← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§162.4-163.19

通过考察属的诸种进行反驳与确立的论法

针对亚里士多德关于“无论以何种方式从属被表述”(111b4)的规则,亚历山大通过灵魂的运动(色诺克拉底关于数的定义以及运动作为偶性)、神的受动/情欲、以及非自愿的错误行为等实例,解释了如何通过证明属的各个种均不成立来反驳陈述,以及如何通过确立某种来建立属的陈述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

" Ἐὰν οὖν τι τεθῇ λεγόμενον ἀπὸ τοῦ γένους ὁπωσοῦν." Τὸ ὁπωσοῦν δηλωτικόν ἐστι τοῦ ‘εἴτε παρωνύμως εἴτε καὶ τῷ ὑπάρχειν αὐτῷ τὸ γένος προστίθεσθαι’. καὶ παραδείγματι δὲ τῷ παρωνύμῳ ἐχρήσατο· ὁ γὰρ τὴν ψυχὴν κινεῖσθαι λέγων παρώνυμον τὸ κινεῖσθαι τῆς κινήσεως ὂν τῆς ψυχῆς κατηγορεῖ. ὅμοιος δὲ ὁ λόγος, κἂν τῇ ψυχῇ ὑπάρχειν ἢ συμβεβηκέναι τὸ κινεῖσθαί τις λέγῃ. ὄντος δὴ τοιούτου τοῦ προβλήματος χρὴ ἐπὶ τὰ εἴδη τῆς κινήσεως ἐπιβλέψαντα (ἔστι δὲ ταῦτα αὔξησις, μείωσις, φορά, ἀλλοίωσις, γένεσις καὶ φθορά· κοινότερον γὰρ νῦν καὶ ταύτας κινήσεις λέγει, ὥσπερ καὶ αὐτὴν τὴν κίνησιν γένος) † εἶναι ἀπό τινος τούτων οἷον τότε τῆς ψυχῆς παρώνυμον τὴν κατηγορίαν ποιεῖσθαι1 (εἴη γὰρ ἂν κατασκευαζόμενον τὸ κινεῖσθαι αὐτήν), οἷον εἰ γίνεται ἢ φθείρεται ἡ ψυχή, εἰ αὔξεται ἢ μειοῦται, εἰ ἀλλοιοῦται, εἰ φέρεται· εἰ δὲ μηδὲν τούτων, ἀνασκευάζοιτ’ ἂν καὶ τὸ κείμενον τὴν ἀρχήν, τὸ κινεῖσθαι αὐτήν. εἰ δὴ κατὰ Ξενοκράτην ψυχή ἐστιν ἀριθμὸς αὐτὸν κινῶν, ἢ αὔξοι ἂν αὑτὸν ἢ μειοῖ ἢ ἀλλοιοῖ ἢ φέροι ἢ φθείροι ἢ γεννῴη. ἀλλ’ οὔτε αὔξει τι αὐτὸ αὑτό (ὑπὸ γάρ τινος προστιθεμένου τὸ αὐξόμενον αὔξεται, ὃ ἐκτός ἐστι τοῦ αὐξανομένου· ἔτι ὁ αὐξόμενος ἢ μειούμενος ἢ ἀλλοιούμενος μεταπίπτοι ἂν εἰς ἄλλον ἀριθμὸν καὶ ἐξίσταιτο τῆς οἰκείας οὐσίας καὶ τοῦ εἶναι οὗτος ὃς ἦν), ἀλλ’ οὐδὲ γεννᾶν τι αὑτὸ ἢ φθείρειν δυνατόν, ἀλλ’ οὐδὲ φέρεσθαί τι οἷόν τε ὑφ’ ἑαυτοῦ, ὥστε οὐδὲ τὸν ἀριθμόν. ἢ οὕτως μὲν ὁ ὁρισμὸς ἂν εἴη τῆς ψυχῆς ἀνασκευαζόμενος καὶ ὁρικὸν τὸ πρόβλημα. εἰ δέ τις λέγοι συμβεβηκέναι τῇ ψυχῇ οὐσίᾳ οὔσῃ τὸ κινεῖσθαι, δείξαντες ὅτι μήτε αὔξεται μήτε μειοῦται μήτε κατὰ τόπον κινεῖται μήτε γίνεται ἢ φθείρεται (οὐδὲν γὰρ ἀσώματον οἷόν τε τούτων τι πάσχειν), δείξαντες δὲ 〈καὶ〉 ὅτι μηδὲ ἀλλοιοῦται (ἡ γὰρ ἀλλοίωσις κατὰ τὰς αἰσθητὰς διαφοράς, ἃς οὐ δέχεται ἡ ψυχὴ τῷ ἀσώματος εἶναι), ἀνεσκευακότες ἂν εἴημεν2 τὸ κείμενον. ἀλλὰ καὶ εἰ λέγοι τις τὸν θεὸν ἐμπαθῆ, δεῖ αὐτὸν ἢ ἥδεσθαι ἢ λυπεῖσθαι ἢ φοβεῖσθαι ἢ ἐπιθυμεῖν· εἰ δὲ μηδὲν τούτων εὔλογον τῷ θεῷ ὑπάρχειν, ἀναιροῖτ’ ἂν καὶ τὸ εἶναι αὐτὸν ἐμπαθῆ. πάλιν εἰ ὁ ἁμαρτάνων ἀκουσίως ἁμαρτάνειν λέγοιτο, δεῖ αὐτὸν ἢ βίᾳ ἢ δι’ ἄγνοιαν ἁμαρτάνειν· ταῦτα γὰρ τοῦ ἀκουσίου εἴδη· καὶ εἰ μὲν βίᾳ, ἔξωθεν δεῖ τὴν αἰτίαν ἔχειν καὶ μηδὲν αὐτὸν πρὸς τοῦτο συντελεῖν· τοιοῦτον γὰρ τὸ βίᾳ· εἰ δὲ δι’ ἄγνοιαν, τὰ καθ’ ἕκαστα δεῖ ἀγνοεῖσθαι, ἐν οἷς ἡ πρᾶξις· ὁ γὰρ τῇ τοῦ καθόλου ἀγνοίᾳ ἁμαρτάνων, εἰ καὶ ἀγνοῶν ἁμαρτάνει, ἀλλ’ οὐ δι’ ἄγνοιαν ἀλλὰ δι’ αὑτόν·3 αὐτὸς γὰρ τῆς τοιαύτης ἀγνοίας αἴτιος, ὡς ἐν τῷ τρίτῳ τῶν Νικομαχείων ἠθικῶν δέδεικται, διὸ οὐδὲ συγγινώσκεται· εἰ δὴ ὁ ἀκρατὴς μήτε βίᾳ μήτε δι’ ἄγνοιαν ἁμαρτάνει, οὐδ’ ἂν ἄκων ἁμαρτάνοι. οὕτω δ’ ἀναιροῖτ’ ἂν τὸ εἶναι τὰ ἁμαρτήματα ἀκούσια. Ὅτι δὲ καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμος ὁ τόπος, πρόδηλον. δείξαντες μὲν γάρ, ὅτι μηδὲν τῶν τοῦ γένους εἰδῶν ὑπάρχει τῷ προκειμένῳ, ἀνῃρηκότες ἂν εἴημεν τὸ πρόβλημα· εἰ δέ τι τῶν τοῦ γένους εἰδῶν ὑπάρχον δειχθείη τῷ προκειμένῳ, κατεσκευασμένον ἂν εἴη τὸ ὑπάρχειν τὸ γένος αὐτῷ.

“因此,如果某物被设定为以任何方式从属被表述。” “以任何方式”表明“无论同源派生地,还是通过将属属于它这一项附加进来”。而他[亚里士多德]也使用了一个同源派生的例子;因为说灵魂在运动的人,是将从运动同源派生而来的“在运动”陈述灵魂。而即便有人说运动属于或作为偶性附着于灵魂,论述也是相同的。既然课题正是如此,人们就应当着眼于运动的诸种(这些是生长、减少、位移、性质变化、生成与消灭;因为现在他也更宽泛地称这些为运动,正如他也将运动本身称为属一样),从这些种的某一个对灵魂进行同源派生的陈述(因为灵魂在运动就会因此被确立),例如灵魂是否生成或消灭,是否生长或减少,是否性质变化,是否位移;如果这些都不是,那么起初所设定的灵魂在运动这一主张也就会被反驳。因此,如果按照色诺克拉底,灵魂是推动自身的数,它就或者使自身生长,或者减少,或者性质变化,或者位移,或者消灭自身,或者生成自身。但是,没有任何事物使自身生长(因为生长之物是由某种被添加之物使其生长的,该物处于被生长之物的外部;再者,被生长或减少或性质变化的[数]将转变成另一个数,并脱离其固有的实体以及脱离作为其原本所是之物),任何事物也不可能生成自身或消灭自身,任何事物也不可能由自身而位移,因此数也不可能。或者说,以这种方式灵魂的定义将被反驳,课题将是定义性的。但如果有人说灵魂作为实体而运动是附着于它的偶性,那么当我们证明了它既不生长也不减少,既不按位置运动,也不生成或消灭(因为任何无形体之物都不能遭受这些中的任何一种),并且证明了它也不发生性质变化(因为性质变化是依据可感觉的差异,而灵魂由于是无形体的并不接受这些差异),我们就已经反驳了所设定的主张。不仅如此,如果有人说神是有情欲的,神就必须或者感到快乐,或者痛苦,或者恐惧,或者产生欲望;但如果这些中的任何一种属于神都不合理,那么神是有情欲的这一主张也就被取消了。再者,如果犯过错者被说成是非自愿地犯过错,他就必须或者出于强迫或者由于无知而犯过错;因为这些是非自愿的诸种。如果出于强迫,就必须在外具有原因,而他自己对此毫无助益;因为出于强迫之物就是如此。但如果是由于无知,就必须对行为所在的个别情况一无所知;因为出于对普遍者的无知而犯过错的人,即使在无知中犯过错,却不是由于无知,而是由于他自己;因为他自己就是这种无知的原因,正如在《尼各马可伦理学》第三卷中所证明的那样,因此他甚至不被原谅。所以,如果无节制者既非出于强迫也非由于无知而犯过错,他就不会是非自愿地犯过错。这样,过错是非自愿的这一主张就被取消了。这一论题对于反驳和确立都是有用的,这一点是显而易见的。因为若我们证明了属的任何种都不属于所讨论的对象,我们就取消了该课题;但若证明了属的某种属于所讨论的对象,那么属属于它也就被确立了。

