← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§156.19-158.7

通过换用更清晰的名词进行反驳与确立

作者注释了亚里士多德在《论题篇》卷二第5章(111a8)中提出的论题,即用更易懂清晰的名词替换晦涩名词,并结合辩证法(关于德性与见解)、修辞学、日常用语以及柏拉图著作中的例子,说明其在推翻与确立论题中的双重功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

" Ἔτι τὸ μεταλαμβάνειν εἰς τὸ γνωριμώτερον ὄνομα." Ὁ τόπος ἐκ μεταλήψεως· ἐπεὶ γὰρ πᾶν εὐεπιχειρητότερον γίνεται σαφέστερον γενόμενον, φησὶ δεῖν μεταλαμβάνειν τὸ ἀσαφέστερον εἰς τὸ σαφέστερον καὶ οὕτως ἐπιχειρεῖν πειρᾶσθαι· εὐπορωτέρα γὰρ ἡ πρὸς τὸ σαφὲς ἐπιχείρησις. χρήσιμος δὲ ἡ εἰς τὸ σαφὲς μετάληψις ὁμοίως καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν· καὶ γὰρ ἀνασκευάσαι τι βουλόμενοι μεταλαβόντες εἰς τὸ σαφέστερον ῥᾷον δείξομεν καὶ κατασκευάσαι. ἀνασκευάσαι μὲν γὰρ βουλόμενοι καὶ δεῖξαι, ὅτι ὁ σπουδαῖος οὐκ ἔστι πολυπράγμων, τὴν πολυπραγμοσύνην1 μεταλαβόντες εἰς φιλοπραγμοσύνην ῥᾷον ἀνασκευάσομεν τὸ προκείμενον.2 ὁ μὲν γὰρ πολυπράγμων οὐδέπω φανερὰν ἁμαρτίαν σημαίνειν δοκεῖ, εἴ γε πολυπράγμων μέν ἐστιν ὁ ἐν πολλοῖς κυλιόμενος πράγμασιν, δύναται δὲ τοῦτο καὶ ἀπὸ τύχης τινὶ περιγενέσθαι· ὁ δὲ φιλοπράγμων διάθεσιν ἤδη καὶ οἰκειότητα τὴν πρὸς τὰ πράγματα δηλοῖ καὶ σπουδὴν καὶ αἵρεσιν, ὃ ἀλλότριον τοῦ σπουδαίου. πάλιν δὲ εἰ κατασκευάσαι βουλοίμεθα ὅτι πᾶσα ὑπόληψις τοῦ σπουδαίου ἀκριβής, ἐπεὶ τὸ ἀκριβὲς οὐδέπω γνώριμον (δοκεῖ γὰρ καὶ τὸ ἀναγκαῖον σημαίνειν· ἀκριβὴς γὰρ δοκεῖ εἶναι ἡ δι’ ἀναγκαίων γενομένη, ὃ οὐ πᾶσα σπουδαίου ὑπόληψις ἔχει· γίνονται γὰρ ὑπολήψεις τῷ σπουδαίῳ καὶ περὶ τῶν ἐνδεχομένων), μεταλαμβάνοντες τὸ ἀκριβὲς εἰς τὸ σαφὲς ἢ εἰς τὸ ἀληθὲς εὐκολώτερον τὸ προκείμενον δείξομεν· πᾶσα γὰρ ἡ τοῦ σπουδαίου ὑπόληψις σαφής τε καὶ διηρθρωμένη καὶ ἀληθής. ὁμοίως καὶ πρὸς τὸν οἰκείαν τινὰ ὑπόληψιν περί τινος ἐκτιθέμενον, οἷον περὶ ἡδονῆς ὁποία αὐτῷ εἶναι δοκεῖ, ὁ μὲν λέγων ἀκριβῆ αὐτοῦ τὴν ὑπόληψιν εἶναι οὐδέπω γνωρίμως λέγει· εἰ δὲ τὸ ἀκριβὲς εἰς τὸ σαφὲς μεταλάβοι, γνώριμον ἂν ὃ λέγει ποιήσειεν. ἔστι δὲ καὶ τὸν μὲν σπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντας τὴν φιλοπραγμοσύνην εἰς πολυπραγμοσύνην (τὸ γὰρ καὶ περὶ τῶν οὐρανίων τε καὶ φύσει συνεστώτων ἐξετάζειν τε καὶ ζητεῖν πολυπραγμονεῖν ἐστι· τοιοῦτος δὲ ὁ σπουδαῖος), τὴν δὲ τοῦ σπουδαίου ὑπόληψιν οὐ σαφῆ, μεταλαμβάνοντας τὸ σαφὲς εἰς τὸ ἀκριβές· εἰ γὰρ τὸ μὲν ἀκριβὲς ἀναγκαῖον, οὐ πᾶσα δὲ ὑπόληψις τοῦ σπουδαίου * * * ἀκριβὴς εἴη, ὥστε οὐδὲ σαφής. τούτῳ τῷ τόπῳ χρωμένους ἔνεστι δεικνύναι3 ποτὲ μὲν ὅτι 〈ὁ〉 σπουδαῖος οὐ σώφρων, μεταλαβόντας τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἄλληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ, οὐκ ἂν εἴη ὁ σπουδαῖος ἐγκρατής· ὥστε οὐδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη τῇ ἐγκρατείᾳ. πάλιν δ’ αὖ δεικνύναι τις δυνήσεται τὸν σπουδαῖον ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος ἐν ὁμολογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἀλλήλας εἴη, ἡ δὲ τῶν τῆς ψυχῆς δυνάμεων ὁμολογία πρὸς ἀλλήλας σωφροσύνη. οὕτως καὶ ὁ Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ ὑπὲρ ὧν ἔδωκε, μετέλαβε τὸ ‘ἔδωκεν’ εἰς τὸ ‘ἀπέδωκεν’. ἀλλὰ καὶ ὁ Θουκυδίδης, βουληθεὶς παροξῦναι τοὺς Ἀθηναίους πρὸς τοὺς Μιτυληναίους, τὴν ἀπόστασιν αὐτῶν εἰς τὴν ἐπανάστασιν μετέλαβε. καὶ ἡ συνήθεια δὲ πλήρης τῆς τοιαύτης χρήσεως μεταλαμβανόντων ἀεὶ τὰ ὀνόματα εἰς τὰ ἐμφαντικώτερα, τὸ τέμνειν εἰς τὸ κατατέμνειν καὶ τὸ ἐσθίειν εἰς τὸ κατεσθίειν καὶ τὸ μειδιᾶν εἰς τὸ γελᾶν· μεταλαμβάνουσι δὲ καὶ τὸν μὲν πανοῦργον εἰς τὸν φρόνιμον τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, καὶ τὸν μὲν πρᾷον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον τὸν δὲ ἐλευθέριον εἰς τὸν ἄσωτον, καὶ τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτως καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας εἰς τοὺς ἠλιθίους μεταλαμβάνει.

