← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§163.20-165.3

缺乏反驳手段时借助定义的论题

针对亚里士多德论述在缺乏针对论题的反驳依据时利用诸定义的论题(111b12),亚历山大解释了这一论题如何作为先前论题的补充或重述而起作用,并通过无限、快乐和灵魂运动等实例,阐明了如何通过选取多个公认定义来确立或反驳论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18

" Μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος πρὸς τὴν θέσιν." Δοκεῖ τοῦ ἀπὸ τῶν ὁρισμῶν τόπου ἤδη ἐν τοῖς προειρημένοις μεμνημονευκέναι δι’ ὧν εἶπεν “ἄλλος τὸ λόγους ποιεῖν τοῦ τε συμβεβηκότος καὶ ᾧ συμβέβηκεν, ἢ ἀμφοτέρων καθ’ ἑκάτερον ἢ τοῦ ἑτέρου”· ἀπὸ γὰρ τῶν ὁρισμῶν ὡς ἀπὸ φανερωτέρων ἐν ἐκείνῳ τε τῷ τόπῳ ἠξίωσε τὰς ἐπιχειρήσεις ποιεῖσθαι, ἐνταῦθά τε τὸ αὐτὸ λέγει. ἔστι δὲ τοῦτο οὐχ ὁρικὸν ἀλλὰ δι’ ὁρισμοῦ τοῦ συμβεβηκότος ἀνασκευὴ ἢ κατασκευή· ταῦτα δὲ ὁρικὰ ἐν οἷς ζητεῖται εἰ ὁρισμὸς τὸ κείμενον· ἡ δὲ χρῆσις τοῦ ὁρισμοῦ οὐχ ὁρικόν. εἴη δ’ ἂν προστιθέμενον διὰ τούτου τοῦ τόπου τὸ πλείοσι τοῦ αὐτοῦ ὅροις χρῆσθαι δεῖν οὐχ ὡς τῇ ἀληθείᾳ πλειόνων ὅρων τοῦ αὐτοῦ ὄντων ἀλλ’ ὡς κατὰ δόξαν· διὰ τοῦτο γὰρ προσέθηκεν ἢ τῶν δοκούντων. τῶν γὰρ τοῦ προκειμένου φερομένων ὁρισμῶν τὸν χρησιμώτερον πρὸς τὸ προκείμενον λαβόντας δεῖν ἀξιοῖ ἀπὸ τούτου ἐπιχειρεῖν πρὸς τὸ πρόβλημα τὸ κείμενον, ὃ θέσιν εἶπε πάλιν, ἢ κατασκευάζοντα αὐτὸ ἢ ἀνασκευάζοντα. ἔστι δὲ ἡ ἀπὸ τῶν ὅρων ἐπιχείρησις ῥᾳδία καὶ πολλὰς ἀφορμὰς ἔχουσα. οἷον κειμένου τοῦ ἴσα εἶναι τὰ ἄπειρα ὁριστέον τὸ ἴσον πρὸς τὸ χρήσιμον ἡμῖν εἰς τὸ προκείμενον· διὸ ἀνασκευάζοντα μὲν τὸ πρόβλημα ὁριστέον ἴσα εἶναι τὰ τῶν ἴσων ὄντα μέτρων· οὐ γὰρ οἷόν τε οὕτως ἴσα εἶναι τὰ ἄπειρα τῷ τὴν ἀρχὴν μηδὲ μετρητὰ εἶναι· εἰ δὲ κατασκευάζειν βουλοίμεθα, [τὰ ἴσα] τὰ μήτε ὑπερβάλλοντα μήτε ἐνδέοντα· οὕτως γὰρ ἔχει καὶ τὰ ἄπειρα πρὸς ἄλληλα. ἀξιοῖ δὲ μὴ εὐποροῦντας ἐπιχειρημάτων πλείους ὁρισμοὺς τοῦ αὐτοῦ λαμβάνειν· ἀπὸ γὰρ πλειόνων εὐκολωτέρα ἡ τῶν πρὸς τὸ προκείμενον εὕρεσις. οἷον ζητουμένου εἰ ἡδονὴ ἀγαθόν, τῆς ἡδονῆς ἀποδοτέον πλείους ὅρους, τοῦτο μὲν ὅτι λεία κίνησις, τοῦτο δὲ ὅτι “γένεσις εἰς φύσιν αἰσθητή”, τοῦτο δὲ ὅτι ἄλογος διάχυσις, τοῦτο δὲ ὅτι “ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος” ἢ ὅτι τὸ παρακολουθοῦν τέλος ταῖς τελευταίαις ἐνεργείαις. πλειόνων γὰρ ἀποδοθέντων ὅρων ῥᾷον εὐπορήσομεν καὶ πρὸς τὸ 〈κατασκευάζειν καὶ πρὸς τὸ〉 ἀνασκευάζειν· ἔνεστι γοῦν ἐκ τῶν ἀποδεδομένων ὅρων περὶ τῆς ἡδονῆς καὶ ὅτι μή ἐστιν ἀγαθὸν ἐπιχειρεῖν καὶ ὅτι ἀγαθόν. δύναται τὸ μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος εἰρηκέναι οὐχ ὡς ἄλλου τινὸς τόπου μνημονεύων ἀλλ’ ὡς προστιθεὶς τῷ προειρημένῳ.1 εἰ γὰρ διαιρούμενοι τὰ γένη εἰς τὰ εἴδη μηδέπω φανερῶς ἀνασκευάζειν δυναίμεθα τὸ πρόβλημα τῷ καὶ ἐπὶ τῶν εἰδῶν ἀμφισβήτησίν τινα καταλείπεσθαι (οἱ γοῦν λέγοντες κινεῖσθαι τὴν ψυχὴν οὔ φασι δεόντως λαμβάνειν τοὺς λέγοντας αὐτὴν μὴ ἀλλοιοῦσθαι· ἀλλοιοῦσθαι γὰρ αὐτὴν καὶ ὀργιζομένην καὶ λυπουμένην καὶ ἡδομένην καὶ μανθάνουσαν καὶ μνημονεύουσαν καὶ δοξάζουσαν), ἐπεὶ τοίνυν ἀμφισβητήσιμον δοκεῖ τοῦτο εἶναι, τὸ πότερον αὐτὴ ἡ ψυχὴ ταῦτα πάσχει ἢ ὁ τὴν ψυχὴν ἔχων, ὁ ὀργιζόμενος ἢ λυπούμενος, ὥς φαμεν, ἀφεμένους φησὶ τοῦτο δεῖν ὁρίζεσθαι τὸ κινεῖσθαι,2 τί ποτέ ἐστι, καὶ λαβόντας τοὺς ἀποδιδομένους ὁρισμοὺς τοῦ κινεῖσθαι τούτων ἐπιλεξαμένους τὸν χρησιμώτατον πρὸς τὸ προκείμενον ἀπὸ τούτου τὴν ἐπιχείρησιν ποιεῖσθαι, οἷον ὅτι κινεῖσθαί ἐστι τὸ μεταβάλλειν τόπον ἐκ τόπου· τοιούτου γὰρ τεθέντος τοῦ κινεῖσθαι οὐχ οἷόν τε τὴν ψυχὴν κινεῖσθαι· σωμάτων γὰρ ἡ κατὰ τόπον μεταβολή.

