- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:152.5-153.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论题篇》卷八第二章(110b16)从词汇的同名异义转向语句的双关性(amphiboly),亚历山大详述了“同一门知识属于多件事物”这一命题所具有的多重含义,并阐明了如何依据这些划分全称地或特称地推翻或确立论题。
" Πάλιν ὅσα μὴ καθ’ ὁμωνυμίαν λέγεται πολλαχῶς ἀλλὰ κατ’ ἄλλον τρόπον." Ἐπεὶ τῶν πολλαχῶς λεγομένων τὰ μὲν ἐν ὀνόμασι τὸ διττὸν ἔχει, ἃ καλοῦμεν ὁμώνυμα, τὰ δὲ ἐν λόγῳ, ἃ ἀμφίβολα καλεῖν αὐτοῖς ἔθος, εἰπὼν πῶς δεῖ πρὸς τὰ προβλήματα ἐπιχειρεῖν ἐν οἷς ὁμώνυμόν τι κεῖται, νῦν λέγει περὶ τῶν ἐν λόγῳ τὸ διττὸν ἐχόντων, τοῦτ’ ἔστι τῶν ἀμφιβόλων, καὶ πῶς καὶ ἐπὶ τούτων ἢ ἀνασκευάσομεν ἢ κατασκευάσομεν τὸ πρόβλημα ὑπογράφει. ἐπεὶ γὰρ ὁ λόγος ὁ λέγων τὴν αὐτὴν ἐπιστήμην πλειόνων εἶναι πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος (ἢ γὰρ οὕτως πλειόνων ἡ αὐτὴ καὶ μία ἐπιστήμη ὡς τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος, οἷον οἰκοδομικὴ καὶ οἰκίας ἐστὶν ἐπιστήμη ὡς τέλους καὶ δι’ ὧν οἰκία γίνεται, ἅπερ ἐστὶ πρὸς τὸ τέλος· πλειόνων οὖν ἡ αὐτή. ὁμοίως ἰατρικὴ ὑγείας καὶ τῶν ὑγείας ποιητικῶν, οἷον διαίτης, τομῆς, καύσεως. λέγεται πάλιν μία πλειόνων ἐπιστήμη καὶ ὡς τελῶν, ὡς λέγομεν τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην, ὑγείας μὲν καὶ νόσου τὴν ἰατρικήν, ἡρμοσμένου δὲ καὶ ἀναρμόστου τὴν μουσικήν, εὐεξίας δὲ καὶ καχεξίας τὴν γυμναστικήν· ὁ γὰρ εἰδὼς εὐεξίαν τε καὶ καχεξίαν οὐχ οὕτως οἶδεν ἄμφω ταῦτα ὡς τὸ μὲν ποιητικὸν τὸ δὲ τέλος, ἀλλ’ ὡς ἀμφότερα τέλη· ὡς γὰρ ἡ εὐεξία τέλος ἐστὶ τῶν εὐεκτικῶν, οὕτως καὶ ἡ καχεξία τῶν καχεκτικῶν· εἰ οὖν ἡ γυμναστικὴ ἀμφοτέρων τούτων ἐστὶν ἐπιστήμη, εἴη ἂν ἐπιστήμη δύο τελῶν· καὶ γὰρ εἰ μὴ τέλος τῆς ἀλειπτικῆς ἡ γνῶσίς τε καὶ ποίησις τῆς καχεξίας, ἀλλ’ αὐτή γε ἡ καχεξία τέλος ἐστίν· ὥστε καὶ ὁ ἐπιστήμην ἔχων ταύτης ὡς τέλους ἂν ἐπιστήμην ἔχοι· οὐδὲν γὰρ μᾶλλον ἡ εὐεξία τέλος ἐστὶ τῶν εὐεκτικῶν ἢ ἡ καχεξία τῶν καχεξίας ποιητικῶν. πάλιν κατ’ ἄλλο σημαινόμενον λέγεται μία πλειόνων ἐπιστήμη, ὅταν τοῦ μὲν καθ’ αὑτὸ ᾖ τοῦ δὲ κατὰ συμβεβηκός· λέγεται γὰρ ἡ ἐπιστήμη οὐ μόνον τούτων εἶναι ὧν ἐστι προηγουμένως, ἀλλὰ καὶ τῶν τούτοις συμβεβηκότων· ἡ γὰρ ἰατρική ἔστι μὲν προηγουμένως ὑγείας γνωστική, κατὰ συμβεβηκὸς μέντοι καὶ εὐχροίας καὶ εὐπνοίας, ἃ συμβέβηκε τῇ ὑγείᾳ καὶ τῷ ὑγιαίνοντι, ἀλλὰ καὶ ὄντος· καὶ γὰρ τοῦτο τῇ ὑγείᾳ συμβέβηκε. πάλιν τοῦ μὲν δεῖν τὸν ἐπιστήμένον χαλᾶν ἢ τὸν νοσοῦντα κούφως τρέφειν καθ’ αὑτό ἐστιν ἡ ἰατρικὴ γνωστική, τοῦ δὲ δεῖν τάδε τινὰ προσφέρειν ὡς χαλαστικά, οἷον μελίκρατον, ἢ τοῖσδε τρέφειν ὡς κούφοις, οἷον ἰχθύσι, κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ μὲν εἶναι χαλαστικῷ τοῖς δὲ κούφοις τε καὶ εὐδιοικήτοις. καὶ ὁ γεωμέτρης καθ’ αὑτὸ μὲν οἶδεν ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, κατὰ συμβεβηκὸς δὲ ὅτι τὸ ἰσόπλευρον· οὐ γὰρ ᾗ ἰσόπλευρον, ταύτῃ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἀλλ’ ᾗ τρίγωνον, ὃ ὑπάρχει τῷ ἰσοπλεύρῳ· εἰδὼς οὖν καθ’ αὑτὸ καθ’ ὃ τρίγωνον, κατὰ συμβεβηκὸς οἶδεν ὅτι τὸ ἰσόπλευρον· συμβέβηκε γὰρ τῷ τριγώνῳ ἰσοπλεύρῳ εἶναι), ἐπεὶ τοίνυν ὁ λόγος οὗτος1 πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος, ὡς ἐδείχθη, χρὴ ὡς ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τοῦ τοιούτου καὶ ὅλως τῶν ἀμφιβόλων ποιεῖν. εἰ γὰρ κατὰ μηδὲν τῶν σημαινομένων δείξαιμεν μίαν ἐπιστήμην τῶνδέ τινων πλειόνων ὄντων οὖσαν, εἴημεν ἂν καθόλου ἀνῃρηκότες τὸ εἶναι τὴν αὐτὴν ἐπιστήμην πλειόνων [ὄντων]. ἢ δείξαντες κατὰ τί τῶν σημαινομένων μὴ οὖσαν μίαν τῶνδέ τινων πλειόνων ὄντων, εἴημεν ἂν καὶ οὕτως ἀνῃρηκότες τὸ πᾶσαν.2 πάλιν δέ, ἂν ᾖ κείμενον τὸ τήνδε τὴν ἐπιστήμην μὴ εἶναι τῶνδε πλειόνων ὄντων, δείξαντες κατὰ τι τῶν σημαινομένων οὖσαν αὐτὴν πλειόνων ὄντων τῶνδε ἐπιστήμην εἴημεν ἂν πάλιν ἀνῃρηκότες τὸ κείμενον.
