← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§158.8-159.21

属与种中相反者的归属关系

亚历山大解释了亚里士多德提出的用于表明相反者属于同一事物的论题(111a14)。他基于本质述谓与偶性的区分,阐明了为何由属推到种可能出错(因为相反者仅作为偶性属于属),而由种推到属则是必然为真的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#1

" Πρὸς δὲ τὸ δεῖξαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχοντα." Τόπον τινὰ ἡμῖν παραδίδωσιν, ᾧ χρῆσθαι δυνησόμεθα πρὸς τὰ προβλήματα, ἐν οἷς πρόκειται δεῖξαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχοντα, οἷον ὅτι περὶ αἴσθησίν ἐστιν ὀρθότης καὶ ἁμαρτία ἢ περὶ ὑπόληψιν τἀληθές τε καὶ τὸ ψεῦδος. ὁ δὲ τόπος οὗτός φησι δεῖν ἐπισκοπεῖν εἰ τῷ γένει τοῦ προκειμένου, ὅ τι ἂν ᾖ γένος αὐτοῦ, τἀναντία ὑπάρχει, κἂν ᾖ τοῦτο οὕτως ἔχον, δεικνύναι χρωμένους αὐτῷ ὅτι καὶ περὶ τὸ προκείμενόν ἐστι τἀναντία. οἷον ἐπεὶ τὸ αἰσθάνεσθαι κρίνειν τί ἐστι (γένος γὰρ τῆς αἰσθήσεως ἡ κρίσις· κρίνομεν γὰρ οὐκ αἰσθήσει μόνον ἀλλὰ καὶ νῷ), κρίνειν δὲ ἔστι καὶ ὀρθῶς καὶ ἡμαρτημένως, εἴη ἂν καὶ τῷ αἰσθάνεσθαι ἄμφω ὑπάρχοντα. πάλιν εἰ ὑπόληψις ἔστι ψευδὴς καὶ ἀληθής, εἴη ἂν καὶ δόξα· εἶδος γὰρ ὑπολήψεως ἡ δόξα. οὕτως μὲν οὖν ἀπὸ τοῦ γένους ἐστὶν ὁρμωμένους περὶ τοῦ εἴδους δεῖξαι ὅτι αὐτῷ τἀναντία ὑπάρχει. ἔστι δὲ καὶ ἀνάπαλιν ἀπὸ τοῦ εἴδους περὶ τοῦ γένους δεικνύναι. ζητουμένου γὰρ εἰ διάθεσις ἔστι φαύλη καὶ σπουδαία, εὑρόντες ἐπὶ εἴδους τινὸς τῆς διαθέσεως ἄμφω ταῦτα διὰ τούτου ἂν δεικνύοιμεν ὅτι καὶ τῇ διαθέσει ἄμφω ὑπάρχει. οἷον ἐπεὶ ἡ τέχνη εἶδός ἐστι τῆς διαθέσεως (διαθέσεις γὰρ οὐ μόνον αἱ ἐπιστῆμαί τε καὶ τέχναι ἀλλὰ καὶ αἱ ἀρεταί), ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλόν τε καὶ τὸ σπουδαῖον (τῶν γὰρ τεχνῶν αἱ μέν εἰσι φαῦλαι αἱ δὲ σπουδαῖαι· αὐτὸς γὰρ τῷ τῆς ἐπιστήμης ὀνόματι κοινότερον ἀντὶ τῆς τέχνης χρῆται), ὑπάρχοι ἂν καὶ τῇ διαθέσει γένει οὔσῃ τῆς τέχνης τὸ φαῦλόν τε καὶ τὸ σπουδαῖον. ὁμοίως πάλιν, εἰ τῇ δόξῃ τὸ ψεῦδός τε καὶ τὸ ἀληθές, ὑπάρχοι ἂν καὶ τῇ ὑπολήψει. Εἰπὼν δὲ γίνεσθαι τὴν κατασκευὴν τοῦ τὰ ἀντικείμενά τινι ὑπάρχειν καὶ ἀπὸ τοῦ γένους τῷ εἴδει καὶ ἀπὸ τοῦ εἴδους τῷ γένει, φησὶ τὸν μὲν ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος μεταβαίνοντα καί, διότι τῷ γένει τὰ ἀντικείμενα ὑπάρχει, ἀξιοῦντα καὶ τῷ εἴδει αὐτοῦ ὑπάρχειν ψευδῆ εἶναι, τὸν δὲ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος μεταβαίνοντα ἀληθῆ. καὶ τούτου τὴν αἰτίαν ἀποδίδωσιν. ὅτι γὰρ μὴ ἀναγκαῖον, ὅσα τῷ γένει ὑπάρχει, καὶ τῷ εἴδει ὑπάρχειν, διὰ τοῦτο οὐκ ἀληθὴς ὁ πρῶτος. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ὅσα δὲ συμβέβηκε τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν εἰδῶν αὐτοῦ ἀνάγκη συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται καὶ ὅσα ἑνί τινι εἴδει τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι, ἀλλ’ οὐ διὰ τοῦτο καὶ πᾶσι τοῖς ὑπὸ τὸ ζῷον. τὰ δὴ οὕτως συμβεβηκέναι λεγόμενα τῷ γένει οὐκ ἀνάγκη καὶ τῷ εἴδει συμβεβηκέναι. ἀλλ’ οὐδὲ ὅσα ὑπάρχει τῷ γένει τῷ ἐν τῇ οὐσίᾳ εἶναί τινος εἴδους, τῶν ὑπ’ αὐτό τινι.1 ὡς συμβεβηκότα δὲ ὑπάρχει τῷ γένει καὶ τὰ ἀντικείμενα· οὐ γὰρ οἷόν τε ἐν τῇ οὐσίᾳ τινὸς γένους εἶναι τὰ ἀντικείμενα (οὕτως γὰρ ἂν ἅμα τε εἴη τὰ ἀντικείμενα καὶ ἀχώριστα ἀλλήλων), ἀλλ’ ὅτι τῶν ὑπὸ τὸ γένος τὰ μὲν τοῖά ἐστι τὰ δὲ τοῖα, οἷον τὰ μὲν σπουδαῖα τὰ δὲ φαῦλα, ἢ τὰ μὲν λευκὰ τὰ δὲ μέλανα, τούτῳ λέγεται τὰ ἀντικείμενα εἶναι ἐν τῷ γένει. ἀλλὰ καὶ τὸ διαιρεῖσθαι ταῖς ἀντικειμέναις διαφοραῖς οὕτως ὑπάρχει τῷ γένει· οὕτως γὰρ ἐν τῷ ζῴῳ τὸ τετράπουν τε καὶ μή.