“对于针对该论题缺乏推论依据的人。” 他[亚里士多德]似乎已经在前面说过的话中提及了源于定义的论题,其依据是他所说的“另一个[论题]是为偶性以及偶性所属的对象制定说明,或者各自为二者制定,或者为其中之一制定”;因为在那个论题中,他也同样主张从作为更明白之物的定义出发来进行推论,而在这里他说的也是同一件事。但这并不是定义性的[课题],而是通过偶性的定义来进行的反驳或确立;而定义性的课题是那些探讨所设定的主张是否为定义的课题;至于对定义的使用本身并不是定义性的课题。通过这个论题所补充的内容,或许是应当对同一事物使用多个定义,这并不是因为事实上同一事物有多个定义,而是按照意见而言;因为正因如此,他补充了“或者公认的定义”。因为他主张,应当从流传的关于所论对象的诸定义中选取对眼前问题更有用的定义,并以此为出发点,针对所设定的课题——他又将其称为论题——进行推论,无论去确立它还是去反驳它。源于诸定义的推论是容易的,且具有许多出发点。例如,若设定无限之物是相等的,就必须着眼于对眼前的课题对我们有用者来定义“相等”;因此,在反驳该课题时,应当定义相等之物是具有相等尺度之物;因为由于无限之物根本不可被度量,因此按照这种方式无限之物是不可能相等的。但如果我们希望确立它,[就应当定义相等之物是]既不超出也不不足之物;因为无限之物彼此之间也正是处于这种状态。而他主张,缺乏推论依据的人应当对同一事物采取多个定义;因为从更多的定义中更容易发现有助于眼下课题的内容。例如,当探讨快乐是否是善时,应当给出快乐的多个定义,一方面是说它是平滑的运动,另一方面是说它是“朝向本性的被感知的生成”,再一方面是说它是无理性的扩散,再一方面是说它是“合乎本性的状态的无阻碍的现实活动”,或者是紧随终极现实活动之后的终极目的。因为给出的定义越多,我们在确立和反驳两方面就越容易获得充足的依据;至少,根据关于快乐所给出的诸定义,既可以推论它不是善,也可以推论它是善。他说“对于缺乏推论依据的人”,也有可能不是在提及某个别的论题,而是在对前面所述的论题作补充。因为如果我们在将属划分为种时,由于在种的层面上也留下某种争议,而尚且不能明白地反驳该课题(至少那些主张灵魂运动的人,宣称那些主张灵魂不发生性质变化的人没有恰当地把握问题;因为他们认为灵魂在发怒、悲伤、快乐、学习、记忆和形成意见时都会发生性质变化),既然如此,究竟是灵魂本身遭受这些,还是正如我们所说拥有灵魂的人——即发怒或悲伤的人——遭受这些,这一点似乎是有争议的,因此他说,应当把这搁置一旁,而去定义“运动”究竟是什么,并在取得关于运动所给出的定义之后,从中挑出对眼前课题最有用者,由此进行推论,例如[定义]运动就是从一处变化到另一处;因为若运动被设定为这样,灵魂就不可能运动;因为依位置的变化属于物体。

