← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§149.17-150.29

基于隐蔽多义性的论题适用条件与确立

亚历山大讨论了基于多义划分的论题之适用条件(即多义性未被察觉)及其被识破时的反驳,解释了该论题对立论与驳论皆可逆,并阐明了从特称立论全称命题为何需要借助“基于协议的推论”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#2

δῆλον δὲ ὅτι ἐφ’ ὧν οἷόν τέ ἐστιν ἐπὶ πάντων τῶν σημαινομένων τὸ ἀντικείμενον τῷ τιθεμένῳ δεικνύναι, φανερὰν χρὴ τὴν διαίρεσιν ποιεῖσθαι τοῦ πολλαχῶς λεγομένου. Δεῖν δέ φησι τῷ τόπῳ τούτῳ χρῆσθαι ἐπὶ τῶν λανθανόντων ὅτι τὸ τιθέμενον πολλαχῶς λέγεται καὶ κατὰ μέν τι τῶν σημαινομένων οὕτως ἔχει, ὡς τίθεται, κατὰ δέ τι οὔ. ἂν γὰρ μὴ λανθάνῃ, προχείρως ἐνστήσεται ὁ τῷ προβλήματι παριστάμενος, ὅτι μὴ καθ’ ὃ τίθεται τὴν ἔνστασιν τὴν πρὸς αὐτὸ καὶ τὴν ἀνασκευὴν ποιεῖται, ἀλλὰ κατ’ ἄλλο,1 πρὸς τοὔνομα καὶ σοφιστικῶς τὴν ἀπάντησιν ποιούμενος. ὁ γοῦν πρὸς τὸν τιθέμενον τὸ ζῷον ἔμψυχον εἶναι ἐνιστάμενος καὶ δεικνύς, ὅτι τὰ γεγραμμένα ζῷα μὲν λέγεται, οὐκ ἔστι δὲ ἔμψυχα, εὐφώρατος γίνεται διὰ τὸ φανερόν τε εἶναι τὸ τοῦ ὀνόματος διττὸν καὶ προδήλως τὸν τιθέντα μὴ κατὰ τοῦ οὕτω λεγομένου ζῴου τὸ ἔμψυχον κατηγορηκέναι. Ἀντιστρέφειν δέ φησι τὸν τόπον τοῦτον· καὶ γὰρ καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν εἶναι χρήσιμον. οὐ γὰρ μόνον ἀνασκευάζειν ἔστι προσχρώμενον αὐτῷ τὸ τιθέμενον πρόβλημα, ἄν τε καταφατικῶς ἄν τε ἀποφατικῶς τιθῆται, ἀλλὰ καὶ κατασκευάζειν, τουτ’ ἔστι καθόλου τὸ τιθέμενον, ὅτι τοιοῦτόν ἐστιν ὁποῖον τίθεται, δεικνύναι· τοῦτο γὰρ τὸ κατασκευάζειν νῦν λέγει, τὸ καθόλου δεικνύναι ἀλλὰ μὴ ἀναιρεῖν τὸ τιθέμενον· μάλιστα γὰρ τὸ κατασκευάζειν ἐπὶ τοῦ καταφατικῶς τιθεμένου λέγεται. εἰπὼν δέ, ὅτι καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν οἷόν τε, καὶ ὅτι ἀνασκευάσομεν τὸ κείμενον, ἂν τινὶ δείξωμεν μὴ ὑπάρχον, καὶ κατασκευάσομεν, ἄν τινὶ ὑπάρχον δείξωμεν, ἐπεὶ τὸ καθόλου καταφατικὸν οὐ κατασκευάζεται διὰ τοῦ ἐπὶ μέρους (ἀνασκευάζεται μὲν γὰρ καὶ τὸ καθόλου καταφατικὸν 〈καὶ τὸ καθόλου ἀποφατικὸν〉 διὰ τῶν ἐπὶ μέρους τῶν ἀντικειμένων, οὐ κατασκευάζεται δὲ οὔτε τὸ καθόλου καταφατικὸν οὔτε τὸ καθόλου ἀποφατικὸν διά τινος τῶν ἐν μέρει), διαφοράν τινα τοῦ κατασκευάζειν πρὸς τὸ ἀνασκευάζειν ἐκτίθεται. δυνατὸν μὲν γάρ ἐστι καὶ ἐπὶ μέρους καταφατικόν τι δεῖξαι καὶ ἐπὶ μέρους ἀποφατικόν, ὡς προείρηται, τῇ τοῦ πολλαχῶς διαιρέσει χρωμένους· ἀλλ’ ἐπεὶ τὸ μὲν ἐπὶ μέρους ἀποφατικὸν αὔταρκες πρὸς ἀνασκευὴν τοῦ καθόλου καταφατικοῦ, ὥσπερ καὶ τὸ ἐπὶ μέρους καταφατικὸν τοῦ καθόλου ἀποφατικοῦ, οὐκέτι δὲ τὸ ἐπὶ μέρους καταφατικὸν αὔταρκες πρὸς κατασκευὴν τοῦ καθόλου καταφατικοῦ, πῶς δι’ αὐτοῦ τὸ καθόλου δυνησόμεθα κατασκευάζειν; λέγει δὴ δεῖν ἐξ ὁμολογίας αὐτὸ πειρᾶσθαι δεικνύναι τε καὶ λαμβάνειν. ἔστι δὲ τὸ ἐξ ὁμολογίας ὃ εἶπεν ἐν τῷ πρώτῳ ἐπὶ τέλει “ἐξ ὑποθέσεως”· λέγων γάρ, πρὸς τί χρήσιμος ἡ τοῦ ὁμοίου θεωρία, εἶπε “πρὸς τε τοὺς ἐπακτικοὺς λόγους καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμούς”. εἰσὶ γὰρ καὶ οἱ ἐξ ὁμολογίας ἐξ ὑποθέσεως, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δέδειχεν· οὐ μὴν ἀντιστρέφει. ὅπως δὲ γίνονται, ἐδήλωσε προσθεὶς “διότι ἔνδοξόν ἐστιν, ὥς ποτε ἐφ’ ἑνὸς τῶν ὁμοίων ἔχει, οὕτως καὶ ἐπὶ τῶν λοιπῶν”. ὃ οὖν δὴ ἐκεῖ “ἐξ ὑποθέσεως” κοινότερον εἶπε, τοῦτο νῦν ὠνόμασε προσεχέστερον ἐξ ὁμολογίας. ἐπεὶ γὰρ μὴ αὔταρκες τὸ ἐφ’ ἑνός τινος δεικνύμενον τῶν ὑπό τι κοινὸν πρὸς τὴν τοῦ κοινοῦ τε καὶ καθόλου κατασκευήν (οὐ γάρ ἐστι τὸ ἐν μέρει τοῦ καθόλου δεικτικόν), δεῖν φησι προδιομολογεῖσθαι καὶ συντίθεσθαι ὅτι,2 ὡς ἐφ’ ἑνός, οὕτως καὶ ἐπὶ τῶν ἄλλων.

