← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§155.1-156.18

依据目的与偶性确立和推翻属性归属

注疏者阐释了亚里士多德《论题篇》第8卷第2章(110b33)关于“这也属于这”之确立与推翻的命题。他结合医学、欲望、感觉及虚空等具体事例,展示了如何利用目的、趋向目的之手段、偶性(或感觉之专有、共通、偶性对象)等区分在关系概念中进行确立与推翻的论证论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13

" Καὶ εἶναι δὲ τόδε τοῦδε ἢ μὴ εἶναι ἐκ τῶν αὐτῶν τόπων κατασκευαστέον." Χρησάμενος τοῦ ἀμφιβόλου παραδείγματι τῷ τὴν αὐτὴν ἐπιστήμην πλειόνων εἶναι καὶ δείξας κατὰ πόσα σημαινόμενα τὴν αὐτὴν οἷόν τε λέγεσθαι πλειόνων ἐπιστήμην (καὶ γὰρ ὅτι “τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος” καὶ ὅτι τῶν ἀντικειμένων ὡς τελῶν καὶ ὅτι “ὡς τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός”), καθόλου φησὶν ἐκ τούτων τῶν τόπων κατασκευαστέον ἢ ἀνασκευαστέον καὶ τὸ εἶναι τόδε τοῦδε. οἷον ἂν τὴν ἰατρικὴν ποιητικὴν ὑγείας ἢ ὅλως τινὸς ἐπιστήμην κατασκευάσαι θέλωμεν, δείξομεν κατά τι τούτων τὴν ἰατρικὴν ποιητικὴν τῆς ὑγείας ἢ ὅ τι ἂν ᾖ τὸ δεικνύμενον ἐπιστήμην οὖσαν· ἢ γὰρ ὡς τέλους, ὡς τῆς ὑγείας (εἴη δ’ ἂν καὶ τῆς νόσου οὕτως ὡς ἐναντίου τῷ τέλει), ἢ ὡς πρὸς τὸ τέλος, ὡς τινος τῶν ὑγείας ποιητικῶν, ἢ ὡς κατὰ συμβεβηκός, ὡς τῆς εὐχροίας, ὡς ἐάν γε μήτε ὡς πρὸς τὸ τέλος συντελοῦντος τοῦ προκειμένου1〈ᾖ〉 ἡ ἰατρικὴ ἐπιστήμη μήτε ὡς τέλους μήτε ὡς κατὰ συμβεβηκός, οὐδ’ ἂν τὴν ἀρχὴν εἴη ἡ ἰατρικὴ τοῦ προκειμένου. ὅτι γοῦν οὐκ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη μελῶν τε καὶ ῥυθμῶν, δείκνυμεν διὰ τοῦ μήτε πρὸς τὸ τέλος τὸ τῆς ἰατρικῆς συντελεῖν τι ταῦτα μήτε τέλη αὐτῆς εἶναι μήτε συμβεβηκέναι αὐτὰ ἐκείνων τινί, ἢ τῷ τέλει ἢ τῶν πρὸς τὸ τέλος τινί. ὁμοίως, ἂν λέγῃ τις τὴν ῥητορικὴν ἐπιστήμην δικαίων, δείξαντες ὅτι μήτε ὡς τέλους ἐστίν (οὐ γὰρ τέλος ῥητορικῆς τοῦτο), μήτε ὡς ποιητικοῦ τέλους (οὐ γὰρ τὰ δίκαια ποιητικὰ τοῦ τῆς ῥητορικῆς τέλους), ἀνεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα· οὐδὲ γὰρ κατὰ συμβεβηκός ἐστιν αὐτῆς· οὐ γὰρ συμβέβηκε τῷ τέλει τῆς ῥητορικῆς τὸ δίκαιον. πάλιν εἰ ἡ ἐπιθυμία εἶναι λέγοιτό τινος, ἢ ὡς τέλους εἴη ἂν αὐτοῦ ἢ ὡς τῶν πρὸς τὸ τέλος ἢ κατὰ συμβεβηκός· οὗ γὰρ ἂν ᾖ ἡ ἐπιθυμία, ἢ ὡς τέλους εἴη 〈ἄν,〉 οἷον ὑγείας, ἢ ὡς τῶν πρὸς τὸ τέλος, οἷον τοῦ τμηθῆναι ἢ καθαρθῆναι, δι’ ὧν ἡ ὑγεία γίνεται, ἢ κατὰ συμβεβηκός, ὡς ὁ φιλόγλυκυς οἴνου ἐπιθυμεῖ· οὐ γὰρ ᾗ οἶνος, ἀλλὰ διότι γλυκύς, διὰ τοῦτ’ αὐτοῦ ὡς φιλόγλυκυς ἐπιθυμεῖ· συμβέβηκε γὰρ τῷ ἐπιθυμουμένῳ ὑπ’ αὐτοῦ (τοῦτο δὲ ἦν τὸ γλυκύ) οἴνῳ εἶναι. ὅτι γὰρ μὴ2 καθ’ ὃ οἶνος ἐπιθυμεῖ αὐτοῦ, δῆλον ἐκ τοῦ τοῦ αὐστηροῦ οἴνου μὴ ἐπιθυμεῖν τὸν φιλόγλυκυν οὐδὲν ἔλαττον οἴνου καὶ αὐτοῦ ὄντος· ἀλλὰ καὶ διὰ τοῦ γλυκέος τινὸς καὶ μὴ οἴνου ὄντος ἐπιθυμεῖν αὐτὸν δεικνύοιτ’ ἂν τὸ αὐτό. τὸ δὲ καὶ ὅσα ἄλλα λέγεται πλειόνων πρόσκειται, ἵνα μὴ ἐπιστήμης μόνον καὶ ἐπιθυμίας ὁ λόγος ᾖ 〈ἢ〉 τούτων μόνον ἃ πλειόνων ὄντα ἐστὶ τῶν προειρημένων, ἢ ὡς τέλους ἢ ὡς πρὸς τὸ τέλος ἢ κατὰ συμβεβηκός, ἀλλὰ καὶ εἴ τινα ἄλλα πλειόνων ἐστὶν ἄλλων τινῶν καὶ μὴ τούτων, ὥσπερ ἡ αἴσθησις· οὖσα γὰρ πλειόνων ἄλλων ἐστί· πλειόνων γὰρ ἡ αἴσθησις, ὅτι ἢ τοῦ ἰδίου ἢ τοῦ κοινοῦ ἢ τοῦ κατὰ συμβεβηκός. καὶ αὐτὸς οὕτως δείκνυσι, φέρε εἰπεῖν ὅτι μή ἐστιν ἀκοὴ χρωμάτων ἀντιληπτική· οὔτε γὰρ ὡς ἰδίου αἰσθητοῦ (ἴδιον γὰρ αὐτῆς οἱ ψόφοι) οὔτε ὡς κοινοῦ (οὐ γάρ ἐστι κοινὸν αἰσθητὸν τὸ χρῶμα· τὸ γάρ τινος αἰσθήσεως ἴδιον οὐ κοινόν), ἀλλ’ οὐδὲ κατὰ συμβεβηκός· οὐ γὰρ συμβέβηκε τοῖς ψόφοις τὸ χρῶμα. ἀλλὰ καὶ τὸ κενὸν δεικνύοις ἂν μὴ ὂν αἴτιον κινήσεως τῷ τετραχῶς λεγομένου τοῦ αἰτίου κατὰ μηδένα τῶν τρόπων τὸ κενὸν αἴτιον εἶναι τῇ κινήσει.3 τοῦτον δὲ τὸν τόπον ἐν τοῖς πρός τι χρήσιμόν φησιν εἶναι· τὸ γάρ τί τινος λέγειν εἶναι καὶ ἄλλο ἄλλου ἐν τοῖς πρός τι. οὕτως, κἂν λέγῃ τις ἐπιθυμεῖν τινα νόσου, ἀνασκευάσομεν δείξαντες ὅτι μήτε ὡς τέλους μήτε ὡς πρὸς τὸ τέλος μήτε κατά τι συμβεβηκὸς οἷόν τέ τινα ἐπιθυμεῖν νόσου.

