- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:15.15-16.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德对推论种类的划分(100a27)进行注解,概述了基于质料差异将推论分为论证、辩证推论和诡辩的三分法,并通过月食和分娩等具体例证,阐明了论证的前提为何不仅必须真实,还必须是“在先的”、“原因”以及“无中介的”。
" Ἀπόδειξις μὲν οὖν ἐστιν, ὅταν ἐξ ἀληθῶν καὶ πρώτων." Ὁρισάμενος τὸν συλλογισμὸν ἑξῆς τὰ εἴδη τοῦ συλλογισμοῦ λαμβάνει τὰ κατὰ τὴν τῆς ὕλης διαφορὰν δεικνύμενα, καὶ ἕκαστον αὐτῶν, ὅ τι ποτ’ ἐστὶ καὶ ἐν τίνι τὸ εἶναι ἔχει, δείκνυσί τε καὶ ὁρίζεται· οὕτως γὰρ τὰς τῶν συλλογισμῶν διαφορὰς τὰς κατὰ τὸ εἶδος λαμβάνων, ᾧ διαφέρει τῶν ἄλλων συλλογισμῶν ὁ διαλεκτικός, δείξει.1 ἔστι γὰρ εἴδη συλλογισμοῦ παρὰ τὴν τῆς ὕλης διαφορὰν γινόμενα ἀπόδειξις, διαλεκτικὸς συλλογισμός, σόφισμα. ὁ γὰρ συλλογιζόμενος ἢ ἐξ ἀληθῶν δείκνυσιν ἢ ἐξ ἐνδόξων ἢ ἐκ φαινομένων ἐνδόξων· οὐδεὶς γὰρ ἐκ ψευδῶν καὶ ἀδόξων ἅμα συλλογίζεται. καὶ πρῶτόν γε περὶ ἀποδείξεως λέγει· οὗτος γὰρ τῶν συλλογισμῶν κυριώτατος. ἔστι δὲ ἡ ἀπόδειξις ἐπιστημονικὸς συλλογισμός. φησὶ δὴ τὴν ἀπόδειξιν εἶναι ἐξ ἀληθῶν συλλογισμὸν καὶ πρώτων, ἢ ἐκ τοιούτων ἃ διά τινων πρώτων καὶ ἀληθῶν τῆς περὶ αὐτὰ γνώσεως εἴληφε τὴν ἀρχήν, τοῦτ’ ἔστιν εἰ διὰ τοιούτων εἴη δεικνύμενόν τε καὶ συλλογιζόμενον τὸ προκείμενον, οἷς ἀρχαί τε καὶ αἴτια τῆς γνώσεως τὰ ἀληθῆ τε καὶ πρῶτα. οὐ γὰρ πᾶς ὁ ἐξ ἀληθῶν συλλογισμὸς καὶ κυρίως ἀπόδειξις, ἀλλ’ εἰ πρὸς τῷ ἀληθῆ εἶναι τὰ δι’ ὧν ὁ τοιοῦτος δείκνυται συλλογισμός, καὶ πρῶτα εἴη.2 οὕτως γὰρ ἔσται καὶ αἴτια· ὁ γὰρ δι’ αἰτίων συλλογισμὸς ἀπόδειξις· τὰ γὰρ πρῶτα τῶν μετὰ ταῦτά ἐστιν αἴτια. οὐ μόνον δὲ δεῖ τὰ λαμβανόμενα πρῶτα εἶναι τῇ φύσει τῶν δι’ αὐτῶν δεικνυμένων, ἀλλὰ καὶ πρῶτα τῷ ἄμεσα εἶναι καὶ μὴ δείξεως δεῖσθαι. τοιαῦτα γὰρ ὄντα ἔσται γνώριμα ἐξ ἑαυτῶν τῇ φύσει· ἀρχαὶ δὲ ἀποδείξεως τὰ ἐξ αὑτῶν γνώριμα· τὰ δὲ ἄμεσα ἐξ αὑτῶν γνώριμα· ἀναπόδεικτα γάρ. διὰ τοῦτο ὁ μὲν δεικνὺς ὅτι ἐκλείπει ἡ σελήνη διὰ τὸ ἀντιφράττειν αὐτῇ τὴν γῆν ἀποδείκνυσιν· οἷον ἡ σελήνη ἀντιφράττεται ἢ ἐπισκοτεῖται ὑπὸ τῆς γῆς, τὸ ἀντιφραττόμενον ἢ ἐπισκοτούμενον ἐκλείπει· αἴτιον γὰρ τῆς ἐκλείψεως ἡ ἀντίφραξις. ἂν δέ τις τὸ ἀντιφράττειν τὴν γῆν τῇ σελήνῃ δεικνύῃ διὰ τοῦ ἐκλείπειν αὐτήν, οὐκέτι ἀποδείκνυσι κυρίως, καίτοι λαμβάνων ἀληθές· οὐ γὰρ διὰ πρώτου οὐδὲ δι’ αἰτίου δείκνυσι κυρίως τὸ ὕστερόν τε καὶ αἰτιατόν, ἀλλὰ διὰ τοῦ ὑστέρου τὸ πρῶτον· ὕστερον γὰρ ἡ ἔκλειψις τῆς ἀντιφράξεως καὶ δι’ ἐκείνην γινομένη. οὕτως δείκνυσι δι’ ὑστέρου ὁ δεικνὺς τὸ ‘αὕτη τέτοκε’ διὰ τοῦ γάλα ἔχειν· οὐ γὰρ τὸ γάλα αἴτιον τοῦ τετοκέναι, ἀλλὰ τὸ τετοκέναι τοῦ γάλα ἔχειν· ὁ γοῦν διὰ τοῦ τετοκέναι δεικνὺς τὸ γάλα ἔχειν δι’ αἰτίου τε καὶ πρώτου δείκνυσιν. ὁμοίως καὶ ὁ δεικνὺς ὅτι ὁ ἄνθρωπος πνεύμονα ἔχει διὰ τοῦ ἀναπνευστικὸν αὐτὸν εἶναι δι’ ἀληθοῦς μὲν συλλογίζεται, οὐ μὴν διὰ πρώτου· διὸ οὐδὲ ἀποδείκνυσιν. ἂν δὲ ἔμπαλιν διὰ τοῦ πνεύμονα ἔχειν αὐτὸν δείξῃ ὅτι ἐστὶν ἀναπνευστικός, ἀποδείκνυσιν ἤδη. ἀλλὰ καὶ ὁ τὸ ζῷον δεικνὺς ὅτι αἴσθησιν ἔχει διὰ τοῦ αἰσθητικοῦ οὐκ ἀποδείκνυσιν· ἂν μέντοι διὰ τοῦ αἴσθησιν ἔχειν δείξῃ ὅτι καὶ αἰσθητικόν, ἀπέδειξεν. ἐπιζητήσειε δ’ ἄν τις, εἰ ἡ ἀπόδειξις διὰ πρώτων, ὁ δι’ ἀληθῶν μὲν ὑστέρων δὲ συλλογισμὸς τίς ἄν εἴη. ἢ καὶ οὗτος διαλεκτικός· τὰ γὰρ οὕτως ἀληθῆ ὡς ἔνδοξα λαμβάνεται· ἔνδοξον γὰρ τό τε τὴν γάλα ἔχουσαν τετοκέναι καὶ τὸ ἐκλεῖπον ἐπισκοτεῖσθαι. ἢ κυρίως μὲν ἐκεῖνος ἀπόδειξις, δευτέρως δὲ καὶ οὗτος· ὡς γὰρ πρὸς ἡμᾶς, ἐπεὶ ἡμῖν γνωριμώτερα τὰ λαμβανόμενα. πρώτως μὲν οὖν καὶ κυρίως ἀπόδειξις ὁ διὰ πρώτων, ὡς εἴρηται, συλλογισμός.
