- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:150.29-152.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了利用基于协议的论证(基于假说的推论)来确立全称命题的具体步骤与适用条件,并阐述了在多义性广为人知时进行立论与驳论的划分方法。
ἂν γὰρ προσυνθέμενοι, ὡς ἐπὶ τινὸς ψυχῆς ἔχει, οὕτως καὶ ἐπὶ πάσης ἔχειν, δείξωμεν τινὰ ψυχὴν ἀθάνατον, ἔχοιμεν ἂν διὰ τὴν ὁμολογίαν καὶ τὸ πᾶσαν ἀθάνατον εἶναι. ὁμοίως, ἂν προλάβωμεν ὅτι, ὡς ἐπὶ μιᾶς αἰσθήσεως, οὕτως καὶ ἐπὶ πασῶν, δείξαντες ἐπὶ μιᾶς, οἷον τῆς ἁφῆς, ὅτι διὰ πάθους τὴν ἀντίληψιν ποιεῖται, ἔχοιμεν ἂν ὅτι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἀντικειμένων· ἂν γὰρ ὡμολογημένον ᾖ τὸ 〈ὡς〉 ἐπὶ τινὸς τῶν ἀντικειμένων, οὕτως καὶ ἐπὶ τῶν ἄλλων, δειχθέντος ὅτι τῶν πρός τι ἡ αὐτὴ ἐπιστήμη ἢ ὅτι τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνεται, εἴη ἂν κείμενον τὸ καὶ ἐπὶ τῶν ἄλλων ἀντικειμένων οὕτως ἔχειν. Τοῦτο δέ φησι δεῖν ποιεῖν, τὸ διαιρεῖν καὶ ἐπὶ τίνος οὐχ οὕτως ζητεῖν καὶ οὕτως ἐξ ὁμολογίας δεικνύναι, ὅταν μὴ εὐπορῶμεν διά τινος κοινοῦ καὶ πᾶσιν ἐφαρμόζοντος τοῖς ὑπὸ τὸ καθόλου τὴν δεῖξιν ποιήσασθαι. ἂν γὰρ οἷόν τε ᾖ, ἐκείνως δεικνύναι χρή, ὡς ὁ γεωμέτρης δείκνυσι καθόλου τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχον, καὶ μὴ δι’ ὁμολογίας καὶ συνθήκης αὐτὸ λαμβάνειν. ἂν γὰρ καθόλου τις δύνηται διὰ τοῦ αὐτοκινήτου δεῖξαι τὴν ψυχὴν ἀθάνατον, ἐκείνως δεικτέον. ὡς δὲ τὸ καταφατικὸν ἐξ ὁμολογίας ἔδειξε κατασκευαζόμενον, οὕτως καὶ τὸ ἀποφατικὸν ἐξ ὁμολογίας ἔνεστι κατασκευάσαι. ἂν γὰρ ᾖ προκείμενον δεῖξαι ὅτι μηδεμία ψυχὴ ἀθάνατος, κατασκευάζοντες τοῦτο ληψόμεθα τὸ εἰ ἡτισοῦν ψυχὴ θνητή, ὅτι καὶ πᾶσαι,1 καὶ δείξαντες τὰς τῶν φυτῶν ἢ τὰς τῶν ἀλόγων θνητὰς εἴημεν ἂν διὰ τὴν ὁμολογίαν ἔχοντες ὅτι καὶ πᾶσα τοιαύτη. Ταῦτα μέν, ἂν λανθάνῃ πολλαχῶς λεγόμενον, χρὴ ποιεῖν. ἐὰν δὲ μὴ λανθάνῃ ἀλλ’ ᾖ γνώριμον ὅτι λέγεται πολλαχῶς, δεῖν φησι διαίρεσιν αὐτοῦ ποιησάμενον ἢ ἐπὶ πάντων τῶν σημαινομένων ὁμοίως ἔχον δεικνύναι τὸ λεγόμενον καὶ οὕτως ἀνασκευάζειν τὸ κείμενον, ὡς ἐπὶ τοῦ εἰ φιλοσοφητέον ἐδείχθη, ἢ πάλιν ὅτι ἐπ’ οὐδενός, εἰ εἴη τὸ κείμενον καταφατικόν, οἷον ἂν μὲν ᾖ κείμενον τὸ δέον εἶναι τὸν σοφὸν πολιτεύεσθαι, γνωρίμου ὄντος ὅτι τὸ δέον ὁμώνυμον, διελομένους αὐτὸ εἰς τὰ σημαινόμενα, τό τε καλὸν [καὶ ἀναγκαῖον] καὶ συμφέρον, δεικνύντας ὅτι2 κατὰ μηδέτερον τῶν σημαινομένων πολιτεύσεται ὁ σοφός, ἂν δ’ ὅτι μὴ δέον ἐστί, πάλιν δεικνύντας ὅτι κατ’ ἄμφω τῷ σοφῷ πολιτευτέον. ἢ εἰ μὴ οἷόν τε εἴη κατ’ ἀμφότερα τὰ σημαινόμενα ἢ κατασκευάζειν ἢ ἀναιρεῖν τὸ κείμενον, τότε χρὴ διαιρεῖν καὶ δεικνύναι κατὰ μέν τι τῶν σημαινομένων οὕτως ἔχον αὐτὸ κατὰ δέ τι ἀντικειμένως, ἀλλ’ οὐχ ἁπλῶς, ὡς ἐτέθη· οἷον τὸ πολιτεύεσθαι τὸν σοφὸν κατὰ μὲν τὸ καλὸν δέον, κατὰ δὲ τὸ συμφέρον οὐ δέον· οὕτως γὰρ ἐσόμεθα δεδειχότες ὅτι οὐδέτερον ἁπλῶς. εἰπὼν δὲ ὡς ἐπὶ δύο ὄντων τῶν σημαινομένων τὸ μὲν τὸ δ’ οὔ, προσέθηκεν ὁ δ’ αὐτὸς λόγος κἂν πλείω ᾖ εἰς ἃ διαιρεῖται· ἐροῦμεν γὰρ ὁμοίως πάλιν ὅτι ‘τὰ μὲν τὰ δ’ οὔ’.