“再次,凡不是依据同名异义性而是依另一种方式在多种意义上被述说的事物。” 因为在以多种意义被述说的事物中,有些在单一名称中具有双重意义,我们称之为同名异义的,而另一些则在语句中具有双重意义,按他们的习惯称之为双关的;在谈及了对于其中设定了某种同名异义项的问题应当如何进行论难之后,他现在谈论那些在语句中具有双重意义的事物,即双关的事物,并概述了对于这些事物又当如何推翻或确立问题。因为既然声称同一门知识属于多件事物的命题表示多种含义且是双关的(因为同一门唯一的知识属于多件事物,要么如同属于目的和趋向目的之事,例如建筑术既是作为目的的房屋的知识,也是作为趋向目的之物、房屋借以生成的那些事物的知识;因此同一门知识属于多件事物;同样地,医学既是关于健康的,也是关于产生健康之物如饮食、切开、烙术的;再次,一门唯一的知识也被称为如同属于诸目的那样属于多件事物,正如我们说对立者的知识是同一的,医学是关于健康与疾病的,音乐是关于协调与不协调的,体操是关于良好体态与不良体态的;因为懂得良好体态与不良体态的人并不是将这两者理解为一个为致因、另一个为目的,而是将两者都理解为目的;因为正如良好体态是产生良好体态之物的目的,不良体态也同样是产生不良体态之物的目的;因此,如果体操是关于这两者的知识,它就将是关于两个目的的知识;因为即使不良体态的认知与产生并非涂油术的目的,但不良体态本身确实是一个目的;从而拥有其知识的人也将拥有作为目的之物的知识;因为良好体态作为产生良好体态之物的目的,并不比不良体态作为产生不良体态之物的目的更是如此;再次,依另一种被表示的意义而言,当一门唯一的知识关于一者是就其自身而言、关于另一者是偶性而言时,它也被称为属于多件事物;因为知识被说成不仅关于它首要涉及的那些事物,也关于附属于它们的事物;因为医学固然首要地是对健康的认知,但依偶性而言也是对好气色和呼吸顺畅的认知,而这些乃是附属于健康和健康者的,甚至也是对存在的认知;因为这同样附属于健康;再次,对于知者应当缓解病势或应当以清淡之物滋养病人,医学是就其自身而言予以认知的,但对于应当使用某些特定之物如蜜水作为缓解之物,或以某些特定之物如鱼类作为清淡之物来进行滋养,医学则是依偶性而言予以认知的;因为对于前者而言适于缓解是偶性的,对于后者而言清淡且易于消化也是偶性的;几何学家就其自身而言知道三角形的内角等于两直角,但依偶性而言知道等边三角形亦然;因为并非就其为等边而言具有等于两直角之和的内角,而是就其为三角形而言,而这属于等边三角形;因此,既然依其为三角形而在自身意义上知道它,他便是依偶性知道等边三角形亦然;因为成为等边三角形乃是附属于三角形的),那么,既然如上所示这一命题表示多种含义且是双关的,就应当如同在同名异义的事物上那样,在这样的语句以及一般的双关事物上也同样行事。因为如果我们依被表示意义的任何一种都证明对于作为多个的这些特定事物并不存在一门唯一的知识,我们便将全称地推翻了同一门知识属于多件事物这一论断。或者,如果证明了依被表示意义的某一种而言,对于作为多个的这些特定事物并不存在一门唯一的知识,我们也将以此方式推翻了全称命题。反过来,如果设定了这门特定的知识不属于作为多个的这些事物,那么通过证明依被表示意义的某一种而言它确实是作为多个的这些事物的知识,我们也将再次推翻所设定的命题。
- 2.12ἐπεὶ γὰρ ὁ λόγος ... ἐπεὶ τοίνυν ὁ λόγος οὗτος
由 ἐπεὶ γάρ 引导的原因从句因插入了对“同一门知识属于多件事物”的多重含义的漫长举例说明(括号内文字)而中断,随后通过 ἐπεὶ τοίνυν ὁ λόγος οὗτος 进行照应性重提(resumptive ἐπεί),并引出主句 χρὴ ... ποιεῖν。
- 2.12τὸ πᾶσαν
τὸ πᾶσαν 是一处包含省略的冠词短语,指代前述的全称命题(即声称在所有意义上均成立、或所有事物皆如此的全称断言)。它与前文的 καθόλου ἀνῃρηκότες(全称地推翻)相对照,表示仅通过展示某一特定意义下的不成立,即可推翻“全称命题”(全称成立的主张)。
