← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§153.21-154.31

多义命题的推翻与确立之法

亚历山大以医学事例(医学涉及健康与良好体态或好气色)说明了双关命题的推翻与确立,指出应当仅做有用的区分而非列举所有含义,并阐明了在多义性对论敌显明与否时应当采取的不同论难策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12#2

οἷον ἂν λέγῃ τις τὴν ἰατρικὴν ἐπιστήμην εἶναι ὑγείας καὶ εὐεξίας, ἂν δείξωμεν ὅτι μήτε τοῦ μὲν ὡς ποιητικοῦ τοῦ δὲ ὡς τέλους τούτων ἐστὶ μήτε ὡς δύο τελῶν (οὐ γάρ ἐστιν ἡ εὐεξία ἐναντία τῇ ὑγείᾳ οὐδὲ τέλος τῶν ἀντικειμένων τοῖς ὑγιεινοῖς, ἅπερ ἐστὶ τὰ νοσώδη· οὕτως δὲ ἡ αὐτὴ πλειόνων ὡς τελῶν), ἀλλὰ μηδὲ ὡς τοῦ μὲν καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός (οὐ γὰρ συμβέβηκε τῇ ὑγείᾳ ἡ εὐεξία), ἀνῃρηκότες ἂν εἴημεν τὸ κείμενον. ὁμοίως πάλιν, ἂν λέγῃ τις τὴν οἰκοδομικὴν οἰκίας τε καὶ ὑγείας ἐπιστήμην εἶναι. ὡς δὲ ἐπὶ τούτου τοῦ παραδείγματος οὕτως δεῖ ποιεῖν ἐπὶ πάντων τῶν ἀμφιβόλων τῶν ἐχόντων τινὰ ζήτησιν. Δεῖν δέ φησι τὴν διαίρεσιν ποιούμενον τῶν τοιούτων καὶ οὕτως λεγομένων μὴ εἰς πάντα τὰ σημαινόμενα διαιρεῖν ἀλλ’ εἰς τὰ χρήσιμα πρὸς τὸ προκείμενον. εἰ μὲν γὰρ εἴη προκείμενον ἡμῖν κατασκευάσαι τὸ πρόβλημα, εἰς ταῦτα, ἐφ’ ὧν οἷοί τε ἐσόμεθα δεῖξαι τὸ προκείμενον καὶ κατασκευάσαι, διαιρετέον· εἰ δὲ ἀνασκευάσαι, πάλιν ταῦτα ληπτέον ἐφ’ ὧν 〈ἂν〉 α δυναίμεθα δεῖξαι ὅτι μὴ ὑπάρχει τὸ τιθέμενον ὑπάρχειν. εἰ μὲν γὰρ εἴη κείμενον τὸ τὴν ἰατρικὴν εἶναι ὑγείας καὶ εὐχροίας, διαιροῦντα τὸ πλειόνων εἶναι τὴν αὐτὴν ἐπιστήμην ἢ ὡς τελῶν ἢ ὡς τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος (κατ’ οὐδέτερον γὰρ τούτων τῶν τρόπων ἡ ἰατρικὴ ὑγείας τε καὶ εὐχροίας ἐστί) δεῖ ἀνασκευάζειν τὸ πρόβλημα· εἰ δέ τις πάλιν λέγοι μὴ εἶναι τὴν ἰατρικὴν ὑγείας καὶ εὐχροίας, αὐτὸν δεικνύντα1 ὅτι μία ἐπιστήμη πλειόνων λέγεται, ὅταν τοῦ μὲν καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός, οὕτως δὲ καὶ ἡ ἰατρικὴ τῶν προκειμένων ἐστί. δύναταί τις καὶ ὡς καθόλου λεγομένου τοῦ διαιρεῖσθαι δὲ ὁσαχῶς χρήσιμον2 ἐπὶ πάντων τῶν πολλαχῶς λεγομένων ἀκούειν, ὥς τισιν ἔδοξεν, οὐκ ἐπὶ μόνου τοῦ ἐπιστήμην εἶναι μίαν πλειόνων. διττοῦ γὰρ ὄντος τοῦ ‘ἐπίσταμαι πάντα τὸν τὰς πλείους εἰληφότα ψήφους ὅτι νενίκηκεν’ (ἢ γὰρ καθ’ ὃ ὥρισται τοῦτο καθόλου, ἢ ὅτι τοὺς καθ’ ἕκαστον πάντας, ὅπερ οὐχ οἷόν τε), χρὴ ἐπὶ τοῦτο ἄγοντας δεικνύναι ὅτι ‘καὶ μὴν τόνδ’ οὐκ οἶδας ὅτι νενίκηκεν· οὐκ ἄρα πάντας τοὺς νενικηκότας καὶ τὰς πλείους εἰληφότας ψήφους ἐπίστασαι’. ὅμοιον τοῦτο, οὗ καὶ αὐτοῦ Θεόφραστος ἐν τῷ Περὶ τῶν ποσαχῶς μέμνηται, τὸ ἐπίστασθαι πᾶν τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας· ἢ γὰρ ὡς καθόλου ἢ ὡς καθ’ ἕκαστα πάντα. ἀνασκευάζειν οὖν θέλοντας τὸ ὅτι ὁ γεωμέτρης ἐπίσταται πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχον τὰς τρεῖς γωνίας, χρὴ ἐπὶ τὰ καθ’ ἕκαστα μετάγειν τὸν λόγον (καὶ γὰρ τοῦτο σημαίνεται) καὶ λαβόντας ὅτι ὃ μὴ οἶδέ τις ὅτι ἐστὶ τρίγωνον, οὐδ’ εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει οἶδε, τόδε τι προχειρισαμένους λέγειν ὅτι ‘τοῦτο δὲ οὐκ οἶδεν· οὐδ’ ἄρα, εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει, οἶδεν· οὐ πᾶν ἄρα οἶδε’. δεῖν δέ φησι καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτω ποιεῖσθαι τὴν διαίρεσιν, ἂν λανθάνῃ ποσαχῶς λέγεται. ἂν γὰρ ᾖ γνώριμον τὸ ποσαχῶς λέγεται, κατάφωροι παράγοντές τινα καὶ πρὸς τὸ χρήσιμον αὑτοῖς ποιούμενοι τὴν διαίρεσιν ἐσόμεθα. ὅταν οὖν ᾖ γνώριμα τὰ σημαινόμενα, πάντα ἐκθέμενοι ἐφ’ ὧν μὲν δείξομεν οὕτως ἔχον, ἐφ’ ὧν δὲ μὴ δυνάμενον οὕτως ἔχειν, ὡς εἶπεν ἐπὶ τῶν ὁμωνύμων, ἂν μὴ ἐπὶ πάντων ὁμοίως οἷόν τε ᾖ· οὕτως γὰρ οὐ δόξομεν εὐπορεῖν λόγων πρὸς τὸ πρόβλημα.3

