾语的关系从句 τὸ ᾧ ἕπεται τὸ προκείμενον 被前置,主句 ἐκεῖνο εἶναι δείξομεν(“我们将表明那件事物存在”)中的 ἐκεῖνο 复指该关系从句的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:165.4-167.2