“当推论出自真实且在先的前提时,它就是论证。” 在定义了推论之后,他接着探讨了按照质料差异所表明的推论诸物种,并指明且定义了它们之中的每一者究竟是什么以及其存在寄托于何物;因为通过这样探求推论按照形式的差异,他将指明辩证推论凭借什么而区别于其他推论。因为根据质料的差异而生成的推论物种有:论证、辩证推论和诡辩。因为进行推论的人,要么从真实的事物出发进行证明,要么从通俗的事物出发,要么从看似通俗的事物出发;因为没有人会同时从虚假且非通俗的事物出发进行推论。他首先谈到论证;因为这是各种推论中最本真的。论证即是科学性的推论。于是他说,论证是出自真实且在先的前提的推论,或者出自通过某些在先且真实的事物而获得关于它们自身的知识本原的那些前提;也就是说,如果摆在面前的主题是通过这样一些前提被证明和推论出来的,而这些前提获得知识的本原和原因正是那些真实且在先的事物。因为并非每一个出自真实前提的推论就本真地是论证,而只有当用于证明此类推论的前提除了真实之外同时也是在先的,它才是论证。因为这样一来它们也将成为原因;因为通过原因进行的推论才是论证;在先的事物乃是后继事物的原因。而且,所采纳的前提不仅应当在本性上在先于通过它们被证明的事物,还必须以自身无中介且不需要证明这种方式而在先。因为由于具有这种性质,它们在本性上将成为因自身可知的事物;而论证的本原乃是因自身可知的事物;无中介的事物也是因自身可知的事物;因为它们是不可论证的。因此,通过大地遮蔽月亮而表明月亮发生月食的人,是在进行论证;例如“月亮被大地遮蔽或遮掩;被遮蔽或遮掩的天体发生月食”;因为遮蔽是月食的原因。但如果有人通过月亮发生月食来表明大地遮蔽月亮,那么即使他采纳了真实的前提,他也不再是本真地进行论证;因为他并不是通过在先的事物和原因本真地表明后继的事物和结果,而是通过后继的事物表明在先的事物;因为月食在遮蔽之后,且是由遮蔽所引起的。通过具有乳汁来表明“该妇人生育了”的人,也是这样通过后继的事物进行证明的;因为乳汁并非生育的原因,生育才是具有乳汁的原因;无论如何,通过生育表明具有乳汁的人,乃是通过原因和在先的事物进行证明。同样地,通过人具有呼吸能力而表明人具有肺的人,虽然是通过真实的前提进行推论,但绝非通过在先的前提;因此他也没有进行论证。但反过来,如果他通过人具有肺而表明人具有呼吸能力,他就已经是在进行论证了。不仅如此,通过动物具有感觉能力而表明动物具有感觉的人,也没有进行论证;然而,如果他通过动物具有感觉而表明其也具有感觉能力,他就完成了论证。但有人可能会问:如果论证是通过在先的前提进行的,那么通过真实但在后的前提进行的推论又是什么呢?难道这也是辩证推论吗?因为像这样真实的事物是被当作通俗之见采纳的;因为“具有乳汁的妇人已经生育”以及“发生月食的天体被遮掩”,都是通俗之见。或者说,那一推论本真地是论证,而这一推论则是第二位的论证?因为由于所采纳的前提对我们而言更为可知,所以这是相对于我们的论证。因此,正如前文所说,第一位且本真的论证乃是通过在先的前提所作的推论。
- 1.3οὕτως γὰρ τὰς τῶν συλλογισμῶν διαφορὰς τὰς κατὰ τὸ εἶδος λαμβάνων, ᾧ διαφέρει τῶν ἄλλων συλλογισμῶν ὁ διαλεκτικός, δείξει.
分词 λαμβάνων 表示方式或手段(“通过探求……”),修饰主句主语(亚里士多德)。关系代词与格中性单数 ᾧ 相当于间接疑问词 ᾧτινι(“凭借什么/在哪一方面”),引导作主动词 δείξει 宾语的间接疑问节(属于“方式或差异的与格”)。
- 1.3ἀλλ’ εἰ πρὸς τῷ ἀληθῆ εἶναι τὰ δι’ ὧν ὁ τοιοῦτος δείκνυται συλλογισμός, καὶ πρῶτα εἴη.
这是承接前文否定句 οὐ γὰρ πᾶς ὁ ἐξ ἀληθῶν συλλογισμὸς καὶ κυρίως ἀπόδειξις 的省略结构,需补足为 ἀλλ’ [ἐστὶν ἀπόδειξις] εἰ...(“只有当……时[才是论证]”)。介词短语 πρὸς τῷ 搭配不定词 εἶναι 表示递进追加(“除了……之外”),其逻辑主语由后随的 τὰ δι’ ὧν... 充任。