“此外,替换为更易懂的语词。” 这一论题出自替换。因为当一切事物变得更加清晰时,就都变得更容易被论证,所以他说应当将较不清晰的替换为较清晰的,并以此方式尝试进行论证;因为针对清晰之物的论证更为容易进行。而替换为清晰之物对于推翻与确立同样有用;因为无论我们意图推翻某事还是确立某事,只要替换为更清晰之物,我们就能更容易地予以表明。因为若我们意图推翻并表明有德者并非多管闲事之人,只要将多管闲事替换为好弄事务,我们便能更容易地推翻当下的论题。因为多管闲事者似乎尚未表示明显的过错,只要多管闲事者是指卷入诸多事务之中的人,而这种情况也可能因偶然发生在某人身上;但好弄事务者则已经表明了对于事务的倾向、亲近、热忱以及抉择,而这与有德者是不相容的。反之,如果我们意图确立有德者的每个见解都是精确的,既然精确尚未易懂(因为它似乎也表示必然的;因为通过必然之物产生出来的见解才似乎是精确的,而并非有德者的每个见解都具有此点;因为有德者也会产生关于偶然之事的见解),只要将精确替换为清晰或真,我们便能更容易地表明当下的论题;因为有德者的每个见解都是清晰、分明且真实的。同样,针对阐述自己关于某事的某种见解的人,例如关于在他看来快乐是何种事物的人,说他的见解精确的人,尚未以易懂的方式表达;但如果他将精确替换为清晰,他便会使自己所说的话成为易懂的。此外,通过将好弄事务替换为多管闲事,也可能表明有德者是好弄事务的(因为甚至考察并探究天体以及由自然构成之物也是多管闲事;而有德者正是这样的人);而通过将清晰替换为精确,[也可能表明]有德者的见解并非清晰的;因为如果精确即必然,而并非有德者的每个见解都是* * *精确的,因而也就不是清晰的。运用这一论题,有时可以通过将节制之人替换为自制之人,来表明有德者并非节制的;因为如果自制之人的灵魂各部分互不谐调,而有德者的各部分彼此谐调,那么有德者就不会是自制的;从而,如果节制与自制是同一的,他也就不是节制的。但反过来,如果将自制替换为节制,人们也将能够表明有德者是自制的,只要有德者处于灵魂诸能力彼此一致的状态,而灵魂诸能力彼此的一致正是节制。德摩斯梯尼在想要确立不应当对腓力因其所给予之物心怀感激时,也是这样将“给予”替换为“奉还”的。修昔底德在想要激起雅典人对密提林人的愤怒时,同样将他们的“背离”替换为“叛乱”。日常用语也充满了这样的用法,人们总是将语词替换为更具表现力的语词,将“切”替换为“剁碎”,将“吃”替换为“吞食”,将“微笑”替换为“大笑”;人们也将奸诈者替换为明智者,将鲁莽者替换为勇敢者,将温和者替换为懒惰且迟钝者,将慷慨者替换为放荡者,将节俭者替换为吝啬者。柏拉图《高尔吉亚篇》中的卡利克勒也是这样将节制者替换为愚蠢者的。