例如,如果有人说医学是关于健康与良好体态的知识,如果我们证明医学之属于它们既非作为一者为致因、另一者为目的,亦非作为两个目的(因为良好体态既非健康的对立面,亦非与健康之物相对立者即致病之物的目的;而同一门知识属于作为诸目的的多个事物乃是依这种方式),甚至亦非作为一者就其自身而言、另一者依偶性而言(因为良好体态并未附属于健康),我们便推翻了所设定的命题。同样地,如果有人说建筑术是关于房屋与健康的知识,情况亦然。而正如在这一事例中那样,对于包含某种探究的所有双关语句,也必须同样行事。 并且他说,对这类事物及依此方式被述说的事物进行划分的人,不应划分入所有被表示的意义,而应划分入对当下的论题有用的意义。因为如果确立该问题是摆在我们面前的论题,就应当划分入我们能够在其中证明并确立当下面临之论题的那些意义;但如果是推翻它,则又应当选取我们能够在其中证明所设定具有的性质并不具有的那些意义。因为如果设定了医学是关于健康与好气色的,就应当通过划分同一门知识属于多件事物要么作为诸目的、要么作为一者为目的而另一者趋向目的(因为依这两种方式的任何一种,医学都不是关于健康与好气色的),来推翻这一问题;但如果有人反过来说医学不是关于健康与好气色的,[立论者]本人就应当指出,当一者就其自身而言、另一者依偶性而言时,一门唯一的知识就被称为属于多件事物,而医学对于当下的论题而言正是依这种方式成立的。人们也可以如同某些人所认为的那样,将“依有用之处的多寡来进行划分”理解为是对所有以多种意义被述说的事物全称地说的,而不仅是对一门唯一的知识属于多件事物而言。因为既然“我知道每一个获得多数票的人都胜诉了”具有双重含义(要么依据这一点已被全称地规定,要么是指知道每一个个别的人,而后者是不可能的),就应当将论证引向后者,指出“然而你并不知道这个人胜诉了;因此你并非知道所有胜诉且获得多数票的人”。与此类似的,是泰奥弗拉斯托斯本人在《论以多种方式被述说的事物》中所提及的:知道每一个三角形的三个内角都等于两直角;因为这要么是作为全称而言,要么是作为个别的所有事物而言。因此,凡意图推翻几何学家知道每一个三角形的三个角都等于两直角这一论断的人,就应当将论点转移到各个具体个别的事物上(因为这同样是被表示的意思),并且在预先设定凡人们不知道其为三角形者、人们也不知道其是否等于两直角的前提下,提出某个特定之物并说道:“但他并不知道这个;因此他也不知道其是否等于两直角;所以他并非知道每一个[三角形]”。 并且他说,在这些情况下也如同在同名异义的事物上一样,如果尚未被察觉是以多少种方式被述说的,就应当这样来进行划分。因为如果以多少种方式被述说是显而易见的,我们对论敌的诱导以及为了自身的便利而进行划分的做法就将显露无遗。因此,当被表示的诸含义显明时,就应当如他在同名异义的事物上所说的那样,列出所有含义,并指明在某些含义上情况是如此的,而在另一些含义上则不可能如此(如果不可能在所有含义上都一律做到的话);因为这样一来,我们就不会显得在面对该问题时陷于论证的困乏。

