← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§159.21-160.27

属与种之间相反者的立论与反驳

关于亚里士多德论相反者的论题,作者通过分析属与种的外延大小以及“在某物之中”的含义,证明了在肯定立论中仅有从种到属的过渡成立,而在否定反驳中则仅有从属到种的过渡成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#2

διὸ οὐχ ἱκανὸν πρὸς δεῖξιν τοῦ τὰ ἀντικείμενα τῷ εἴδει ὑπάρχειν τὸ δεῖξαι τῷ γένει αὐτοῦ τὰ ἀντικείμενα ὑπάρχειν. ὁ μέντοι δείξας τῷ εἴδει τινὸς γένους ὑπάρχοντα τὰ ἀντικείμενα πάντως ἔχει δεδειγμένον τὸ καὶ τῷ γένει αὐτοῦ ὑπάρχειν αὐτά. ἐπεὶ γὰρ τὸ εἶδος ὑπὸ τὸ γένος ἐστίν, ἀνάγκη καὶ πάντα τὰ τῷ εἴδει ὑπάρχοντα καὶ ἐν τῷ γένει εἶναι καὶ ὑπ’ αὐτό· καθόλου γὰρ ἀληθὲς τὸ ὅσα ἐν τῷ εἴδει ἐστί, καὶ ἐν τῷ γένει εἶναι. εἰ μὲν γὰρ ἦν ταὐτὸν τὸ ἔν τινι εἶναι τῷ παντὶ ὑπάρχειν, οὐκ ἂν ἦν ἀληθὲς τὸ ὅσα ἐν τῷ εἴδει, καὶ ἐν τῷ γένει· τὸ γὰρ λογικὸν καὶ δίπουν ἐν ἀνθρώπῳ μέν ἐστιν, οὐκέτι δὲ καὶ ἐν ζῴῳ ἂν ἦν, ἐπεὶ μὴ παντὶ ζῴῳ ὑπάρχει· ἀλλ’ οὐδὲ τὸ λευκὸν ἄν ἦν ἐν ἀνθρώπῳ, ὅτι μὴ ἐν παντί· τοὐναντίον γὰρ ἄν ἀληθὲς ἦν τὸ ὅσα ἐν τῷ γένει, καὶ ἐν τῷ εἴδει. ἐπεὶ δὲ μὴ ταὐτόν ἐστι (τὸ γὰρ εἶδος ἐν τῷ γένει ἐν ᾧ ἐστι, καὶ ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ μέν, οὐ μὴν πᾶν ζῷον ἄνθρωπός ἐστιν, οὐδὲ πᾶν γένος εἶδος), ἀνάγκη ὁμολογεῖν ὅτι, ὅσα ἐν τῷ εἴδει ἐστίν, καὶ ἐν τῷ γένει ταῦτά ἐστι, περιεχόμενα ὑπ’ αὐτοῦ. δείξας δὲ πρὸς τὰς κατασκευὰς τὸν μὲν ἀπὸ τῶν γενῶν περὶ τῶν εἰδῶν κατασκευάζοντα τόπον ψευδῆ τὸν δὲ ἀπὸ τῶν εἰδῶν περὶ τῶν γενῶν ἀληθῆ, ἀνάπαλίν φησιν ἔχειν ἐπὶ τῶν ἀνασκευῶν. τὸν μὲν γὰρ ὃ μὴ ὑπάρχει τῷ γένει, τοῦτο μὴ ὑπάρχειν μηδὲ τῷ εἴδει δεικνύντα ἀληθῆ εἶναι· ὃ γὰρ μή ἐστιν ἐν ζῴῳ ὅλως, οὐδὲ ἐν ἀνθρώπῳ· τὸν δὲ ὃ μὴ ὑπάρχει τῷ εἴδει, τοῦτο πειρώμενον δεικνύναι, ὅτι μηδὲ τῷ γένει ὑπάρχει, ψευδῆ· τὸ γὰρ τετράπουν ἢ τὸ ἄλογον οὐχ ὑπάρχει μὲν ἀνθρώπῳ, οὐ μὴν διὰ τοῦτο οὐδὲ ζῴῳ. αἴτιον δὲ τούτου τὸ ἐπὶ πλέον εἶναι τὸ γένος τοῦ εἴδους. ὃ μὲν γὰρ ὑπάρχει τῷ ἐπὶ πλέον τινὸς ὄντι, τοῦτο οὐκ ἀνάγκη ὑπάρχειν καὶ τῷ ἐπ’ ἔλαττόν τε καὶ ὑπ’ αὐτό, εἰ μὴ παντὶ ὑπάρχει τῷ ἐπὶ πλέον· ὃ δὲ τῷ ἐπ’ ἔλαττον ὄντι καὶ ὑπό τι κοινὸν ὑπάρχει, τοῦτο ἀνάγκη καὶ [ἐν] τῷ ἐπὶ πλέον ὄντι καὶ περιέχοντι τοῦτο ὑπάρχειν. πάλιν δ’ αὖ, ὃ μὴ ὑπάρχει τῷ ἐπὶ πλέον ὄντι, οὐδ’ ἂν τῶν ὑπ’ αὐτό τινι ὑπάρχοι· εἰ γὰρ ὑπάρχει τῷ ἐπ’ ἔλαττον, ἀνάγκη ἐν ἐκείνῳ τὸ εἶδος ὅπερ τὸ γένος εἶναι.1 εἰ δέ τι μὴ ὑπάρχει τῷ ἐπ’ ἔλαττον ὄντι, οὐκ ἀνάγκη μὴ ὑπάρχειν τῷ ἐπὶ πλέον· ἄλλῳ γάρ τινι ὑπάρχον τῶν ὑπὸ τὸ γένος δύναται ἐν ἐκείνῳ εἶναι. οἷον ἐπεὶ τῷ ζῴῳ οὐχ ὑπάρχει τὸ ἄψυχον, οὐδὲ τῶν ὑπὸ τὸ ζῷόν τινι· ὁμοίως, ἐπεὶ τὸ χωρὶς αἰσθήσεως εἶναι οὐχ ὑπάρχει τῷ ζῴῳ, οὐδὲ τῶν εἰδῶν τινι αὐτοῦ ὑπάρχει. ἂν δὲ διαβάλλειν τις πειρώμενος τὰ προειρημένα λέγῃ τῷ μὲν ἀνθρώπῳ ὑπάρχειν τὸ ὑπὸ τὸ ζῷον εἶναι, οὐκέτι δὲ καὶ τῷ ζῴῳ (οὐ γάρ ἐστι τὸ ζῷον ὑπὸ τὸ ζῷον), ῥητέον ὅτι καὶ τῷ ζῴῳ ὑπάρχει τὸ ὑπὸ τὸ ζῷον εἶναι. εἰ γὰρ τινὶ ζῴῳ,〈καὶ ζῴῳ〉 ὑπάρχει· τῷ δὲ ἀνθρώπῳ τινὶ ζῴῳ ὄντι ὑπάρχει καὶ τὸ ὑπὸ τὸ ζῷον εἶναι· ὥστε καὶ ζῴῳ· οὐ γὰρ ἔκειτο τοῦτο ἔν τινι εἶναι ὃ ἐν παντὶ αὐτῷ ἐστιν.2