“而这也属于这,或者不属于,必须从同样的论题中来确立。” 在使用了关于同一门知识属于多件事物这一双关语句的例证,并指明了同一门知识能够在多少种含义上被说成属于多件事物之后(因为它可以被说成是“关于目的及趋向目的之物的知识”,以及关于作为诸目的的对立之物的知识,还有“作为关于其自身以及依偶性而言之物的知识”),他全称地说,也必须从这些论题出发来确立或推翻这也属于这。例如,如果我们意图确立医学是产生健康的,或普遍地说是某种事物的知识,我们就会依据这些含义中的某一种来表明医学是产生健康的,或者无论被表明的是什么,都是关于它的知识。因为这要么是作为关于目的而言,如关于健康(按这种方式它也可以是关于疾病的,因为疾病与目的相对立),要么是作为关于趋向目的之物而言,如关于产生健康的某种事物,要么是作为依偶性而言,如关于好气色;因为倘若医学既非作为当下的论题趋向目的有所贡献的知识,亦非作为目的,亦非作为依偶性而言,那么医学从根本上就根本不会属于当下的论题。至少,我们之所以表明医学并非关于旋律和节律的知识,就是由于它们既不对医学的目的有任何贡献,亦非其目的,亦未曾依偶性属于那些事物中的任何一者——无论是属于目的,还是属于趋向目的之物中的任何一者。同样地,如果有人说修辞学是关于公正之事的知识,那么只要指出它既非作为关于目的而言(因为这不是修辞学的目的),亦非作为关于产生目的之物而言(因为公正之事并不产生修辞学的目的),我们便推翻了这一问题;因为公正之事也并不依偶性属于它,毕竟公正并未依偶性附属于修辞学的目的。再次,如果欲望被说成是关于某种事物的欲望,那么它要么是关于作为目的的它而言,要么是关于趋向目的之物而言,要么是依偶性而言。因为凡有欲望之处,它要么是作为关于目的而言,例如关于健康;要么是作为关于趋向目的之物而言,例如关于被切除或被泻下,健康正是通过它们而产生的;要么是依偶性而言,正如好甜食者欲望葡萄酒那样;因为并非在其作为葡萄酒而言,而是因为它是甜的,他才作为好甜食者为了这一缘故而欲望它;因为对于被他所欲望的事物(即甜的东西)而言,成为葡萄酒乃是偶然附加上去的。因为,他并非就其为葡萄酒而言欲望它,这从好甜食者并不欲望苦涩的葡萄酒这一点显而易见,尽管苦涩的葡萄酒本身丝毫不减其为葡萄酒;而且通过他欲望某种并非葡萄酒的甜物,同样的事情也能被表明。而加上“以及凡其他被说成属于多件事物的事物”这句,是为了使论述不仅局限于知识与欲望,或者不仅局限于那些虽属于多件事物但仅属于上述诸区分者(要么作为目的,要么作为趋向目的,要么依偶性),而且也是为了扩展到倘若有任何其他事物属于并非这些而是另外的某些多数事物的情况,正如感觉那样。因为感觉虽属于多数事物,却是属于另外的事物;因为感觉属于多数事物,是由于它要么属于专有对象,要么属于共通对象,要么属于偶性对象。他本人也正是这样表明的,比方说,听觉并非把握颜色的感觉;因为既非作为关于专有感觉对象而言(因为声音对听觉而言是专有的),亦非作为关于共通对象而言(因为颜色并非共通感觉对象,毕竟属于某种感觉的专有对象并不是共通的),但甚至亦非依偶性而言;因为颜色并没有依偶性附属于声音。但人们也可以通过“尽管原因是以四种方式被述说的,然而在任何一种方式上虚空都不是运动的原因”这一事实,来表明虚空并不是运动的原因。并且他说,这一论题在诸关系词中是有用的;因为说某物是属于某物的,另一物是属于另一物的,乃是属于关系词之列的。同样地,即便有人说某人欲望疾病,我们也能够通过指出人们既不可能将其作为目的、亦不可能将其作为趋向目的之物、亦不可能依某种偶性而欲望疾病,来推翻这一命题。