语法注3 条
  1. 2.14ἔστι δὲ καὶ τὸν μὲν σπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντας τὴν φιλοπραγμοσύνην εἰς πολυπραγμοσύνην

    非人称动词 ἔστι(可能)统领不定词 δεῖξαι(表明),修饰一般动作主体的分词 μεταλαβόντας(替换)采用宾格复数。短语 τὸν μὲν σπουδαῖον φιλοπράγμονα 构成 δεῖξαι 的宾语从属结构(“表明有德者是好弄事务的”)。

  2. 2.14ἀνασκευάσαι μὲν γὰρ βουλόμενοι καὶ δεῖξαι, ὅτι ὁ σπουδαῖος οὐκ ἔστι πολυπράγμων, τὴν πολυπραγμοσύνην μεταλαβόντες εἰς φιλοπραγμοσύνην ῥᾷον ἀνασκευάσομεν τὸ προκείμενον.

    分词 βουλόμενοι(意图)与 μεταλαβόντες(替换)均为主格复数,与主动词 ἀνασκευάσομεν(我们将推翻)的第一人称复数主语保持一致。句首由 βουλόμενοι 统领两个不定词 ἀνασκευάσαι(推翻“有德者多管闲事”这一肯定性题旨)与 δεῖξαι(表明有德者并非多管闲事)。

  3. 2.14τούτῳ τῷ τόπῳ χρωμένους ἔνεστι δεικνύναι

    非人称动词 ἔνεστι(可能)统领不定词 δεικνύναι(表明),宾格复数分词 χρωμένους(对于使用……的人而言 / 通过使用)指涉一般论辩者。与格 τούτῳ τῷ τόπῳ 是分词所依附的动词 χρῶμαι 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:156.19-158.7