语法注2 条
  1. 2.18δύναται τὸ μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος εἰρηκέναι οὐχ ὡς ἄλλου τινὸς τόπου μνημονεύων ἀλλ’ ὡς προστιθεὶς τῷ προειρημένῳ

    该句的句法骨架为 δύναται [αὐτὸς] εἰρηκέναι τὸ... οὐχ ὡς... μνημονεύων ἀλλ’ ὡς προστιθείς...。动词 δύναται 的主语为语境中省去的亚里士多德,支配主动不定词 εἰρηκέναι(意为“他可以说讲了……”或“他可能是说了……”)。引语 μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος 带有中性冠词 τὸ,充当 εἰρηκέναι 的直接宾语;分词 μνημονεύων 与 προστιθείς 为主格阳性单数,与主语一致修饰主语。

  2. 2.18ἀφεμένους φησὶ τοῦτο δεῖν ὁρίζεσθαι τὸ κινεῖσθαι

    宾格复数分词 ἀφεμένους 充当依附于 φησί 的不定词短语 δεῖν ὁρίζεσθαι 的逻辑主语(宾格代主语,指进行辩论者)。ἀφεμένους τοῦτο(“搁置此事”)中的 τοῦτο 指代前文讨论的争点(即受情欲影响的究竟是灵魂本身还是拥有灵魂的人),而 τὸ κινεῖσθαι(“运动”)则是不定词 ὁρίζεσθαι 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:163.20-165.3