← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§160.28-162.3

属的陈述必然伴随种的陈述

针对《论题篇》第二卷中关于“若属被陈述则种之一也必被陈述”的论题(111a33),亚历山大从属的存在状态出发论证了其逻辑必然性,并阐明该规则不仅适用于本质陈述,亦适用于偶性及同源派生表述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16

" Ἐπεὶ δὲ ἀναγκαῖον, ὧν τὸ γένος κατηγορεῖται, καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι." Ὁ τόπος τοιοῦτος· ἐπεὶ τὰ γένη οὐκ ἔστιν αὐτὰ καθ’ ἑαυτά, ἀλλ’ ἐν τοῖς εἴδεσιν αὐτοῖς, ὧν κατηγορεῖται, τὸ εἶναι,1 ἀναγκαῖον, εἰ τὸ γένος ὡς γένος τινὸς κατηγορεῖται, τούτου καὶ εἶδός τι κατηγορεῖσθαι, εἰ μὴ προσεχὲς εἶδος εἴη αὐτὸ τοῦ κατηγορουμένου γένους·2 τοῦ γὰρ ζῴου πτηνοῦ κατηγορεῖται μὲν τὸ ζῷον, οὐ μὴν καὶ εἶδος αὐτοῦ κατηγορεῖται, ἐπεὶ αὐτὸ προσεχὲς εἶδός ἐστι τοῦ ζῴου· ὃ παρέλιπε προσθεῖναι, ὅτι μηδὲ χρήσιμον αὐτῷ πρὸς τὸν παραδιδόμενον τόπον ἦν. ἢ καὶ τούτου τὸ εἶδος κατηγορεῖται, εἴ γε αὐτὸ μὲν αὑτοῦ κατηγορεῖται, εἶδος δέ ἐστιν αὐτὸ τοῦ ζῴου. ὄντων δὴ τῶν γενῶν τοιαύτης φύσεως, ἀναγκαίως φησὶ καὶ ὅσα ἔχειν λέγεται γένος τι, τοῦτ’ ἔστιν οἷς ὑπάρχειν τε καὶ συμβεβηκέναι λέγεται γένος τι, τούτοις πάντως καὶ τῶν εἰδῶν τι τῶν τοῦ γένους ὑπάρχειν τε καὶ συμβεβηκέναι. ἀλλὰ καὶ ὅσα παρωνύμως ἀπό τινων γενῶν λέγεται (οὕτως δὲ λέγεται οἷς συμβέβηκέ τι γένος), ἀνάγκη ταῦτα καὶ ἀπὸ εἴδους τινὸς τῶν ἐκείνου τοῦ γένους παρωνύμως λέγεσθαι. οἷον εἰ ἐπιστήμη τινὶ ὑπάρχειν λέγεται, ἀνάγκη τούτῳ καὶ εἶδός τι τῶν ὑπὸ τὴν ἐπιστήμην ὑπάρχειν, ἢ μουσικὴν ἢ γραμματικὴν ἢ ἄλλην τινά· εἰ γὰρ μηδὲν εἶδος ἐπιστήμης ὑπάρχει τινί, οὐδ’ ἂν ὅλως ἐπιστήμη αὐτῷ ὑπάρχοι. ἀλλὰ κἂν παρωνύμως τις ἀπὸ τῆς ἐπιστήμης λέγηται ὡς ὁ ἐπιστήμων, τοῦτον ἀνάγκη καὶ ἀπό τινος τῶν τῆς ἐπιστήμης εἰδῶν παρωνύμως λέγεσθαι· ἢ γὰρ γραμματικὸν ἢ μουσικὸν ἢ γεωμέτρην ἢ ἀπ’ ἄλλης τινὸς ἐπιστήμης· εἰ γὰρ ἀπὸ μηδεμιᾶς, οὐδ’ ἂν τὴν ἀρχὴν ἐπιστήμων λέγοιτο. λαβὼν δὲ τὸ καθόλου καὶ εἰπὼν οἷον εἴ τινος ἐπιστήμη κατηγορεῖται, καὶ γραμματικὴ ἢ μουσικὴ ἢ τῶν ἄλλων τις ἐπιστημῶν κατηγορηθήσεται, μετέβη ἐπὶ τὰ ὡς συμβεβηκότα κατηγορούμενα εἰπὼν καὶ εἴ τις ἔχει ἐπιστήμην ἢ παρωνύμως ἀπὸ τῆς ἐπιστήμης λέγεται· ὅταν γάρ τινος ἡ ἐπιστήμη οὕτως κατηγορῆται ὡς συμβεβηκυῖα αὐτῷ καὶ ὡς ἐχομένη ὑπ’ αὐτοῦ, τούτου ἀνάγκη καὶ τῶν ἐν εἴδει τῆς ἐπιστήμης οὐσῶν ἐπιστημῶν κατηγορεῖσθαί τινα. ἐπεὶ γὰρ ἀληθὲς τοῦτο καθόλου, τὸ οὗ κατηγορεῖταί τι γένος, τούτου καὶ εἶδός τι κατηγορεῖσθαι καὶ μὴ δύνασθαι γένος τι εἶναι ἐν ὑποστάσει μὴ εἴδους τινὸς ὄντος, ἀληθὲς γίνεται καὶ τὸ ᾧ συμβεβηκέναι λέγεταί τι γένος, τούτῳ συμβεβηκέναι τι καὶ τῶν τοῦ γένους ἐκείνου, καὶ τοῦτο, εἴτε μετὰ τοῦ προσθεῖναι τὸ ὑπάρχειν καὶ συμβεβηκέναι τὴν τοῦ γένους κατηγορίαν ποιοῖτο, εἴτε καὶ μὴ προστιθείη μὲν τὸ ὑπάρχειν παρωνύμως δὲ αὐτὸ ἀπὸ τοῦ γένους λέγοι· αἱ γὰρ παρώνυμοι κατηγορίαι, ὡς εἶπε καὶ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, ἀπὸ συμβεβηκότων.