因此,要表明相反者属于种,仅表明相反者属于其属并不足够。然而,表明相反者属于某属之种的人,则完全证明了相反者也属于其属。因为既然种在属之下,凡属于种的一切事物,必然既在属之中又在属之下;因为“凡在种之中的,也都在属之中”在全称上是真实的。设若“在某物之中”与“属于其全部”是同一回事,那么“凡在种之中的也都在属之中”就不会是真实的;因为具有理性和两足虽存在于人之中,却将不再存在于动物之中,既然它们并不属于所有动物;而且白也不会存在于人之中,因为它并不存在于每一个[人]之中;反而倒是“凡在属之中的也都在种之中”会成为真实的了。但既然它们并非同一(因为种是在它所在的属之中,人是在动物之中,但绝非所有动物都是人,也非所有属都是种),便不得不承认:凡在种之中的事物,被属所包摄,也都在属之中。并且,[亚里士多德]在表明了就立论而言,从属论证种的论题是假的,而从种论证属的论题是真实的之后,又指出在反驳方面情况正好相反。因为表明凡不属于属的也不属于种的〔论题〕是真实的(因为凡根本不存在于动物之中的,也不存在于人之中);而试图表明凡不属于种的也不属于属的〔论题〕则是假的(因为有四足或无理性虽不属于人,却绝非因此也不属于动物)。而这的原因在于属的外延大于种。因为属于外延大于某物者的事物,并不必然也属于外延较狭且在其下者,除非它属于外延较广者的全体;但属于外延较狭且在某种共通者之下者的事物,必然也属于外延较广且包摄此事物者。此外,反过来,不属于外延较广者的事物,也不会属于其下的任何事物;因为如果它属于外延较狭者,那么必然在该事物中种就是属本身。但若某物不属于外延较狭者,它并不必然不属于外延较广者;因为通过属于该属之下的某种其他事物,它便能够存在于那个[外延较广的]事物之中。例如,既然无灵魂不属于动物,它也不属于动物之下的任何事物;同样,既然无感觉不属于动物,它也不属于动物的任何一种。但若有人试图驳难前述论断,说“在动物之下”属于人,却不再属于动物(因为动物并不在动物之下),则应当回答说,“在动物之下”也属于动物。因为如果它属于某种动物,它就〈也属于动物〉;既然“在动物之下”属于作为某种动物的人,因而它也属于动物;因为此前并未假定“在某物之中”就是“存在于其全体之中”。

语法注2 条
  1. 2.15ἀνάγκη ἐν ἐκείνῳ τὸ εἶδος ὅπερ τὸ γένος εἶναι

    在“宾格加不定式”结构中,ὅπερ τὸ γένος 作为表语连接 τὸ εἶδος,意为“在该事物(即外延较狭的种)中,种就是属本身”。其逻辑在于:若属所不具有的性质竟然属于种,则种与属的从属关系将被破坏,导致种荒谬地等同于属本身。

  2. 2.15οὐ γὰρ ἔκειτο τοῦτο ἔν τινι εἶναι ὃ ἐν παντὶ αὐτῷ ἐστιν

    动词 ἔκειτο(被假定/规定)的主语是不定式短语 [τὸ] ἔν τινι εἶναι,关系从句 ὃ ἐν παντὶ αὐτῷ ἐστιν 作其表语补足成分(“存在于其全体之中的事物”)。整句结构为:“‘存在于某物之中’此前并未被规定为‘存在于该物的全体之中’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:159.21-160.27