显而易见的是,在凡能够对所有被表示的意义都证明出与被设定者相反之情况的场合,应当公开对在多种意义上被述说的事物进行划分。但他主张,人们应当在未察觉所设定之事乃在多种意义上被述说、且依其中某一意义正如所设定的那样、而依另一意义则并非如此的场合使用这一论题。因为若非未被察觉,维护该问题的人便会轻易提出反驳,指出对方并非按照设定该命题的意义对其提出反驳与推翻,而是按照另一意义,纯粹针对字面并以诡辩的方式作出应答。无论如何,若有人针对设定动物是有生命之物的人提出反驳,证明被画出的动物虽被称为动物却不是有生命的,他便很容易被识破,因为该名词的双重含义是明显的,且设定者极明显地没有把有生命述说在以此种方式被称呼的动物之上。 他还主张,这一论题是可逆的;因为它对于立论和驳论都有用处。因为借由运用它,不仅能够推翻所设定的问题——无论它是以肯定方式还是以否定方式设定的——而且还能予以立论,即普遍地证明所设定之事恰如其被设定的那样(因为他现在所说的“立论”,指的就是普遍地证明而非废除所设定之事;因为“立论”主要是就以肯定方式设定的命题而言的)。在指出立论与驳论皆有可能、且若我们证明某物不属于某事例则推翻所设定的命题、若证明其属于某事例则予以立论之后,由于全称肯定命题不能通过特称事例得以立论(因为全称肯定命题[和全称否定命题]固然都通过与其相对立的特称命题被推翻,但无论全称肯定命题还是全称否定命题都不能通过任何特称事例得以立论),他阐述了立论相对于驳论的某种差别。因为正如前述,运用对多种含义的划分,固然能够证明某种特称肯定命题和某种特称否定命题;但既然特称否定命题足以推翻全称肯定命题,正如特称肯定命题足以推翻全称否定命题一样,而特称肯定命题却不再足以立论全称肯定命题,我们又如何能够通过它来确立全称命题呢?他说,人们应当尝试从协议出发来证明并获取它。而这所谓“从协议出发”,就是他在第一卷末尾所说的“基于假说”;因为在谈到对相似者的考察有何用处时,他说“既用于归纳论证,也用于基于假说的推论”。因为正如他在《前分析篇》中所证明的那样,基于协议的推论也属于基于假说的推论,尽管反之并不必然成立。至于它们是如何生成的,他通过补充说明阐明道:“因为人们普遍承认,在相似者之一中情形如何,在其余者中也同样如何。”因此,他在那里更为普遍地称为“基于假说”的,在此处更为直接且具体地命名为“从协议出发”。因为既然在某一共通范畴下的单个事物上被证明的情形,不足以用来确立该共通且全称的命题(因为局部的特称不能证明全称),他说人们必须预先达成协议并约定:在一者身上如何,在其余者身上亦同样如何。