“既然凡属所陈述的事物,种之一也必然被陈述。” 该论题是这样的:既然属不是自身独立存在的,而是在它们所陈述的诸种本身之中具有存在,那么必然地,如果属作为某物的属而被陈述,该事物也必然有其种之一被陈述,除非该事物本身就是所陈述的属的直接之种。因为对于有翼动物而言,动物固然被陈述,但它的种却绝未被陈述,因为它本身就是动物的直接之种;[亚里士多德]之所以略去这一补充,是因为它对他而言对于正在传授的论题也并无用处。或者说,对它而言种也是被陈述的,只要它自身陈述自身,且它自身就是动物的一个种。既然属是具有这样本性的事物,他指出,凡被说成具有某种属的事物,即凡被说成有某种属属于并作为偶性附着于其中的事物,必然完全有该属的某种也属于并作为偶性附着于它们。不仅如此,凡从某些属同源派生地被称呼的事物(凡有某种属作为偶性附着于其中的事物都是这样被称呼的),也必然从该属的某种同源派生地被称呼。例如,如果知识被说成属于某人,必然属于知识之下的种之一也属于此人,或是音乐知识,或是语法知识,或是其他某种知识;因为如果没有任何一种知识属于某人,知识也根本不会属于他。而且,即便某人从知识同源派生地被称为“有知识者”,他也必然从知识的种之一同源派生地被称呼;因为他要么被称为“文法家”,要么被称为“音乐家”,要么被称为“几何学家”,或者从其他某种知识得名;因为如果不从任何一种得名,他起初就不会被称为有知识者。在确立了全称命题并指出“例如若知识陈述某物,语法知识或音乐知识或其他诸知识之一也将被陈述”之后,他转入作为偶性被陈述的事物,说“以及如果某人具有知识或者从知识同源派生地被称呼”;因为当知识这样作为某物的偶性并作为被其所具有者而被陈述时,在该知识之种中的诸知识之一也必然陈述该物。因为既然“凡属所陈述的事物,此物也有种之一被陈述,且若无某种存在,任何属都不可能在现实中存在”在全称上是真实的,那么“凡被说成有某种属作为偶性附着于其中的事物,也有属于该属的事物之一作为偶性附着于它”也就成为真实的了,并且不论是在加上‘属于’和‘作为偶性’来对属进行陈述,还是不加上‘属于’而是从属同源派生地表述它,这一点都是成立的;因为正如他在此书开头所言,同源派生的陈述乃是源自偶性。

语法注2 条
  1. 2.16ἀλλ’ ἐν τοῖς εἴδεσιν αὐτοῖς, ὧν κατηγορεῖται, τὸ εἶναι

    与前半句 οὐκ ἔστιν αὐτὰ καθ’ ἑαυτά 相对照,宾语 τὸ εἶναι 处省略了动词 ἔχει(或主语 τὸ εἶναι 处省略了 ἐστίν)。关系代词 ὧν 的先行词是 τοῖς εἴδεσιν αὐτοῖς,整个短语表明“属在它们所陈述的诸种本身之中具有存在”。

  2. 2.16εἰ μὴ προσεχὲς εἶδος εἴη αὐτὸ τοῦ κατηγορουμένου γένους

    带有 εἰ μή 的从句中的主语 αὐτό 指代前文的 τούτου(被陈述的主体/下位项)。紧随其后的 τοῦ ζῴου πτηνοῦ 构成具体例证:若被陈述的主体本身即为“所陈述的属的直接之种(最下种)”,则其下便不再有其他可作述语的种,从而构成该规则的特例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:160.28-162.3