因为如果我们在预先约定了正如在某种灵魂上成立、在每一种灵魂上也同样成立之后,证明了某种灵魂是不朽的,那么借助该协议,我们也将获得每一种灵魂都是不朽的。同样地,如果我们预先设定正如在一种感觉上成立、在所有感觉上也同样成立,并在一种感觉(例如触觉)上证明了它是通过受动来进行感知的,那么我们也将获得在其余感觉上亦同样如此。同样的论理也适用于对立者;因为如果已经约定正如在对立者之一上成立、在其余对立者上也同样成立,那么在证明了属关系的知识是同一的、或者相反者由相反者生成之后,在其余对立者上也同样成立这一点便将被确定下来。但他主张,只有当我们无法借由某种共通且适用于全称项下所有事物的根据来进行论证时,才应当采取这种做法,即进行划分、探寻在何种情况下不如此成立、并以此方式从协议出发来进行证明。因为如果可能的话,就应当按照另一种方式证明,如同几何学家全称地证明三角形具有等于两直角之和的内角那样,而不应当借由协议和约定来获得它。因为如果有人能够借由自身运动这一根据全称地证明灵魂是不朽的,那就应当按那种方式予以证明。正如他展示了肯定命题可以从协议出发得以确立一样,否定命题同样也可以从协议出发得以确立。因为如果摆在面前的任务是证明没有灵魂是不朽的,那么在确立此点时,我们将假定:如果任何一种灵魂是会死的,则所有的灵魂亦然;而在证明了植物的灵魂或无理性动物的灵魂是会死的之后,借由该协议,我们便将获得每一种灵魂都是如此的。这些做法是在其以多种意义述说未被察觉时应当采取的。 但是,如果并未被忽略、而是众所周知它乃是在多种意义上被述说的,他说,人们在对其进行了划分之后,要么必须证明所说之事在所有被表示的意义上都同样成立,并以此推翻所设定的命题(正如就人是否应当从事哲学研究所展示的那样),要么反过来在所设定的命题为肯定命题时证明它在任何意义上都不成立。例如,如果设定了智者应当参与政治,而“应当”是同名异义这一事实是众所周知的,那么在将其划分为所表示的含义——即高尚[与必要]以及有益——之后,证明依这两种含义中的任何一种智者都不会参与政治;如果设定的是不应当参与,则反过来证明依这两种含义智者都应当参与政治。或者,如果不可能依这两种含义确立或废除所设定的命题,那么届时就应当进行划分,并证明依据所表示意义的其中之一情形确实如此,而依据另一种意义则相反,并非如被设定的那样在无条件的意义上成立;例如智者参与政治依高尚而言是应当的,但依有益而言则是不应当的;因为这样一来,我们将证明在无条件的意义上二者都不是。在如同被表示的含义有两种那样说了“其一如此,而另一不如此”之后,他又补充道:“即使所划分的项目更多,同样的道理也依然成立”;因为我们同样会再次说“有些如此,而有些不如此”。
- 2.11εἰ ἡτισοῦν ψυχὴ θνητή, ὅτι καὶ πᾶσαι
条件从句 εἰ ἡτισοῦν ψυχὴ θνητή 嵌套在动词 ληψόμεθα(“我们将假定/获取”)支配的 ὅτι 宾语从句之前。ὅτι 从句中的谓语(如 θνηταί εἰσιν)被省略,整体表示预先约定的前提内容:“若有任何一种灵魂是可死的,则所有灵魂亦然”。
- 2.11διελομένους αὐτὸ εἰς τὰ σημαινόμενα, τό τε καλὸν [καὶ ἀναγκαῖον] καὶ συμφέρον, δεικνύντας ὅτι
宾格分词 διελομένους 与 δεικνύντας 与受非人称结构 δεῖν φησι 支配的不定式(或其中省略的施事者)在逻辑主语上保持一致。它们以泛指的复数宾格形式修饰进行划分和证明的论辩者。