语法注3 条
  1. 2.11ἂν γὰρ μὴ λανθάνῃ, προχείρως ἐνστήσεται ὁ τῷ προβλήματι παριστάμενος, ὅτι μὴ καθ’ ὃ τίθεται τὴν ἔνστασιν τὴν πρὸς αὐτὸ καὶ τὴν ἀνασκευὴν ποιεῖται, ἀλλὰ κατ’ ἄλλο

    紧接主动词 ἐνστήσεται 的 ὅτι 从句是用作间接引语的名词性从句,表示反驳的具体内容,从句中 ποιεῖται 的隐含主语是试图进行反驳的辩论对手。主句的主语是 ὁ τῷ προβλήματι παριστάμενος(该问题的维护者),整句意为维护者提出异议,指出对方是在按另一种意义进行反驳。

  2. 2.11ἐπεὶ γὰρ μὴ αὔταρκες τὸ ἐφ’ ἑνός τινος δεικνύμενον τῶν ὑπό τι κοινὸν πρὸς τὴν τοῦ κοινοῦ τε καὶ καθόλου κατασκευήν... δεῖν φησι προδιομολογεῖσθαι καὶ συντίθεσθαι ὅτι

    在 ἐπεὶ 从句中,系词 ἐστί 被省略,构成形容词谓语句(μὴ αὔταρκες [ἐστι] τὸ δεικνύμενον)。主句由 φησί 引出间接引语,不定词 δεῖν 统辖 προδιομολογεῖσθαι καὶ συντίθεσθαι,其后再接由 ὅτι 引导的从句以说明协议的具体内容。

  3. 2.11εἰπὼν δέ, ὅτι καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν οἷόν τε, καὶ ὅτι ἀνασκευάσομεν τὸ κείμενον, ἂν τινὶ δείξωμεν μὴ ὑπάρχον, καὶ κατασκευάσομεν, ἄν τινὶ ὑπάρχον δείξωμεν, ἐπεὶ τὸ καθόλου καταφατικὸν οὐ κατασκευάζεται διὰ τοῦ ἐπὶ μέρους... διαφοράν τινα τοῦ κατασκευάζειν πρὸς τὸ ἀνασκευάζειν ἐκτίθεται

    整个长句的骨干为分词 εἰπών ... 主动词 ἐκτίθεται。分词 εἰπών 统辖两个由 ὅτι 引导的并列从句(其中包含 ἂν... ἂν... 条件从句),随后经过 ἐπεὶ... 引导的原因从句(含括号中的插入解释),最终落实为主句谓语 ἐκτίθεται 及其宾语 διαφοράν τινα。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:149.17-150.29