语法注3 条
  1. 2.13ὡς ἐάν γε μήτε ὡς πρὸς τὸ τέλος συντελοῦντος τοῦ προκειμένου 〈ᾖ〉 ἡ ἰατρικὴ ἐπιστήμη μήτε ὡς τέλους μήτε ὡς κατὰ συμβεβηκός, οὐδ’ ἂν τὴν ἀρχὴν εἴη ἡ ἰατρικὴ τοῦ προκειμένου

    连词 ὡς 引导一个表原因或说明性理由的从句(“鉴于……”或“既然……”),其内部嵌套了一个由 ἐάν 条件从句(ἐάν μήτε... μήτε... ᾖ)和带有 ἄν 的愿望语气主句(οὐδ’ ἂν... εἴη)构成的条件假定结构。τοῦ προκειμένου 既是分词短语 συντελοῦντος 的逻辑主语,又充当主句中 εἴη ἡ ἰατρικὴ 的属格补足语。

  2. 2.13τὸ δὲ καὶ ὅσα ἄλλα λέγεται πλειόνων πρόσκειται, ἵνα μὴ...

    中性定冠词 τό 将亚里士多德原文中的引语“καὶ ὅσα ἄλλα λέγεται πλειόνων”名词化,作为被动态动词 πρόσκειται(“被附加上”)的语法主语。随后的 ἵνα 从句则说明了这一补充表述的目的与意图。

  3. 2.13τῷ τετραχῶς λεγομένου τοῦ αἰτίου κατὰ μηδένα τῶν τρόπων τὸ κενὸν αἴτιον εἶναι τῇ κινήσει

    这是一个由与格冠词 τῷ 统辖不定词短语 τὸ κενὸν αἴτιον εἶναι τῇ κινήσει 构成的表示手段或原因的与格结构(“通过……这一事实”)。其内部嵌套了属格绝对结构 τετραχῶς λεγομένου τοῦ αἰτίου(“尽管原因是以四种方式被述说的”),起到让步或背景说明的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:155.1-156.18