“至于表明相反者属于同一事物。” [亚里士多德]传授给我们一个论题,我们可以将其运用于那些旨在表明相反者属于同一事物的问题,例如正误属于感觉,或者真假属于见解。这个论题指出,应当考察相反者是否属于所提出的事物的属——无论其属是什么;若是如此,便当借助它表明,相反者也属于所提出的事物。例如,既然感知是一种判断(因为判断是感觉的属;事实上我们不仅通过感觉,而且通过智性进行判断),并且既可以正确地判断也可以错误地判断,那么两者也就都属于感知。再者,如果见解有真有假,那么信念也就有真有假;因为信念是见解的一个种。因此,从属出发,可以表明相反者属于种。然而,反过来从种出发就属加以表明也是可能的。因为当探讨性向是否存在劣与善时,只要我们在性向的某种之中发现了这两者,便能借此表明这两者也属于性向。例如,既然技艺是性向的一个种(因为不仅知识与技艺,美德也是性向),且劣与善属于技艺(因为在诸技艺中,有些是劣的,有些是善的;亚里士多德本人将“知识”之名更宽泛地用以代替“技艺”),那么劣与善也将属于作为技艺之属的性向。同样,如果假与真属于信念,它们也将属于见解。 在指出确立相反者属于某物既可以从属到种,也可以从种到属之后,他说,从属过渡到种、并因为相反者属于属就主张它们也属于其种的〔论题〕是假的,而从种过渡到属的〔论题〕则是真的。并且他给出了其原因。因为凡属于属的事物未必也都属于种,正因如此第一个〔论题〕不是真的。因为凡存在于属的实体之中并充实其所是的事物,必然也都属于种,因为属是同义地述说种的。然而,凡偶性地属于属的事物,却绝非必然偶性地属于其每一个种;因为凡偶性地属于属内某一个种的事物,或者甚至属于该种的实体之中的事物,也都被说成是偶性地属于属的;例如,白偶性地属于动物,因为天鹅作为动物是白的,但这并不因此属于动物之下的所有事物。因此,被说成以此种方式偶性地属于属的事物,并不必然也偶性地属于种。不仅如此,凡由于存在于某种的实体之中而属于属的事物,也[不必然]属于其下的某[其他]事物。相反者也是作为偶性而属于属的;因为相反者不可能存在于某个属的实体之中(若如此,相反者将同时存在且互不分离),而是因为属之下的事物有些是这样,有些是那样——例如有些是善的,有些是劣的,或者有些是白的,有些是黑的——依此相反者才被说成是在属之中。而且,被相反的种差所划分也是以此种方式属于属的;因为有四足与无四足正是这样存在于动物之中的。

语法注1 条
  1. 2.15ἀλλ’ οὐδὲ ὅσα ὑπάρχει τῷ γένει τῷ ἐν τῇ οὐσίᾳ εἶναί τινος εἴδους, τῶν ὑπ’ αὐτό τινι.

    这是一个承前省略了主句谓语(如 ἀνάγκη ὑπάρχειν 或 συμβεβηκέναι)的省略句。与格短语 τῷ ἐν τῇ οὐσίᾳ εἶναι 表手段或原因(“由于存在于某种的实体之中”)。句末的 τῶν ὑπ’ αὐτό τινι 指“其下的某[其他]事物”,延续了前文的否定语意(即并非必然属于其下的每一个事物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:158.8-159.21