语法注3 条
  1. 2.17χρὴ ἐπὶ τὰ εἴδη τῆς κινήσεως ἐπιβλέψαντα ... ποιεῖσθαι

    非人称动词 χρή 统辖不定式 ποιεῖσθαι,宾格分词 ἐπιβλέψαντα 作其逻辑主语。尽管文本在此处有损坏标记(† εἶναι ἀπό τινος τούτων οἷον τότε τῆς ψυχῆς παρώνυμον †),但基本句构依然是“人们着眼于运动的诸种,应当从其中的某一个对……做出陈述”。

  2. 2.17ἀνεσκευακότες ἂν εἴημεν

    由完成时主动分词 ἀνεσκευακότες、系词 εἴημεν(现在时愿望语气)与语气词 ἄν 构成的迂回完成时愿望语气(表潜在)。承接表示条件的两个分词(δείξαντες ... δείξαντες δέ),表达一种假设完成的结果:“我们便已经反驳了”。

  3. 2.17ὁ γὰρ τῇ τοῦ καθόλου ἀγνοίᾳ ἁμαρτάνων, εἰ καὶ ἀγνοῶν ἁμαρτάνει, ἀλλ’ οὐ δι’ ἄγνοιαν ἀλλὰ δι’ αὑτόν

    实体化分词 ὁ ... ἁμαρτάνων 作主语,由 εἰ καί(“即使”)引导的让步从句由主句中的 ἀλλά(“却”)相呼应。语义核心在于表伴随状态的现在分词 ἀγνοῶν(“在不知情的状态下”)与表原因的介词短语 δι’ ἄγνοιαν(“由于无知 / 出于无知”)之间的严格对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:162.4-163.19