语法注3 条
  1. 2.12αὐτὸν δεικνύντα

    此处与前文的 δεῖ ἀνασκευάζειν τὸ πρόβλημα(“应当推翻该问题”)形成对称。语法上省略了主句谓语动词(如 δεῖ),宾格加分词 αὐτὸν δεικνύντα 充当了由 δεῖ 所统辖的隐含有结构的主语与谓语动作,意为“[立论者]本人应当指出……”。

  2. 2.12ὡς καθόλου λεγομένου τοῦ διαιρεῖσθαι δὲ ὁσαχῶς χρήσιμον

    动词 ἀκούειν(“理解为”、“听作”)以 ὡς 加上属格结构(此处 τοῦ διαιρεῖσθαι... 是由中性定冠词名词化的引语短语,καθόλου λεγομένου 为其表语分词)作为补充补足语,整个句式意为“将‘依有用之处的多寡来进行划分’理解为是被全称地述说的”。

  3. 2.12οὕτως γὰρ οὐ δόξομεν εὐπορεῖν λόγων πρὸς τὸ πρόβλημα

    此处呼应亚里士多德原文(110b32)的“为了不显得……或论据困乏(πρὸς τὸ μὴ δοκεῖν ... ἢ οὐκ εὐπορεῖν λόγων)”。字面上作“因为这样一来我们便不会显得对该问题拥有充裕的论据”,但否定词 οὐ 紧贴 εὐπορεῖν,表达的是避免显出论据匮乏(即不会被认为无计可施)这一辩证策略上的意图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:153.21-154.31